Humanitext Reader

普鲁塔克 · 论心境安宁 §11-12

洞察他人内在困境与戒除非分之图

第 7 段,共 13 段 · 希腊语

内容简介

作者告诫读者不要被他人外表的显赫所迷惑,而应透视其内在的烦恼以减轻怨恨。同时,他指出超越自身能力去追求不可能之物,并在失败后怨天尤人,才是损害心灵平宁的愚蠢根源。

§11οὐ μὴν ἀλλʼ ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς αὑτοὺς ὑπʼ ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζηλον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον, οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις, ὅσον ἀνιᾶται τοῖς ἀλλοτρίοις ἀγαθοῖς·
然而,由于我们的愚蠢,我们更习惯于为别人而活,而不是为自己而活,而且人性中蕴含着极大的嫉妒与恶意,以至于对自己的拥有不感到那么高兴,反而因他人的幸福而倍感痛苦。
μὴ μόνον ὅρα τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλʼ ἀνακαλύψας καὶ διαστείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν, ἐντὸς γενοῦ καὶ κατόψει πολλὰ δυσχερῆ καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς.
因此,不要只看那些被你羡慕和崇拜的人的灿烂和显赫之处,而是要揭开并拨开他们那如同花哨幕布般的花衔与外表,深入其中,你就会看到他们内部其实存在着许多烦恼与不快。
ὁ γοῦν Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους· ἐπελθοῦσα δʼ ἡ γυνὴ μετʼ ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν·
就拿著名的庇塔科斯来说,尽管他在勇敢、智慧和公正方面享有盛誉,但有一次他在宴请外邦宾客时,他的妻子却愤怒地闯进来,掀翻了桌子。
τῶν δὲ ξένων διατραπέντων ἑκάστῳ τι ἔφη ἡμῶν κακὸν ἔστιν· ᾧ δὲ τοὐμόν, ἄριστα πράττει.
宾客们惊惶失措,他却说: “我们每个人都有某种不幸(痛苦);而承受我的不幸的人,其实过得最好。
" οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, ἐπὰν δʼ ἀνοίξῃ τὴν θύραν, τρισάθλιος· γυνὴ κρατεῖ πάντων, ἐπιτάσσει, μάχετʼ ἀεί.
” “此人在广场上被视为幸福之人,可一旦打开家门,却是极其悲惨;妻子统治一切,发号施令,整天争吵。
ἀπὸ πλειόνων ὀδυνᾶτʼ, ἐγὼ δʼ ἀπʼ οὐδενός.
他因诸多琐事而痛苦,而我却无忧无虑。
" τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ πρόσεστιν ἄδηλα τοῖς πολλοῖς· ἐπιπροσθεῖ γὰρ ὁ τῦφος.
” 财富、名誉和王权之中也伴随着许多这样不为大众所知的苦恼,因为虚荣心遮蔽了人们的视线。
"ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον" ἔξωθεν οὗτος.
“哦,幸福的阿特柔斯之子,运命的宠儿,幸运的化身。
ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρατιᾶς περικεχυμένης·
” 这是外在的赞美,被武器、战马和军队所环绕。
αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι "Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.
然而,内心情感的呼声却从内部对那虚荣的名声作出了反证: “克罗诺斯的大儿子宙斯用沉重的灾祸将我牢牢束缚。
" καὶ " ζηλῶ σε, γέρον, ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρασʼ ἀγνὼς, ἀκλεής.
” 而且: “我羡慕你,老人,我更羡慕那些度过了没有危险、无名且无声誉的一生的人。
" ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλοντος.
” 因此,通过这些反思,我们也可以从对运命的怨恨中汲取(减轻)一部分,因为羡慕邻人的境遇会贬低并击垮我们自己的生活。
§12οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτʼ ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν αὑτῶν ἀβελτερίαν.
因此,最损害心情舒畅的事情,莫过于不根据自己潜在的能力来调配冲动(如调整船帆一般),反而在希望中觊觎更大的事物,随后在失败时去责怪神灵和运命,而不是自己本身的愚蠢。
οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγωὸν κυνηγετεῖν δυστυχής ἐστιν οὐδʼ ὁ γρίφοις καὶ σαγήναις ἐλάφους μὴ λαμβάνων οὐδʼ οἷς δαίμων οὐκ ἐναντιοῦται μοχθηρός, ἀλλʼ ἀβελτερίᾳ καὶ μωρίᾳ τοῖς ἀδυνάτοις ἐπιχειροῦσα.
因为,想要用犁射箭、用牛捕兔的人并不算不运,那些用渔网和拖网捕不到鹿的人也不算不幸,更不是什么恶神在与他们作对;相反,是他们企图挑战不可能之事的愚蠢和疯狂。
αἴτιον δʼ ἡ φιλαυτία μάλιστα, φιλοπρώτους ποιοῦσα καὶ φιλονίκους;
而其主要原因在于自私自利(自爱),这使他们凡事都想争第一,好胜心切,贪得无厌地想攫取一切。
ἐν πᾶσι καὶ πάντων ἐπιδραττομένους ἀπλήστως οὐ γὰρ πλούσιοι μόνον ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι βασιλέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν, ἀλλʼ εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ ἀλεκτρυόνας ἀθυμοῦσι.
因为他们不仅要求自己既富有,又雄辩、强壮、善于交际、风趣,同时还是君王的朋友、城邦的统治者,甚至如果他们没有在品质上数一数二的猎犬、骏马、鹌鹑和公鸡,他们也会感到沮丧。
Διονύσιος; ὁ πρεσβύτερος οὐκ ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων, ἀλλʼ ὅτι· Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον ᾖδε μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι Πλάτωνος, ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δʼ ἀπέδοτο πέμψας εἰς Αἴγιναν.
老狄奥尼修斯并不满足于做当时最伟大的僭主,反而因为自己的歌声没能超过诗人菲洛克塞努斯,在辩论中也未能战胜柏拉图,便勃然大怒、暴跳如雷,将前者关进了石料厂,将后者卖到了艾吉纳。
οὐ τοιοῦτος δʼ ὁ Ἀλέξανδρος, ἀλλʼ ἐπεὶ Κρίσων ὁ σταδιοδρόμος ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν ἑκὼν παρεῖναι, σφόδρα διηγανάκτησεν, εὖ δὲ καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼν "τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων" ἐπήνεγκεν "ἐν πολέμῳ· ἀγορῇ δὲ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι" Μεγάβυζον δὲ τὸν Πέρσην εἰς τὸ ζωγραφεῖον ἀναβάντα τὸ Ἀπελλοῦ καὶ λαλεῖν ἐπιχειρήσαντα περὶ τῆς τέχνης ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών ἕως μὲν ἡσυχίαν ἦγες, ἐδόκεις τις εἶναι διὰ τὰ χρυσία καὶ τὴν· πορφύραν, νυνὶ δὲ καὶ ταυτὶ τὰ τρίβοντα τὴν ὤχραν παιδάρια καταγελᾷ σου φλυαροῦντος.
然而亚历山大却并非如此;当短跑运动员克里松在与他赛跑时似乎故意放水让他获胜,亚历山大便感到极其愤慨。 同样,富有诗意气质的阿喀琉斯也极好地先作了铺垫: “在身着青铜铠甲的阿开亚人中,没有一个人像我这样” 接着又补充道: “在战争中;但在辩论(议事)中,其他人更强。 ” 当波斯人梅加比佐斯走进阿佩莱斯的画室,并试图对绘画艺术高谈阔论时,阿佩莱斯制止了他,并说: “当你保持沉默时,因着你的金饰和紫袍,你看起来还算是个大人物;但现在,连这些正在研磨黄土的孩子都在嘲笑你的胡言乱语。
ἀλλʼ ἔνιοι τοὺς μὲν Στωικοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρʼ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρεῖον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον αὑτοὺς δὲ πάντων ἀξιοῦσι τούτων, κἂν μὴ τυγχάνωσιν, ἀνιῶνται.
” 然而,有些人听到斯多葛学派认为他们的智者不仅聪慧、公正、勇敢,而且还被称为演说家、诗人、将军、富翁和国王时,以为他们是在开玩笑;可是,他们自己却把所有这些都要求于自身,一旦无法得到便痛苦万分。
καίτοι καὶ τῶν θεῶν ἄλλος ἄλλην ἔχων δύναμιν, ὁ μὲν ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος; ἐπονομάζεται καὶ τὴν Ἀφροδίτην ὁ Ζεύς, ὡς οὐ μετὸν αὐτῇ πολεμικῶν ἔργων, ἐπὶ γάμους ἀποστέλλει καὶ θαλάμους.
然而,即使是神明,也各自拥有不同的神力,有的被称为“战神”,有的被称为“预言之神”,有的被称为“财富之神”;而宙斯,因阿佛洛狄忒与战争事务无缘,便将她打发去主管婚礼和闺房之事。

词汇与语法注释

  1. 471dἀπαρύτειν τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου — 动词不定式 `ἀπαρύτειν` 缺少明确的直接宾语,属格短语 `τοῦ ... μεμψιμοίρου` 起到部分属格(partitive genitive)的作用,表示“从对运命的怨言中汲取走(减轻)一部分”。
  2. 10τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν ὁρμαῖς — 在句中充当主语的冠词不定式从句 `τὸ μὴ ... χρῆσθαι ...` 的一部分。修饰与格名词 `ὁρμαῖς` 的形容词 `συμμέτροις` 被介词短语 `πρὸς τὴν ὑποκειμένην δύναμιν`(与潜在能力相称)大大隔开,形成了倒装/离隔(hyperbaton)结构。
  3. 471dἐφιεμένους — 现在分词的宾格复数形式,与冠词不定式结构中被设想为宾格的暗示主语(人们或我们)保持一致。它支配属格宾语 `μειζόνων`(更大的事物)。
  4. 471eοὐδʼ οἷς δαίμων οὐκ ἐναντιοῦται μοχθηρός — 前文的否定词 `οὐδʼ` 与关系从句内部的 `οὐκ` 相结合,表达了强烈的对比关系:“也不是恶神在与他们作对[而是……]”。虽然 `οὐκ` 乍看之下显得多余,但它实际上起到了加强主句否定语气、把否定范围波及到从句的作用。

引用这一段

普鲁塔克, 论心境安宁 §11-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg096.humanitext-grc2:11-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。