§4ἐπὶ τοὺς παλαιοὺς; ἀνάγαγε τὸν λόγον, ὧν ταῖς μὲν τεκεῖν πρώταις, τοῖς δʼ ἰδεῖν συνέβη τικτόμενον βρέφος·
将论证引回到古代人那里,他们中的女性碰巧是第一批生育者,而男性碰巧是第一批看到新生儿诞生的人。
οὔτε νόμος ἦν ἐκείνοις τεκνοτροφεῖν προστάττων οὔτε προσδοκία χάριτος ἢ τροφείων
ἐπὶ νέοις δανειζομένων
χαλεπὰς δὲ μᾶλλον εἴποιμʼ ἂν εἶναι καὶ μνησικάκους τὰς τεκούσας τοῖς βρέφεσι, κινδύνων τε μεγάλων καὶ πόνων αὐταῖς γιγνομένων· "
ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι,
Ἥρης θυγατέρες, πικρὰς ὠδῖνας ἔχουσαι.
对于他们来说,既没有法律命令他们抚育孩子,也没有对感激或养育之恩的回报的期待,就像在年轻人身上放债一样。 实际上,我倒想说,生下孩子的母亲们对婴儿会是严厉且怀恨在心的,因为伟大的危险和痛苦降临在她们身上; “如同当一支锐利而痛苦的箭刺入分娩的妇女,这是那延缓分娩的埃勒提亚斯——赫拉的女儿们,掌控着痛苦阵痛的人们所射出的。
"
ταῦτʼ οὐχ Ὅμηρον αἱ γυναῖκες; ἀλλʼ Ὁμηρίδα γράψαι λέγουσι τεκοῦσαν ἢ τίκτουσαν ἔτι καὶ τὸ μῖγμα τῆς ἀλγηδόνος ὁμοῦ πικρὸν καὶ ὀξὺ γιγνόμενον ἐν τοῖς σπλάγχνοις ἔχουσαν.
” 妇女们说,写下这些诗句的不是荷马,而是一位荷马家族的女性(女诗人),她已经生育或仍在生育,并且在腑脏中感受着那又苦又辣的痛苦交织。
ἀλλὰ τὸ φύσει φιλόστοργον ἔκαμπτε καὶ ἦγεν· ἔτι θερμὴ καὶ διαλγὴς καὶ κραδαινομένη τοῖς πόνοις οὐχ ὑπερέβη τὸ νήπιον οὐδʼ ἔφυγεν, ἀλλʼ ἐπεστράφη καὶ προσεμειδίασε καὶ ἀνείλετο καὶ ἠσπάσατο, μηδὲν ἡδὺ καρπουμένη μηδὲ χρήσιμον ἀλλʼ ἐπιπόνως καὶ ταλαιπώρως ἀναδεχομένη τῶν σπαργάνων
"
ἐρειπίοις
θάλπουσα καὶ ψύχουσα, καὶ πόνῳ πόνον
ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθʼ ἡμέραν.
然而天生的亲爱之情使她顺从并引导着她;她虽然身上还温热、剧烈疼痛并因劳苦而战栗,却没有对婴儿置之不理,也没有逃跑,而是转过身来,报以微笑,抱起他,拥抱他,没有收获任何愉快或有用的东西,而是痛苦而艰难地接纳他,用襁褓的“破旧织物”温暖着、冷却着, “在劳碌中,将黑夜的辛劳交替为白昼的劳碌。
"
τίνων ταῦτα μισθῶν ἢ χρειῶν ἐκείνοις;
” 这些对于他们来说是为了什么报酬或实用呢?
ἀλλʼ οὐδὲ τοῖς νῦν· αἱ γὰρ ἐλπίδες ἄδηλοι καὶ μακραί.
但对于现在的人来说也并非如此;因为希望是未卜且遥远的。
ἄμπελον ἰσημερίας ἐαρινῆς σκάψας μετοπωρινῆς ἐτρύγησε, πυρὸν ἔσπειρε δυομένης Πλειάδος εἶτʼ ἀνατελλούσης θερίζει, βόες καὶ ἵπποι καὶ ὄρνιθες ἕτοιμα τίκτουσιν ἐπὶ τὰς χρείας ἀνθρώπου δʼ ἡ μὲν ἐκτροφὴ πολύπονος ἡ δʼ αὔξησις βραδεῖα, τῆς δʼ ἀρετῆς μακρὰν οὔσης προαποθνῄσκουσιν οἱ πλεῖστοι πατέρες.
在春分时挖掘葡萄树的人,在秋天收割;在昴星团落下时播种小麦的人,在它们升起时收割;牛、马和鸟类生育出的后代立即可供使用;但人类的抚养极其劳苦,成长迟缓,由于美德遥不可及,大多数父亲在孩子成才前就去世了。
οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος οὐδʼ ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδʼ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδʼ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας αὐτῶν οἷα νέοι πλημμελούντων ἐπεῖδον·
尼奥克勒斯未能亲眼目睹塞米斯托克勒斯的萨拉米斯战役,米太亚德未能目睹西蒙的欧里梅敦战役,克桑提波斯未能听到伯里克利的发表演说,阿里斯同也未能听到柏拉图的哲学讨论;欧里庇得斯和索福克勒斯的父亲们并不知道他们的胜利,他们只听到孩子们呀呀学语、拼读字母,目睹了他们作为年轻人所犯下的荒唐事,如狂欢、饮酒和恋爱。
ὥστʼ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον, ὧν ἐπέγραψεν,
"ἢ δέος ἢ λύπη παῖς· πατρὶ πάντα χρόνον"
ἀλλʼ ὅμως οὐ παύονται παῖδας τρέφοντες μάλιστα δʼ οἱ παίδων ἥκιστα δεόμενοι.
因此,在埃乌埃努斯的诗作中,唯独这一句被称赞和铭记: “孩子对父亲来说,任何时候要么是恐惧,要么是悲伤。 ” 然而他们仍不停止抚养孩子,尤其是那些最不需要孩子的人。
γελοῖον γάρ, εἴ τις οἴεται τοὺς πλουσίους θύειν καὶ χαίρειν γενομένων αὐτοῖς τέκνων, ὅτι τοὺς θρέψοντας ἕξουσι καὶ τοὺς θάψοντας· εἰ μὴ νὴ Δία κληρονόμων ἀπορίᾳ παῖδας τρέφουσιν· οὐ γὰρ ἔστιν εὑρεῖν οὐδʼ ἐπιτυχεῖν τοῦ τἀλλότρια βουλομένου λαμβάνειν.
因为如果有人认为富人在孩子出生时献祭和高兴,是因为他们将拥有抚养和埋葬自己的人,那是可笑的;除非,凭着宙斯起誓,他们是因为缺乏继承人而抚养孩子——仿佛不可能找到或遇到愿意接受他人财产的人似的!
"
ψάμμος ἢ κόνις ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν
τόσσον οὐκ ἂν χεύαιτʼ ἀριθμόν
"
ὅσος ἐστὶν ὁ τῶν κληρονομούντων.
“沙子、尘土或多彩歌唱之鸟的羽毛,也无法洒下如此巨大的数目” 就像那些继承者的数目一样多。
"Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ"
εἰ ἄτεκνος ἦν, πλείονας ἂν εἶχε κληρονομοῦντας καὶ οὐχ ὁμοίως.
“拥有五十个女儿的父亲达那俄斯” 如果无子嗣,他会拥有更多的继承人,且情况大不相同。
οἱ μὲν γὰρ παῖδες; χάριν οὐδεμίαν ἔχουσιν οὐδʼ ἕνεκα τούτου θεραπεύουσιν οὐδὲ τιμῶσιν, ὡς ὀφείλημα τὸν κλῆρον ἐκδεχόμενοι· τῶν δʼ ἀλλοτρίων περὶ τὸν ἄτεκνον φωνὰς ἀκούεις ταῖς κωμικαῖς ἐκείναις ὁμοίας,
"
ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
ἔνθου, ῥόφησον, ἔντραγʼ, ἔχε τριώβολον.
因为孩子并无任何感激,也不为此而奉承或尊敬父母,而是将遗产视为应得的债务来接受;但在无子嗣者的身边,你会听到外人的声音,正像那些喜剧里的一样: “哦,德摩斯,先审判完一个案子去洗个澡吧,请吃,请喝,请嚼,拿好这三奥博尔。
"
τὸ δʼ ὑπὸ τοῦ Εὐριπίδου λεγόμενον
"
τὰ χρήματʼ ἀνθρώποισιν εὑρίσκειν φίλους
δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχειν,
"
οὐχ ἁπλῶς ἀληθές, ἀλλʼ ἐπὶ τῶν ἀτέκνων τούτους οἱ πλούσιοι δειπνίζουσιν, οἱ ἡγεμόνες θεραπεύουσιν, οἱ ῥήτορες μόνοις τούτοις προῖκα συνηγοροῦσιν.
” 欧里庇得斯所说的 “财富为人类寻找朋友,在人类中拥有最大的力量,” 这并非绝对真理,而是在无子嗣者身上才是如此。 富人们之所以受到宴请,领袖们奉承他们,修辞学家们唯独为他们免费辩护,就是因为他们无子嗣。
"
ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον
ἔχων κληρονόμον.
“当一个富人的继承人未知时,他是强大的。
"
πολλοὺς γοῦν πολυφίλους καὶ πολυτιμήτους ὄντας ἓν παιδίον γενόμενον ἀφίλους καὶ ἀδυνάτους ἐποίησεν.
” 至少,许多拥有众多朋友、备受尊敬的人,仅仅因为一个孩子的诞生,就变得没有朋友、失去权力。
ὅθεν οὐδὲ πρὸς δύναμιν οὐδέν ἐστιν ὠφέλιμον ἀπὸ τῶν τέκνων, ἀλλὰ τῆς φύσεως τὸ πᾶν κράτος οὐχ ἧττον ἐν ἀνθρώποις ἢ θηρίοις.
因此,从孩子那里得不到任何有助于权力的实用利益,但自然的全部力量在人类中并不比在野兽中起的作用少。
§5ἐξαμαυροῦται γὰρ καὶ ταῦτα καὶ πολλὰ τῶν ἄλλων ὑπὸ τῆς κακίας, ὥσπερ λόχμης ἡμέροις σπέρμασι παραβλαστανούσης.
因为这些特征以及许多其他特征都会被邪恶所遮蔽,就像灌木丛在驯化的种子旁丛生一样。
ἢ μηδʼ ἑαυτὸν φύσει στέργειν τὸν ἄνθρωπον λέγωμεν, ὅτι πολλοὶ σφάττουσιν ἑαυτοὺς καὶ κατακρημνίζουσιν;
或者,难道我们要因为许多人自杀和跳崖,就说人类天生不爱自己吗?
ὁ δʼ Οἰδίπους
"
ἤρασσʼ βλέφαρα· φοίνιαι δʼ ὁμοῦ
γλῆναι γένειʼ ἔτεγγον.
而俄狄浦斯 “猛刺双眼;血红的瞳孔同时打湿了他的胡须。
"
Ἡγησίας δὲ διαλεγόμενος πολλοὺς ἔπεισεν ἀποκαρτερῆσαι τῶν ἀκροωμένων
"πολλαὶ μορφαὶ τῶν δαιμονίων.
” 而赫格西亚斯通过演说,说服了许多听众绝食自尽。 “神圣事物的形式繁多。
"
ταῦτα δʼ ἐστὶν ὥσπερ ἐκεῖνα νοσήματα καὶ πάθη ψυχῆς τοῦ κατὰ φύσιν ἐξιστάντα τὸν ἄνθρωπον, ὡς αὐτοὶ καταμαρτυροῦσιν ἑαυτῶν· ἂν γὰρ ὗς τεκοῦσα δελφάκιον ἢ κύων διασπαράξῃ σκυλάκιον, ἀθυμοῦσι καὶ ταράττονται, καὶ θεοῖς ἀποτρόπαια θύουσι καὶ τέρας νομίζουσιν, ὡς πᾶσι κατὰ φύσιν στέργειν τὰ τικτόμενα καὶ τρέφειν οὐκ ἀναιρεῖν προσῆκον.
” 但这些和那些一样,都是使人偏离自然状态的灵魂疾病和激情,正如他们自己对自己作证一样;因为如果一头母猪撕碎了它产下的小猪,或者一只母狗撕碎了它的小狗,人们就会感到沮丧和不安,并向神明献祭辟邪,将其视为异兆,因为按照自然,所有人去爱护和抚养出生的生命,而不是毁灭它,才是理所应当的。
μὴν ἀλλʼ ὥσπερ ἐν τοῖς μετάλλοις πολλῇ συμπεφυρμένον γῇ καὶ κατακεχωσμένον ὅμως διαστίλβει τὸ χρυσίον, οὕτως ἡ φύσις ἐν αὐτοῖς τοῖς ἡμαρτημένοις ἤθεσι καὶ πάθεσιν ἐκφαίνει τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον.
然而,正如在矿山中,黄金虽与许多泥土混杂并被深埋,但依然闪闪发光,同样,自然甚至在那些败坏的习俗和激情中,也显现出对子嗣的亲爱之情。
οἱ μὲν γὰρ πένητες οὐ τρέφουσι τέκνα, φοβούμενοι μὴ χεῖρον ἢ προσήκει τραφέντα δουλοπρεπῆ καὶ ἀπαίδευτα καὶ τῶν καλῶν πάντων ἐνδεᾶ γένηται· τὴν γὰρ πενίαν ἔσχατον ἡγούμενοι κακὸν οὐχ ὑπομένουσι μεταδοῦναι τέκνοις ὥσπερ τινὸς χαλεποῦ καὶ μεγάλου νοσήματος.
因为穷人不抚养孩子,是害怕他们如果受到低于应有水平的抚养,会变得像奴隶一样、缺乏教养、并匮乏一切美好的事物;因为他们将贫穷视为终极的邪恶,无法忍受将它传给孩子们,就好像它是什么严重而重大的疾病一样。