§3ἀλλʼ οὔτʼ ἀληθὴς ὁ λόγος οὔτʼ ἄξιος ἀκούειν.
しかし、この主張は真実でもなければ、聞くに値するものでもない。
ἡ γὰρ φύσις ὥσπερ ἐν φυτοῖς ἀγρίοις, οἷον οἰνάνθαις ἐρινεοῖς κοτίνοις, ἀρχὰς ἀπέπτους καὶ ἀτελεῖς ἡμέρων καρπῶν ἐνέφυσεν· οὕτω τοῖς μὲν ἀλόγοις τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον ἀτελὲς καὶ οὐ διαρκὲς πρὸς δικαιοσύνην οὐδὲ τῆς χρείας προσωτέρω προερχόμενον ἔδωκεν ἄνθρωπον δέ, λογικὸν καὶ πολιτικὸν ζῷον, ἐπὶ δίκην καὶ νόμον εἰσάγουσα καὶ θεῶν τιμὰς καὶ πόλεων ἱδρύσεις καὶ φιλοφροσύνην, γενναῖα καὶ καλὰ καὶ φερέκαρπα τούτων σπέρματα παρέσχε τὴν πρὸς τὰ ἔκγονα χάριν καὶ ἀγάπησιν, ἀκολουθοῦσα ταῖς πρώταις ἀρχαῖς·
というのも、自然は、たとえば野生のブドウ、野生のイチジク、野生のオリーブといった野生の植物において、栽培された果実の、未熟で不完全な始まり(芽)を植え付けたように、そのように理性のない動物たちに対しては、子に対する親愛の情を、不完全で、正義にまで及ばず、必要(実用)より先へと進むことのないものとして与えたからである。 だが、人間を、理性的で社会的な動物として、正義と法、神々への崇敬、都市の創建、そして厚意へと導くにあたり、[自然は]これら[の美徳]の高貴で美しく実り豊かな種子として、子に対する慈しみと愛情を与えたのである。
αὗται δʼ ἦσαν ἐν ταῖς τῶν σωμάτων κατασκευαῖς.
それは第一の原理に従ってのことであり、その原理は身体の構造の中に存在していた。
πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκριβὴς καὶ φιλότεχνος καὶ ἀνελλιπὴς καὶ ἀπερίτμητος
οὐδέν
ὡς ἔφησεν Ἐρασίστρατος
ἔχουσα ῥωπικόν·
というのも、自然はいたるところで緻密であり、精巧を極め、欠けるところなく緊密であって、エラシストラトスが言ったように「何ひとつくだらないもの(がらくた)を宿していない」からである。
τὰ δὲ περὶ τὴν γένεσιν ἀξίως οὐκ ἔστιν εἰπεῖν οὐδʼ εὐπρεπὲς ἴσως λίαν ἀκριβῶς τῶν ἀπορρήτων ἐφάπτεσθαι τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, ἀλλʼ ἀποκειμένων καὶ κεκρυμμένων ἐπινοεῖν τὴν πρὸς τὸ γεννᾶν καὶ λοχεύεσθαι τῶν μορίων ἐκείνων εὐφυΐαν.
しかし、生殖に関する事柄をその価値にふさわしく語ることはできないし、また、言葉や表現を用いて秘められた器官にあまりにも露骨に触れるのはおそらく不作法であろう。 むしろ、隠され覆い隠されているそれらの器官が、生殖と出産に対していかに適した素晴らしい構造を持っているかを、心の中で推し量るべきである。
ἀρκεῖ δʼ ἡ τοῦ γάλακτος ἐργασία καὶ οἰκονομία τὴν πρόνοιαν αὐτῆς ἐμφῆναι καὶ ἐπιμέλειαν.
しかし、母乳の生成と管理(の仕組み)だけでも、自然の先見と配慮を示すのには十分である。
τοῦ γὰρ αἵματος ὅσον περίττωμα τῆς χρείας ἐν ταῖς γυναιξὶ διʼ ἀμβλύτητα καὶ μικρότητα τοῦ πνεύματος ἐπιπολάζον ἐμπλανᾶται καὶ βαρύνει, τὸν μὲν ἄλλον χρόνον εἴθισται καὶ μεμελέτηκεν ἐμμήνοις ἡμερῶν περιόδοις ὀχετοὺς καὶ πόρους αὐτῷ τῆς φύσεως ἀναστομούσης ἀποχεόμενον τὸ μὲν ἄλλο σῶμα κουφίζειν καὶ καθαίρειν, τὴν δʼ ὑστέραν οἷον ἀρότῳ καὶ σπόρῳ γῆν ἐν φυτοῖς ὀργῶσαν ἐν καιρῷ παρέχειν.
というのも、女性たちにおいて、呼気(プネウマ)の微弱さと乏しさのために、必要以上に余り、[体内を]彷徨って重荷となっている血液の余剰分は、妊娠していない時期には、月ごとの周期において、自然がそのための通路や管を開くことで排出され、身体の残りの部分を軽くし清めるとともに、子宮を、植物における耕作や播種のために適切に肥えた土地のように提供することが習慣であり、定例となっているからである。
ὅταν δὲ τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως γενομένης· ὁ γὰρ ὀμφαλὸς; πρῶτον ἐν μήτρῃσιν
ὥς φησι Δημόκριτος
ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα
τῷ γεννωμένῳ καρπῷ καὶ μέλλοντι·
しかし、子宮が、そこに至った種子(胚)を受け入れて包み込み、定着(根張り)が完了すると、「というのも、まず子宮の中で臍が」とデモクリトスが言うように、「揺れや漂いに対する錨地として成長し、生まれつつあり、また将来生まれるべき果実(胎児)のための、係留索であり、また蔓となる」のである。
τοὺς μὲν, ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις, τοῦ δʼ αἵματος ἀντιλαμβανομένη φερομένου τροφῇ χρῆται καὶ κατάρδει τὸ βρέφος ἤδη συνιστάμενον καὶ διαπλαττόμενον, ἄχρι οὗ τοὺς προσήκοντας ἀριθμοὺς τῇ ἐντὸς; αὐξήσει κυηθὲν ἑτέρας ἀνατροφῆς καὶ χώρας δέηται.
自然は、月ごとの排出の通路を閉じ、流れ去るはずであった血液を代わりに取り込んで栄養として用い、すでに凝固し形づくられつつある胎児に注ぎ込み、胎児が、胎内での成長に適した期間を十分に経て育ち、別の養育と場所を必要とするようになるまでこれを行う。
τότʼ οὖν τὸ αἷμα παντὸς ἐμμελέστερον φυτουργοῦ καὶ ὀχετηγοῦ πρὸς ἑτέραν ἀφʼ ἑτέρας ἐκτρέπουσα καὶ μεταλαμβάνουσα χρείαν, ἔχει παρεσκευασμένας οἷον ἐγγείους ἤ τινας κρήνας νάματος ἐπιρρέοντος, οὐκ ἀργῶς οὐδʼ ἀπαθῶς ὑποδεχομένας ἀλλὰ καὶ πνεύματος ἠπίῳ θερμότητι καὶ μαλακῇ θηλύτητι ἐκπέψαι καὶ λεᾶναι καὶ μεταβαλεῖν δυναμένας·
そこで、自然は、いかなる植木職人や水路敷設者よりも巧妙に、その血液を一つの必要から別の必要へと迂回させ、移行させて、あたかも流れが湧き出る地下の泉のようなものをあらかじめ[乳房として]用意しておくのである。 この泉は、ただ単に液体を受け入れるだけで何もしないわけでも、変化を与えないわけでもなく、プネウマの穏やかな熱と、柔らかな女性の性質によって、それを熟成させ、滑らかにし、変化させることができる。
τοιαύτην γὰρ ὁ μαστὸς ἔχει ἐντὸς διάθεσιν καὶ κρᾶσιν.
乳房は内部にそのような状態と体液の調和(配合)を備えているからである。
ἐκροαὶ δὲ τοῦ γάλακτος οὐκ εἰσὶν οὐδὲ κρουνοὶ μεθιέντες ἀθρόως, εἰς δὲ σάρκα πιδακώδη καὶ πόροις ἀτρέμα λεπτοῖς διηθοῦσαν ἀπολήγων, εὐμενὲς τῷ τοῦ νηπίου στόματι καὶ προσφιλὲς; ψαῦσαι καὶ περιλαβεῖν ἐνδίδωσι ταμιεῖον.
また、母乳の排出口は、一気に噴き出させるような蛇口のようになってはおらず、泉のように湧き出る肉に終わり、極めて細い管を通じて静かに濾過されながら、幼子の口にとって優しく、触れて吸い付くのに心地よい貯蔵所(乳房)を提供する。
ἀλλὰ τούτων γε τῶν τοσούτων ἐπὶ τήν γένεσιν ἐργαλείων καὶ τοιούτων οἰκονομιῶν καὶ φιλοτιμίας καὶ προνοίας οὐδὲν ἦν ὄφελος, εἰ μὴ τὸ φιλόστοργον ἡ φύσις καὶ κηδεμονικὸν ἐνειργάσατο ταῖς τεκούσαις.
しかし、生殖のためのこれほど多くの道具や、このような管理、そして[自然の]熱意と配慮も、もし自然が、子を産んだ母親たちに、親愛の情と世話をする心を植え付けなかったならば、いささかも役に立たなかったであろう。
"
πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει· "
τοῦτʼ οὐ ψεύδεται ὁ λέγων ἐπὶ νηπίου καὶ ἀρτιγενοῦς.
「地上で息をし、這うすべてのもののうちで[人間ほど惨めなものはない]」と、乳児や生まれたばかりの子について語る者は、決して偽りを言ってはいない。
οὐδὲν γάρ ἐστιν οὕτως; ἀτελὲς οὐδʼ ἄπορον οὐδὲ γυμνὸν οὐδʼ ἄμορφον οὐδὲ μιαρόν, ὡς ἄνθρωπος ἐν γοναῖς ὁρώμενος·
というのも、誕生の瞬間に目にされる人間ほど、これほど不完全で、無力で、裸で、不格好で、汚れたものは他にないからである。
ᾧ μόνῳ σχεδὸν οὐδὲ καθαρὰν ἔδωκεν εἰς φῶς ὁδὸν ἡ φύσις, ἀλλʼ αἵματι πεφυρμένος καὶ λύθρου περίπλεως καὶ φονευομένῳ μᾶλλον ἢ γεννωμένῳ ἐοικὼς οὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι καὶ ἀσπάσασθαι καὶ περιλαβεῖν ἢ τοῦ φύσει φιλοῦντος.
自然はこのものにだけ、光のもとへ至る清潔な道をほとんど与えず、血にまみれ、汚れに満ちて、誕生しているというよりはむしろ殺害されている者のように見えるため、本性(自然)に従って愛する者以外の者には、彼に触れ、抱き上げ、歓迎し、抱きしめることなど、誰にもできないのである。
διὸ τῶν μὲν ἄλλων ζῴων ὑπὸ τὴν γαστέρα τὰ οὔθατα χαλᾷ τοὺς μαστοὺς, ταῖς δὲ γυναιξὶν ἄνω γεγόνασιν περὶ τὸ στέρνον ἐν ἐφικτῷ τοῦ φιλῆσαι καὶ περιπτύξαι καὶ κατασπάσασθαι τὸ νήπιον, ὡς τοῦ τεκεῖν καὶ θρέψαι τέλος οὐ χρείαν ἀλλὰ φιλίαν ἔχοντος.
それゆえ、他の動物たちでは乳房が腹の下へと垂れ下がっているのに対し、女性たちにおいては胸のあたりの高い位置にあり、幼子に口づけし、抱きしめ、引き寄せて可愛がることが容易に届く範囲にある。 これは、出産と育児の完結(目的)が、必要(実用)ではなく親愛の情を求めている(目指している)からである。