Humanitext Reader

普鲁塔克 · 论心境安宁 §20

作为神圣节日的生命与宇宙神殿

第 13 段,共 13 段 · 希腊语

内容简介

引用迪奥根尼的话,指出宇宙是神圣的殿堂,生命本身就是最完美的节日。作者批评大众只等待外在、人工的节日,却用忧郁和焦虑玷污了神所赐予的、作为伟大节日的生命。

§20ἄγαμαι δὲ καὶ τοῦ Διογένους, ὃς τὸν ἐν Λακεδαίμονι, ξένον ὁρῶν παρασκευαζόμενον εἰς ἑορτήν τινα καὶ φιλοτιμούμενον ἀνὴρ δʼ εἶπεν ἀγαθὸς οὐ πᾶσαν ἡμέραν ἑορτὴν ἡγεῖται καὶ πάνυ γε λαμπράν, εἰ σωφρονοῦμεν, ἱερὸν γὰρ ἁγιώτατον ὁ κόσμος ἐστὶ καὶ θεοπρεπέστατον·
我也赞赏迪奥根尼,他看到一个在拉刻代蒙的外邦人正为某个节日做准备并争强好胜,便说:“一个好人难道不把每一天都当作节日吗? ”如果我们有智慧,这确实是一个非常辉煌的节日。
εἰς δὲ τοῦτον ὁ ἄνθρωπος εἰσάγεται διὰ τῆς γενέσεως οὐ χειροκμήτων. οὐδʼ ἀκινήτων ἀγαλμάτων θεατής, ἀλλʼ οἷα νοῦς θεῖος αἰσθητὰ νοητῶν μιμήματα, φησὶν ὁ Πλάτων, ἔμφυτον ἀρχὴν ζωῆς ἔχοντα καὶ κινήσεως ἔφηνεν, ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ποταμοὺς νέον ὕδωρ ἐξιέντας ἀεὶ καὶ γῆν φυτοῖς τε καὶ ζῴοις τροφὰς ἀναπέμπουσαν.
因为宇宙是最神圣、最配得上神的殿堂;人通过出生被引入其中,不是作为人手所造或静止不动的雕像的旁观者,而是作为神圣心智所展现之物的旁观者——如柏拉图所说,这些是可知事物的感性模仿,拥有与生俱来的生命和运动原理:太阳、月亮、星辰,以及不断流出新水的河流,和为植物和动物送上养分的大地。
ὧν τὸν βίον μύησιν ὄντα καὶ τελετὴν τελειοτάτην εὐθυμίας δεῖ μεστὸν εἶναι καὶ γήθους.
既然生命是对这些事物的入门与最完美的仪式,它就应当充满平静和喜悦。
οὐχ ὥσπερ οἱ πολλοὶ Κρόνια καὶ Διάσια καὶ Παναθήναια καὶ τοιαύτας ἄλλας ἡμέρας περιμένουσιν; ἵνʼ ἡσθῶσι καὶ ἀναπέμψωσιν ὠνητὸν γέλωτα, μίμοις καὶ ὀρχησταῖς μισθοὺς τελέσαντες.
而不像普通大众那样,等待着克罗尼亚节、迪亚西亚节、帕纳辛奈节以及其他类似的节日,以便通过给模仿艺人和舞者支付报酬,来享受并发出买来的笑声?
εἶτʼ ἐκεῖ μὲν εὔφημοι καθήμεθα κοσμίως· οὐδεὶς γὰρ ὀδύρεται μυούμενος οὐδὲ θρηνεῖ Πύθια θεώμενος ἢ πίνων ἐν Κρονίοις·
然后,在那些节日里,我们规规矩矩地肃静坐着;因为没有人在接受启蒙仪式时哀叹,也没有人在观看皮提亚竞技会或在克罗尼亚节畅饮时悲泣。
ἃς δʼ ὁ θεὸς ἡμῖν ἑορτὰς χορηγεῖ καὶ μυσταγωγεῖ καταισχύνουσιν, ἐν ὀδυρμοῖς τὰ πολλὰ καὶ βαρυθυμίαις καὶ μερίμναις ἐπιπόνοις διατρίβοντες.
然而,对于神为我们提供并引导我们加入的节日,他们却在哀叹、沮丧和痛苦的忧虑中度过大部分时间,从而玷污了这些节日。
καὶ τῶν μὲν ὀργάνων χαίρουσι, τοῖς ἐπιτερπὲς ἠχοῦσι καὶ τῶν ὀρνέων τοῖς ᾄδουσι, καὶ τὰ παίζοντα καὶ σκιρτῶντα τῶν ζῴων ἡδέως ὁρῶσι, καὶ τοὐναντίον ὠρυομένοις καὶ βρυχωμένοις καὶ σκυθρωπάζουσιν· ἀνιῶνται τὸν δʼ ἑαυτῶν βίον ἀμειδῆ καὶ κατηφῆ καὶ τοῖς ἀτερπεστάτοις καὶ πάθεσι καὶ πράγμασι καὶ φροντίσι μηδὲν πέρας ἐχούσαις πιεζόμενον ἀεὶ καὶ συνθλιβόμενον ὁρῶντες, οὐχ ὅπως αὐτοὶ μὲν ἑαυτοῖς ἀναπνοήν τινα καὶ ῥᾳστώνην πορίζουσί ποθὲν, ἀλλʼ οὐδʼ ἑτέρων παρακαλούντων προσδέχονται λόγον, χρώμενοι καὶ τοῖς παροῦσιν ἀμέμπτως συνοίσονται καὶ τῶν γεγονότων εὐχαρίστως μνημονεύσουσι, καὶ πρὸς τὸ λοιπὸν ἵλεων τὴν ἐλπίδα καὶ φαιδρὰν ἔχοντες ἀδεῶς καὶ ἀνυπόπτως προσάξουσιν.
虽然他们喜爱发出悦耳声音的乐器和歌唱的鸟类,乐于看到动物戏耍和跳跃,相反,对那些号叫、怒吼和面容阴郁的动物感到痛苦;然而,当看到自己的生活毫无笑容、死气沉沉,并且总是被最不愉快的情感、事务和无休止的忧虑所压迫和折磨时,他们不仅不为自己寻得某种喘息和轻松的机会,甚至连别人劝导的话语也不愿接受——如果运用这些话语,他们既能毫无怨言地适应现状,又能心怀感激地回忆过去,并且对于未来,保持温和与明朗的希望,毫无畏惧和怀疑地前行。

词汇与语法注释

  1. 477cἀνὴρ δʼ ἀγαθὸς οὐ πᾶσαν ἡμέραν ἑορτὴν ἡγεῖται; — 尽管在一些手稿中该句被传抄为陈述句,但在语境中,将其解释为迪奥根尼所提出的反问句更为自然:“一个好人难道不把每一天都当作节日吗?”
  2. 477dὧν τὸν βίον μύησιν ὄντα — 属格关系代词 ὧν 以先前提到之宇宙奇观(太阳、月亮、大地等)为先行词,修饰“生命(βίος)”。它包含“作为对这些事物的入门与观照的生命”这一双重含义。
  3. 477fοὐχ ὅπως ... ἀλλʼ οὐδʼ ... — 关联结构 οὐχ ὅπως ... ἀλλ' οὐδ' 意为“不仅不……甚至连……也不”。它形成了强烈的否定对比:“他们不仅不为自己寻求轻松,甚至连别人的话语也不愿接受。”
  4. 477fχρώμενοι — 此处怀疑有文本脱漏,通常会补入关系代词 ᾧ 读作 ᾧ χρώμενοι(若运用它)。分词 χρώμενοι 表示条件(“如果运用[理性的言语]”),后续的未来直说发 συνοίσονται 等起到了归结句的作用。

引用这一段

普鲁塔克, 论心境安宁 §20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。