Humanitext Reader

普鲁塔克 · 论心境安宁 §16

预见逆境与保持平静的理性准备

第 10 段,共 13 段 · 希腊语

内容简介

作者指出人类的生命在诞生之初便混杂了相反情感的种子,因此理性地为意料之外的事做好准备对维持平静至关重要,并结合阿那克萨哥拉、波修斯和奥德修斯的例子进行论证。

§16ὥστε τούτων ἑκάστου σπέρματα τῶν παθῶν ἀνακεκραμένα δεδεγμένης ἡμῶν τῆς γενέσεως καὶ διὰ τοῦτο πολλὴν ἀνωμαλίαν ἐχούσης, εὔχεται μὲν ὁ νοῦν ἔχων τὰ βελτίονα προσδοκᾷ δὲ καὶ θάτερα, χρῆται δʼ ἀμφοτέροις τὸ ἄγαν ἀφαιρῶν οὐ γὰρ μόνον ὁ τῆς αὔριον ἣκιστα δεόμενος ὥς φησιν Ἐπίκουρος· ἥδιστα πρόσεισι πρὸς τὴν αὔριον· ἀλλὰ καὶ πλοῦτος εὐφραίνει καὶ δόξα καὶ δύναμις καὶ ἀρχή, καὶ μάλιστα τοὺς ἣκιστα τἀναντία ταρβοῦντας.
因此,既然我们的诞生接纳了这些(相反)情感中每一种的混合种子,并因而具有极大的不平衡性,有理智的人在祈求较好的事物的同时,也预料着另一方,并通过消除过度的成分来利用这两者。 因为,正如伊壁鸠鲁所说,不仅是“最不需要明天的人,最愉快地走向明天”,财富、名声、力量和权位也能带来快乐,尤其是对那些最不害怕其对立面的人。
ἡ γὰρ σφοδρὰ, περὶ ἕκαστον ἐπιθυμία σφοδρότατον φόβον ἐμποιοῦσα τοῦ μὴ παραμένειν; ἀσθενῆ τὴν χάριν ποιεῖ καὶ ἀβέβαιον ὥσπερ φλόγα καταπνεομένην.
因为对每样事物的强烈渴望,会注入一种对无法持久的极度恐惧,从而使那份快乐变得微弱而动摇,就像风中的火焰一样。
ᾧ δὲ δίδωσι πρὸς τὴν τύχην ἀδεῶς καὶ ἀτρόμως εἰπεῖν ὁ λογισμὸς "ἡδὺ μὲν ἄν τι φέρῃς, ὀλίγον δʼ ἄχος ἂν ἀπολείπῃς," τοῦτον ἥδιστα ποιεῖ χρῆσθαι τοῖς παροῦσι τὸ θαρραλέον καὶ μὴ δεδιὸς αὐτῶν τὴν ἀποβολὴν ὡς ἀφόρητον.
但对于理性允许他毫无畏惧、毫不颤抖地对命运说: “你若带来什么,那是令人愉快的;你若留下什么,痛苦也是微乎其微的”那个人来说,那种无畏且不把失去这些东西视为不可忍受的心态,能使他最愉快地利用眼前的一切。
ἔξεστι γὰρ τὴν Ἀναξαγόρου διάθεσιν, ἀφʼ ἧς ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς ἀνεφώνησεν ᾔδειν θνητὸν γεννήσας, μὴ θαυμάζοντας μόνον ἀλλὰ καὶ μιμουμένους ἐπιλέγειν ἑκάστῳ τῶν τυχηρῶν οἶδα τὸν πλοῦτον ἐφήμερον ἔχων καὶ οὐ βέβαιον· οἶδα τὴν ἀρχὴν ἀφελέσθαι δυναμένους τοὺς δεδωκότας· οἶδα τὴν γυναῖκα χρηστὴν γυναῖκα δʼ οὖσαν καὶ τὸν φίλον ἄνθρωπον ὄντα, φύσει εὐμετάβολον ζῷον ὡς ὁ Πλάτων εἶπεν.
因为我们不仅可以钦佩,还可以模仿阿那克萨哥拉的心态——他因这种心态在孩子去世时喊道: “我知道我生下的是个凡人”——并对每一件受运气支配的事物补充道:“我知道我拥有的财富是短暂且不稳固的;”“我知道那些赐予我权力的人也能将其夺走;”“我知道我的妻子是贤惠的,但终究是个女人;而我的朋友是个人,如柏拉图所说,是天性易变的动物。
αἱ γὰρ τοιαῦται παρασκευαὶ καὶ διαθέσεις, ἐάν τι συμβῇ τῶν ἀβουλήτων μὲν οὐκ ἀπροσδοκήτων δέ, μὴ δεχόμεναι τὸ οὐκ ἂν ᾤμην καὶ τὸ ἄλλʼ ἤλπιζον καὶ τὸ ταῦτʼ οὐ προσεδόκων, οἷον πηδήματα καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσι καὶ ταχὺ πάλιν τὸ μανιῶδες καὶ ταραττόμενον ἱδρύουσιν.
”因为这样的准备和心态,即使发生了不合意但并非意料之外的事,由于不接受诸如“我没料到会这样”、“我还指望别的呢”以及“我没预料到这事”之类的话,便能消除所谓的惊慌心悸,并且很快重新平息狂躁与不安。
ὁ μὲν οὖν Καρνεάδης ἐπὶ πραγμάτων μεγάλων ὑπεμίμνησκεν, ὅτι πᾶν καὶ ὅλον ἐστὶν εἰς λύπην καὶ ἀθυμίαν τὸ ἀπροσδόκητον.
因此,卡尔内阿德斯在重大事务中常提醒人们,出乎意料乃是带来痛苦与沮丧的全部和根本原因。
ἡ γὰρ Μακεδόνων βασιλεία τῆς Ῥωμαίων ἡγεμονίας πολλοστημόριον ἦν· ἀλλὰ Περσεὺς μὲν ἀποβαλὼν Μακεδονίαν αὐτός τε κατεθρήνει τὸν ἑαυτοῦ δαίμονα καὶ πᾶσιν ἐδόκει δυστυχέστατος ἀνθρώπων γεγονέναι καὶ βαρυποτμότατος·
因为马其顿帝国只是罗马帝国的一个极小部分;然而波修斯在失去马其顿后,不仅哀叹自己的命运,而且在众人看来成了人类中最不幸、命运最悲惨的人。
ὁ δὲ τούτου κρατήσας Αἰμίλιος ἑτέρῳ παραδιδοὺς τὴν ὁμοῦ τι γῆς καὶ θαλάττης ἄρχουσαν δύναμιν ἐστεφανοῦτο καὶ ἔθυεν, εὐδαιμονιζόμενος εἰκότως.
而击败他的埃米利乌斯,在将几乎统治陆地和海洋的权力移交给另一人时,却戴着花冠并献祭,理所当然地被赞誉为幸福之人。
οὗτος μὲν γὰρ ᾔδει λαμβάνων ἀρχὴν ἀποδοθησομένην, ἐκεῖνος δʼ ἀπέβαλε μὴ προσδοκήσας.
因为前者在接受权力时就知道它是要归还的,而后者失去它则是由于未曾预料到。
εὖ δὲ καὶ ὁ ποιητὴς οἷόν ἐστι τὸ, παρὰ προσδοκίαν ἐδίδαξεν· ὁ γὰρ Ὀδυσσεὺς τοῦ μὲν κυνὸς θανόντος ἐξεδάκρυσε, τῇ δὲ γυναικὶ κλαιούσῃ παρακαθήμενος οὐδὲν ἔπαθε τοιοῦτον· ἐνταῦθα μὲν γὰρ ἀφῖκτο τῷ λογισμῷ τὸ πάθος ὑποχείριον ἔχων καὶ προκατειλημμένον, εἰς δʼ ἐκεῖνο μὴ προσδοκήσας ἀλλʼ ἐξαίφνης διὰ τὸ παράδοξον ἐνέπεσε.
诗人在展示什么是出乎意料的事情上也教导得很妙:因为奥德修斯在狗死去时落了泪,但坐在哭泣的妻子身旁时却完全没有受到这种情感的影响;因为在后一种情况下,他在到来时其情感已受理性控制且有所防备,而在前一种情况下,他未曾预料,因突如其来的反常状况而陷入其中。

词汇与语法注释

  1. 474cδεδεγμένης ἡμῶν τῆς γενέσεως — 属格绝对结构。`τῆς γενέσεως` 为逻辑主语,`δεδεγμένης` 为分词,`ἡμῶν` 为修饰 `τῆς γενέσεως` 的物主属格。分词的直接宾语为 `τούτων ἑκάστου σπέρματα τῶν παθῶν ἀνακεκραμένα`(这些情感中每一种的混合种子)。
  2. 474dᾧ δὲ δίδωσι — 关系代词 `ᾧ`(与格)指向主句中的宾格 `τοῦτον`,构成“对于(理性)允许其……的人”这一限定/条件性关系从句。主句动词 `ποιεῖ`(使)的主语是中性形容词和分词的名词化结构 `τὸ θαρραλέον καὶ μὴ δεδιὸς...`(无畏且不惧怕的心态)。
  3. 474dμὴ θαυμάζοντας μόνον ἀλλὰ καὶ μιμουμένους — 宾格分词,用作不定式 `ἐπιλέγειν` 的逻辑主语(泛指我们),而该不定式本身是无人称动词 `ἔξεστι`(可以)的主语。这些宾格分词的直接宾语是前文的 `τὴν Ἀναξαγόρου διάθεσιν`(阿那克萨哥拉的心态)。
  4. 474eἔχων — 紧跟在表示知晓的动词 `οἶδα`(我知道)之后的分词。在用分词引导间接陈述的结构中,由于分词的逻辑主语与主句主语(第一人称单数)一致,因而采用主格分词 `ἔχων`。与之相对,下一句中则使用宾格分词 `δυναμένους`,因为其逻辑主语与主句主语不同。

引用这一段

普鲁塔克, 论心境安宁 §16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。