Humanitext Reader

普鲁塔克 · 论心境安宁 §1-2

致帕基乌斯的序言与对无为观的批判

第 1 段,共 13 段 · 希腊语

内容简介

普鲁塔克将他关于心灵宁静的备忘录进行整理,通过朋友埃罗斯送给帕基乌斯。他反驳了通过无所作为来获得心灵宁静的观点,主张心灵的宁静不取决于事务的多寡,而应取决于行动的高尚与否以及理性的训练。

§1Πλούταρχος Πακκίῳ εὖ πράττειν.
普鲁塔克向帕基乌斯问好。
ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν παρεκάλεις περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως.
我迟至今日才收到你的来信,信中你请求给你写些关于心灵宁静的话,以及关于《蒂迈欧篇》中需要更仔细解释的地方。
ἅμα δέ πως τὸν ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα.
此时,我们的朋友埃罗斯也由于某种原因必须立刻乘船前往罗马,因为他收到了优秀的芬达努斯寄来的一封催促他快去的信——这正是那人的行事风格。
μήτε δὲ χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήτε ὑπομένων κεναῖς παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆναί σοι παρʼ ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως ἕνεκα θηρωμένης καλλιγραφίαν ἀλλὰ χρείας βιωτικῆς ἐπιζητεῖν, καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας, οὐδʼ ὡς ἐκεῖνον "εὐδαιμονίζων ὄχλος ἐξέπληξε σε" τῶν φυσικῶν παθῶν ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει πατρίκιος οὔτε δακτύλιος πολυτελὴς παρωνυχίας οὔτε διάδημα κεφαλαλγίας.
我既没有时间像我原本希望的那样去专注于你所渴望的事情,又不能忍受让他人看到这个从我们这里去的人居然完全空着手出现在你面前,于是我就从自己恰好为自己制作的备忘录中,搜集了关于心灵宁静的内容,因为我认为你寻求这一论述,也并非为了追求词藻华丽的听众效果,而是为了生活上的实际需要;并且我为你感到高兴,因为你虽然拥有与统治阶层的友谊,以及在广场演讲者中不亚于任何人的名望,却没有落得像悲剧中的梅罗普斯那样的下场,也没有像他那样,被 “祝贺你幸福的群众使你惊慌失措”,受到自然情感的驱使,相反你经常听到并记住,贵族的鞋子不能免除痛风,昂贵的指环不能免除甲沟炎,王冠也不能免除头痛。
πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων ὄφελος ἢ δόξης ἢ δυνάμεως ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον εὐχάριστον ᾖ τοῖς ἔχουσι καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ;
实际上,对于灵魂的无忧和没有波澜的生活,财富、名望或宫廷中的权力又有什么用呢? 除非拥有它们的人能够感恩地使用现有的东西,并且始终伴随着对不存在之物的不苛求。
τί δὲ τοῦτʼ ἐστὶν ἄλλο ἢ λόγος εἰθισμένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ περιορᾶν ἀπορρέον καὶ καταφερόμενον ὑπὸ τῶν παρόντων;
而这除了是一种习惯于且训练有素的理性,在灵魂中那带感情和无理性的部分常常越轨时,能够迅速制止它,而不放任它被眼前的事情冲刷和卷走之外,还能是什么呢?
ὥσπερ οὖν ὁ Ξενοφῶν παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους· οὕτω καὶ τῶν λόγων, ὅσοι πρὸς τὰ πάθη βοηθοῦσι, δεῖ πρὸ τῶν παθῶν ἐπιμέλεσθαι τοὺς νοῦν ἔχοντας, ἵνʼ ἐκ πολλοῦ παρεσκευασμένοι μᾶλλον ὠφελῶσιν ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι ῥᾳδίως οὐκ ἔστιν ἂν μὴ λόγοι παρόντες οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων.
因此,正如色诺芬建议我们在顺境时尤应记住并敬奉神明,以便当我们处于困境时,能够满怀信心地呼求他们,因为他们已经是对我们和善的朋友了;同样,对于那些能帮助我们对抗激情的论说,有理智的人必须在激情产生之前就加以关注,以便未雨绸缪,能产生更大的益处。 因为正如凶猛的狗听到任何声音都会狂躁,只有听到熟悉的声音时才会安静下来,同样,当灵魂的激情变得狂暴时,要轻易平息它们也是不可能的,除非有亲近且熟悉的论说在场,去约束那些烦乱的激情。
§2ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ, πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γιγνομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ "μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις" καίτοι κακὸν μὲν ἀναισθησίας σώματι φάρμακον ἀπονίας· οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν.
因此,那个说“想要心灵宁静的人,无论在私下还是在公共生活中,都不应该做很多事情”的人,首先为我们树立了一个代价高昂的心灵宁静,它是通过无所作为买来的;就像劝告每一个病人: “留步吧,可怜的人,静静呆在你的床上”;然而,通过无知觉而免除痛苦对身体来说是一种坏药;同样,那个通过懒惰、软弱以及背叛朋友、亲属和祖国,来消除灵魂的动荡和痛苦的灵魂医生,也绝不比这更好。
ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας· ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δʼ ὁ μὲν βορέας "διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν" ὥς φησιν Ἡσίοδος, λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθʼ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος "γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε" παρτίθει, τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετʼ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν.
其次,那些不做很多事情的人就能心灵宁静,这也是个谎言;因为要是这样,大部分时间居家不出的妇女应该比男子更心灵宁静;但在现实中,正如赫西俄德所说,尽管北风 “不曾吹透那肌肤娇嫩的少女”,但是由于嫉妒、迷信、虚荣心以及数不胜数的虚无观念而产生的悲伤、纷扰和险恶心境,依然流进了妇女的闺房;而拉厄耳忒斯,虽然二十年来独自在乡下生活,“身边只有一位老女仆,为他端上食物和饮料”,他逃离了祖国、家园和王位,但他却让悲伤伴随着无所作为和沮丧,成为了他永远的同居伴侣。
ἐνίους δὲ καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον· " αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς οὔτε ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν, οὔτε ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δʼ ἀυτήν τε πτόλεμόν τε.
甚至对某些人来说,无所作为本身就常常让他们陷入沮丧,就像这个人一样: “但他坐在快速航行的船旁,心中愤怒,那宙斯降生的佩琉斯之子,捷足的阿喀琉斯;他既不曾去那使人获得荣耀的广场,也不曾去参加战争,而是虚度着自己的心,留在原地,心里却渴望着战争的呐喊和战斗。
" καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός "ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.
” 他自己也为此深感痛苦和焦虑地说道: “但我坐在船旁,成了大地上无用的累赘。
" ὅθεν οὐδʼ Ἐπίκουρος οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπʼ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν.
” 因此,连伊壁鸠鲁也认为,那些好名望和好荣誉的人不应当保持静默,而应当顺应本性去参政并处理公共事务,因为如果他们得不到自己渴望的东西,他们天生更容易因无所事事而感到烦乱和痛苦。
ἀλλʼ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους.
但他的荒谬之处在于,他不是去劝导那些有能力处理公共事务的人,而是去劝导那些无法保持安静的人。
δεῖ δὲ μὴ πλήθει μηδʼ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται.
但是我们应该不是通过事情的多寡,而是通过高尚与卑劣,来定义宁静与烦乱;因为正如所说,对高尚之事的忽略,其带来的痛苦和纷扰绝不亚于对恶劣之事的实行。

词汇与语法注释

  1. 464fκατελάμβανεν αἰτία τοῦ πλεῖν — 动词 κατελάμβανεν(袭击、产生)的主语是 αἰτία(事情、必要),后面接属格不定式 τοῦ πλεῖν(航海)作为同位语或说明,整句意为“产生了必须航海的状况”。
  2. 465aτὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας — 中性单数定冠词 τὸ 使后面的属格短语 τοῦ τραγικοῦ Μέροπος(悲剧梅罗普斯的)名词化,构成一个宾格名词短语,意为“悲剧梅罗普斯(所遭遇的事)”,作为动词 πέπονθας(经历、遭受)的直接宾语。
  3. 465bἂν μὴ τὸ χρώμενον εὐχάριστον ᾖ τοῖς ἔχουσι — 由连词 ἂν μὴ(如果不)引导的条件从句。中性现在分词 τὸ χρώμενον(使用者,即心灵或心态)作主语,形容词 εὐχάριστον(满意的、感恩的)作表语。与格 τοῖς ἔχουσι(对于拥有者)表示基准或利害关系。
  4. 465dοὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ... ἐξαιρῶν — 句子的主语是带冠词的分词短语 ὁ ... ἐξαιρῶν(消除者),而 οὐδὲν βελτίων ἰατρὸς(绝非更好的医生)作谓语。οὐδὲν 作副词,起加强否定(一点也不)的作用。比较级 βελτίων 指的是与前文提到的治疗身体的医生进行对比。
  5. 465fὡς μᾶλλον ὑπʼ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας — 连词 ὡς 引导宾格分词 πεφυκότας(天生具有……本性),表示主观原因(即伊壁鸠鲁所认为的原因)。πεφυκότας 修饰前面的宾格名词 τοὺς φιλοτίμους καὶ φιλοδόξους(好名望与荣誉者),并支配不定式 ταράττεσθαι(被扰乱)和 κακοῦσθαι(受害)。

引用这一段

普鲁塔克, 论心境安宁 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。