Humanitext Reader

普鲁塔克 · 论控制愤怒 §9

克制愤怒的统治者轶事与真正的强大

第 6 段,共 12 段 · 希腊语

内容简介

芬达努斯分享了历史上的国王和僭主温和对待愤怒与侮辱的轶事和名言,以此论证战胜愤怒才是真正的力量,也是符合统治者身份的高贵美德。

§9ΦΟΥΝΔ.τὰ μὲν οὖν φαῦλα παραδείγματα τὴν θέαν οὐκ εὔχαριν ἀλλʼ ἀναγκαίαν μόνον εἶχε·
芬达努斯:因此,那些反面的例子虽然看起并不令人愉悦,但作为警示却是不可或缺的。
τοὺς δʼ ἠπίως καὶ λείως ὁμιλοῦντας ὀργαῖς κάλλιστα μὲν ἀκούσματα κάλλιστα δὲ θεάματα ποιούμενος, ἄρχομαι καταφρονεῖν τῶν λεγόντων· "ἄνδρʼ ἠδίκησας·
然而,当我把那些在面对愤怒时态度温和、平顺的人视作最美妙的见闻时,我便开始鄙视那些口出此言的人:“你伤害了一个男子汉;男子汉怎能容忍此事?
ἄνδρʼ ἀνεκτέον τόδε; " καὶ "βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε, καὶ πέλα χθονί," καὶ τἄλλα παροξυντικά, διʼ ὧν ἔνιοι τὸν θυμὸν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀνδρωνῖτιν οὐκ εὖ μετοικίζουσιν.
” 以及“用脚跟踩下去,踩在他的脖子上,把他逼近地面,” 还有其他各种煽动性的言论。 有些人正是通过这些话,不恰当地将愤怒从妇女的居所搬到了男子的厅堂。
ἡ γὰρ ἀνδρεία κατὰ τἄλλα τῇ δικαιοσύνῃ συμφερομένη περὶ μόνης μοι δοκεῖ διαμάχεσθαι τῆς πραότητος, ὡς αὐτῇ μᾶλλον προσηκούσης.
因为,在其他方面与正义相一致的勇敢,在我看来唯独在温和这一品质上与正义有所争执,仿佛温和更属于勇敢自身。
ἀνθρώπων μὲν γὰρ κρατῆσαι καὶ χείροσι βελτιόνων ὑπῆρξε, τὸ δʼ ἐν ψυχῇ στῆσαι κατὰ θυμοῦ τρόπαιον ʽ ᾧ χαλεπὸν εἶναι διαμάχεσθαι φησὶν Ἡράκλειτος ὅ τι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται μεγάλης ἐστὶ καὶ νικητικῆς ἰσχύος, ὥσπερ νεῦρα καὶ τόνους ἀληθῶς ἐπὶ τὰ πάθη τὰς κρίσεις ἐχούσης.
因为战胜他人,即便较差的人对较优的人也曾做到过;但在灵魂中树立战胜愤怒的胜利纪念碑(赫拉克利特曾说“与愤怒战斗是困难的,因为无论它想要什么,都是以灵魂为代价换来的”),则属于一种伟大且具有征服力的力量,这种力量仿佛将正确的判断作为真正的肌腱和张力来对抗激情。
διὸ καὶ συνάγειν ἀεὶ πειρῶμαι καὶ ἀναγιγνώσκειν οὐ ταῦτα δὴ μόνον τὰ τῶν φιλοσόφων, οὕς φασι χολὴν οὐκ ἔχειν οἱ νοῦν οὐκ ἔχοντες, ἀλλὰ μᾶλλον τὰ τῶν βασιλέων καὶ τυράννων οἷον Ἀντιγόνου τὸ πρὸς τοὺς στρατιώτας τοὺς παρὰ τὴν σκηνὴν λοιδοροῦντας αὐτὸν ὡς οὐκ ἀκούοντα·
因此,我也总是试图收集并阅读那些哲学家的名言,尽管那些没有头脑的人说哲学家没有胆汁(脾气),但我更愿意去读那些国王和僭主的话。 例如安提柯对待那些在他帐篷旁辱骂他、以为他听不见的士兵的态度。
τὴν βακτηρίαν γὰρ ὑποβαλὼν ἔξω παπαί εἶπεν οὐ πορρωτέρω ποι τραπόμενοι κακῶς ἐρεῖθʼ ἡμᾶς;
他把手杖伸到外面,说道:“哎呀,你们不能走到更远一点的地方去说我们的坏话吗?
Ἀρκαδίωνος δὲ τοῦ Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶς λέγοντος καὶ φεύγειν παραινοῦντος "εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον" εἶτά πως ἐν Μακεδονίᾳ φανέντος, ᾤοντο δεῖν οἱ φίλοι κολάσαι καὶ μὴ περιιδεῖν· ὁ δὲ Φίλιππος ἐντυχὼν αὐτῷ φιλανθρώπως καὶ ξένια καὶ δῶρα πέμψας ἐκέλευσεν ὕστερον πυνθάνεσθαι, τίνας λόγους ἀπαγγέλλοι πρὸς τοὺς Ἕλληνας·
”还有阿卡亚人阿尔卡迪翁总是诽谤腓力,并劝人逃跑,“直到逃到那些不知道腓力是谁的地方”,后来他不知怎么出现在了马其顿,腓力的朋友们认为应当惩罚他,不能放任不管;但腓力友好地接见了他,送去礼物,并命令手下随后去打听,他向希腊人转达了怎样的言论。
ὡς δὲ πάντες ἐμαρτύρουν ἐπαινέτην αὐτοῦ γεγονέναι τὸν ἄνδρα θαυμάσιον, ἐγὼ τοίνυν ἔφη βελτίων ἰατρὸς ὑμῶν.
当大家都证实那个人已经变成了腓力极好的赞美者时,腓力说:“那么,我比你们是更好的医生。
ἐν Ὀλυμπίοις δὲ βλασφημίας περὶ αὐτοῦ γενομένης καί τινων λεγόντων, ὡς οἰμῶξαι προσήκει τοὺς Ἕλληνας, ὅτι εὖ πάσχοντες ὑπὸ τοῦ Φιλίππου κακῶς αὐτὸν λέγουσι· τί οὖν ἔφη ποιήσουσιν, ἂν κακῶς πάθωσι;
”当在奥林匹亚运动会上有人对他进行诽谤,有人说希腊人该受惩罚,因为他们受到腓力的恩惠却还说他的坏话,腓力则说:“如果他们受到惩罚,又会做出什么事来呢?
καλὰ δὲ καὶ Πεισιστράτου τὰ πρὸς Θρασύβουλον καὶ Πορσήνα τὰ πρὸς Μούκιον καὶ Μάγα τὰ πρὸς Φιλήμονα·
”皮西特拉图对待色拉西布洛斯、波塞那对待穆基乌斯,以及马加斯对待菲莱蒙的举动也同样令人赞叹。
δημοσίᾳ γὰρ ὑπʼ αὐτοῦ κωμῳδηθεὶς ἐν θεάτρῳ " παρὰ τοῦ βασιλέως γράμμαθʼ ἣκει σοι, Μάγα.
因为马加斯曾在剧场里被菲莱蒙公开嘲弄:“国王给你来信了,马加斯。
Μάγα κακόδαιμον, γράμματʼ οὐκ ἐπίστασαι·
不幸的马加斯,你连字都不识!
" λαβὼν ὑπὸ χειμῶνος εἰς Παραιτόνιον ἐξενεχθέντα, στρατιώτην μὲν ἐκέλευσε γυμνῇ τῇ μαχαίρᾳ θιγεῖν τοῦ τραχήλου μόνον εἶτα κοσμίως ἀπελθεῖν· ἀστραγάλους δὲ καὶ σφαῖραν ὡς παιδαρίῳ νοῦν οὐκ ἔχοντι προσπέμψας; ἀφῆκε.
”当马加斯因为风暴被吹到帕莱托尼乌姆而被捕时,他只命令一名士兵用出鞘的剑碰一下他的脖子,然后礼貌地退下;随后他送给菲莱蒙骰子和皮球,就像对待一个没有头脑的小孩一样,便放走了他。
Πτολεμαῖος. ; δὲ γραμματικὸν εἰς ἀμαθίαν ἐπισκώπτων ἠρώτησε τίς ὁ τοῦ Πηλέως πατὴρ ἦν·
普托米路斯嘲笑一个文法学家的无知,问他佩琉斯的父亲是谁;那人回答说:“如果您先告诉我拉古斯的父亲是谁。
κἀκεῖνος ἂν σὺ πρότερον εἴπῃς ἔφη τίς ὁ τοῦ Λάγου· τὸ δὲ σκῶμμα τῆς δυσγενείας ἥπτετο τοῦ βασιλέως, καὶ πάντες ἠγανάκτησαν ὡς οὐκ ἐπιτήδειον ὄντα φέρειν· καὶ ὁ Πτολεμαῖος εἰ τὸ φέρειν ἔφη σκωπτόμενον, οὐδὲ τὸ σκώπτειν βασιλικόν ἐστιν.
”这个嘲讽触及了国王出身卑微的痛处,众人皆因其无礼而愤怒,认为不能姑息;普托米路斯则说:“如果容忍他人的嘲弄不配作国王,那么嘲弄他人也同样不是国王的作为。
Ἀλέξανδρος δὲ πικρότερος αὑτοῦ γέγονεν ἐν τοῖς περὶ Καλλισθένη καὶ Κλεῖτον.
”然而亚历山大在对待卡利斯提尼和克雷托斯的事情上,比平时的自己更为残酷。
καὶ, Πῶρος ἁλοὺς παρεκάλει χρήσασθαι· βασιλικῶς αὐτῷ καὶ πυθομένου μή τι πλέον;
而波罗斯被俘后,请求亚历山大“像对待国王一样”对待他,当亚历山大问“还有别的吗?
ἐν τῷ βασιλικῶς ἔφη πάντʼ ἔνεστι.
”,他回答道:“在‘像国王一样’这句话里,已经包含了一切。
διὸ καὶ τῶν θεῶν τὸν βασιλέα μειλίχιον Ἀθηναῖοι δέ· Μαιμάκτην οἶμαι καλοῦσι· τὸ δὲ κολαστικὸν ἐρινυῶδες καὶ δαιμονικόν, οὐ θεῖον οὐδʼ ὀλύμπιον.
”因此,神明之王被称为“温和的(美利奇奥斯)”,而我以为,雅典人则称他为“狂暴的(迈马克特斯)”;但惩罚的属性是复仇女神式的、魔性的,而非神圣的或奥林匹斯式的。

词汇与语法注释

  1. 457dἀνεκτέον — 动形容词 ἀνεκτέος(源自 ἀνέχομαι“忍受”)的中性单数主格形式,在此处作无人称使用,表示“必须忍受”的义务或必要性。
  2. 457dψυχῆς ὠνεῖται — 动词 ὠνέομαι(“购买”)带有表示价格/代价的属格 ψυχῆς(“灵魂”),意为“以灵魂为代价换取”。
  3. 457eὡς οὐκ ἀκούοντα — 连词 ὡς 连同分词 ἀκούοντα 一起,表示行为主体的绝对主观认定或原因(“以为他没听到”)。
  4. 458bεἰ τὸ φέρειν ... οὐδὲ τὸ σκώπτειν — 此处具有高度的省略性,前句中必须在语境中补出否定含义(“如果承受他人的嘲弄[是不配作为国王的]”),以与后半句的 οὐδὲ ... βασιλικόν ἐστιν(“那么嘲弄他人也同样不配作国王”)构成平行对称。

引用这一段

普鲁塔克, 论控制愤怒 §9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。