§3τοὺς μὲν γὰρ ἀφωρισμένως ἕνα βίον ἄλυπον νομίζοντας, ὡς ἔνιοι τὸν τῶν γεωργῶν ἢ τὸν τῶν ἠιθέων ἢ τὸν τῶν βασιλέων, ἱκανῶς ὁ Μένανδρος ὑπομιμνήσκει λέγων
"
ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία,
οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν
τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω
οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα
ὕπνον καθεύδειν
"
εἶτα προσδιελθών, ὡς καὶ τοὺς πλουσίους ἑώρα ταὐτὰ πάσχοντας τοῖς πένησιν,
"
ἆρʼ ἐστί φησὶ συγγενές τι λύπη καὶ βίος;
因为对于那些确信某种单一生活没有痛苦的人——如有些人认为农民、独身者或君主的生活如此——米南德在下文中说得好,足以提醒我们: ¦466b “法尼亚斯啊,我原以为那些不用借债的富人,不会在夜里叹息,也不会翻来覆去地说‘唉’,而是睡着香甜而温和的觉。 ” ¦20 然后他继续谈到,他看到富人也承受着与穷人相同的痛苦: ¦25 “他说,难道悲伤与生命是某种同族吗?
τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ
πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ.
它陪伴着奢华的生活,存在于显赫的生活中,并与贫困的生活一同老去。
"
ἀλλʼ ὥσπερ οἱ δειλοὶ καὶ ναυτιῶντες ἐν τῷ πλεῖν, εἶτα ῥᾷον οἰόμενοι διάξειν, ἐὰν εἰς γαῦλον ἐξ ἀκάτου καὶ πάλιν ἐὰν εἰς τριήρη μεταβῶσιν, οὐδὲν περαίνουσι, τὴν χολὴν καὶ τὴν δειλίαν συμμεταφέροντες ἑαυτοῖς· οὕτως αἱ τῶν βίων ἀντιμεταλήψεις οὐκ ἐξαιροῦσι τῆς ψυχῆς τὰ λυποῦντα καὶ ταράττοντα·
” 但是,正如那些在航海中胆怯且晕船的人,以为如果从轻舟换到商船,再从商船换到三段击桨战船,就能过得更轻松,却无济于事,因为他们随身带走了自己的胆汁和胆怯; ¦466c 同样,生活的转换并不能消除灵魂中令人痛苦和不安的事物。
ταῦτα δʼ ἐστὶν ἀπειρία πραγμάτων, ἀλογιστία, τὸ μὴ δύνασθαι μηδʼ ἐπίστασθαι χρῆσθαι τοῖς παροῦσιν ὀρθῶς·
¦10 而这些事物正是对事务的无经验、缺乏理智,以及不能也不懂如何正确利用眼前的事物。
ταῦτα καὶ πλουσίους χειμάζει καὶ πένητας, ταῦτα καὶ γεγαμηκότας ἀνιᾷ καὶ ἀγάμους· διὰ ταῦτα φεύγουσι τὴν ἀγορὰν εἶτα τὴν ἡσυχίαν οὐ φέρουσι, διὰ ταῦτα προαγωγὰς ἐν αὐλαῖς διώκουσι, καὶ παρελθόντες εὐθὺς βαρύνονται.
这些东西既折磨着富人也折磨着穷人,既困扰着已婚者也困扰着未婚者;由于这些,他们逃离广场,却又无法忍受宁静; ¦15 由于这些,他们追求宫廷中的晋升,而一旦进入其中,便立刻感到厌烦。
"δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο·
“病人在无计可施时难以取悦。
"
καὶ γὰρ ἡ γυνὴ λυπεῖ καὶ τὸν ἰατρὸν αἰτιῶνται καὶ δυσχεραίνουσι τὸ κλινίδιον,
"φίλων δʼ ὃ τʼ ἐλθὼν λυπρὸς ὃ τʼ ἀπιὼν βαρύς"
ὡς ὁ Ἴων φησίν.
” 因为妻子也令人痛苦,他们指责医生,讨厌病床, ¦466d “至于朋友,来的令人烦恼,走的令人感到沉重,”正如伊翁所说。
εἶτα τῆς νόσου διαλυθείσης καὶ κράσεως ἑτέρας ἐγγενομένης, ἦλθεν ἡ ὑγίεια φίλα πάντα ποιοῦσα καὶ προσηνῆ.
然后,随着疾病消除,另一种体质产生,健康便来临,使一切变得可爱而舒适。
ὁ γὰρ ἐχθὲς ᾠὰ καὶ ἀμύλια καὶ σητάνειον ἄρτον διαπτύων, τήμερον αὐτόπυρον ἐπʼ ἐλαίαις ἢ καρδαμίδι σιτεῖται προσφιλῶς καὶ προθύμως
因为昨天还唾弃鸡蛋、精面粥和优质小麦面包的人,今天却愉快而热切地吃起配着 ¦25 橄榄或水芹的粗面面包。
§4τοιαύτην ὁ λογισμὸς εὐκολίαν καὶ μεταβολὴν ἐγγενόμενος ποιεῖ πρὸς ἕκαστον βίον.
理智一旦在内心产生,就会对每一种生活产生这样的顺从和变化。
Ἀλέξανδρος Ἀναξάρχου περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε, καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν,
οὐκ ἄξιον
ἔφη
δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω κύριοι γεγόναμεν;
亚历山大听阿那克萨库斯讲述世界的无限时流了泪,朋友们问他发生了什么事: “如果世界有无限个,” ¦5 他说,“而我们连一个都还没能统治,难道这不值得哭泣吗?
Κράτης δὲ πήραν ἔχων καὶ τρίβωνα παίζων καὶ γελῶν ὥσπερ ἐν ἑορτῇ τὸν βίον διετέλεσε.
” ¦466e 但克拉特斯仅凭着一个皮袋和一件破旧斗篷,一生都在像过节一样嬉笑玩耍中度过。
καὶ μὴν καὶ τὸν Ἀγαμέμνονα τὸ πολλῶν βασιλεύειν ἐλύπει,
"
γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
Ζεὺς ἐνέηκε πόνοισι διαμπερές
"
Διογένης δὲ πωλούμενος ἔσκωπτε τὸν κήρυκα κατακείμενος·
的确,统治众人令阿伽门农感到痛苦: ¦10 “你将认识阿特柔斯之子阿伽门农,宙斯将他投入了超越所有人的不间断劳苦之中。
ἀναστῆναι δʼ οὐκ ἐβούλετο κελεύοντος, ἀλλὰ παίζων καὶ καταγελῶν ἔλεγεν
εἰ δʼ ἰχθῦν ἐπίπρασκες;
” 而第欧根尼在被卖为奴隶时,躺在地上嘲弄那宣告官;当被命令站起来时,他不想起来,而是 ¦466f 开玩笑且嘲笑地说道: “如果你是在卖鱼,又当如何?
καὶ Σωκράτης μὲν ἐν δεσμωτηρίῳ φιλοσοφῶν διελέγετο τοῖς ἑταίροις· ὁ δὲ Φαέθων ἀναβὰς εἰς τὸν οὐρανὸν ἔκλαιεν, εἰ μηδεὶς αὐτῷ τοὺς τοῦ πατρὸς ἵππους καὶ τὸ ἅρμα παραδίδωσιν.
” 苏格拉底在监狱中一边哲学探讨一边与同伴交谈; ¦15 而法厄同升上天空后却哭泣,因为没有人把父亲的马匹和战车交托给他。
ὥσπερ οὖν τὸ ὑπόδημα τῷ ποδὶ συνδιαστρέφεται καὶ οὐ τοὐναντίον, οὕτω τοὺς βίους αἱ διαθέσεις συνεξομοιοῦσιν αὑταῖς.
因此,正如鞋子是随着脚而弯曲变形,而不是相反, ¦20 同样,心灵的境况也使各种生活与它们自己相一致。
οὐ γὰρ ἡ συνήθεια ποιεῖ τοῖς ἑλομένοις τὸν ἄριστον βίον ἡδὺν ὥς τις εἶπεν, ἀλλὰ τὸ φρονεῖν ἅμα τὸν αὐτὸν βίον ποιεῖ καὶ ἄριστον καὶ ἥδιστον.
因为并不是像某人所说的那样,习惯使选择最善生活的人感到愉快,而是智慧同时使同一种生活既是最善的也是最愉快的。
διὸ τὴν πηγὴν τῆς εὐθυμίας ἐν αὐτοῖς οὖσαν ἡμῖν ἐκκαθαίρωμεν, ἵνα καὶ τὰ ἐκτὸς ὡς οἰκεῖα καὶ φίλα μὴ χαλεπῶς χρωμένοις συμφέρηται
"
τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών·
¦467a 因此,让我们清理我们心中那心灵宁静的源泉, ¦25 以便当我们毫无困难地使用外在事物时,它们也能作为契合且友好的事物与我们相协调。
μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλʼ οὑντυγχάνων
τὰ πράγματʼ ὀρθῶς ἂν τιθῇ, πράσσει καλῶς
"
“因为不该对事情动怒,因为事情根本不在乎;但那相遇之人若能正确安置事情,便能安好。 ”