- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
怒りの無益さと破壊性を指摘し、怒りの代わりに温和さと理性を用いることで、復讐や処罰を安全かつ有益に行うことができることを、歴史的な人物の逸話や比喩を通じて説明する。
ΦΟΥΝΔ.ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε κατασκάψαντος Ὄλυνθον, ἀλλʼ οὐκ ἂν ἀνοικίσαι γε πόλιν ἐκεῖνος δύναιτο τηλικαύτην οὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμὸν ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι1 καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου καὶ Ἀριστείδου καὶ Σωκράτους· τὸ δʼ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδες. οὐ μὴν ἀλλὰ2 καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν διʼ ὀργῆς; τρόπον ἄπρακτον εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθʼ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφʼ ὃ σπεύδει γελοίως. ὅθεν οὐ φαύλως ὁ Ῥόδιος πρὸς ὑπηρέτην τοῦ Ῥωμαίων στρατηγοῦ βοῶντα καὶ θρασυνόμενον οὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇ καὶ τὸν, Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας "ἐκόμπασʼ ἀλοιδόρητα "φησίν "ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων." τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, δʼ ἀνδρεία χολῆς οὐ δεῖται βέβαπται γὰρ ὑπὸ τοῦ λόγου· τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν. ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ λόγος ἐμμένῃ· καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλʼ ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. ὀργὴ δὲ, μυρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον. Ἀγαθοκλῆς; δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ τῶν πολιορκουμένων· καί τινος εἰπόντος κεραμεῦ, πόθεν ἀποδώσεις τοῖς ξένοις τὸν μισθὸν; ἐπιγελάσας αἴκα3 ταύταν ἐξέλω καὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον· ὁ δὲ πρὸς αὐτοὺς καὶ μὴν ἐδόκουν εὐπρόσωπος εἶναι. λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε τοὺς σκώπτοντας, μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν. ὁρῶ δὲ καὶ κυνηγοὺς σφαλλομένους ὑπʼ ὀργῆς μεγάλα καὶ ῥήτορας. Ἀριστοτέλης δʼ ἱστορεῖ Σατύρου τοὺς φίλους ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν λοιδορούμενος. αὐτοὺς δʼ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον; ἀποδιδράσκουσι γὰρ τὰς ἀπειλὰς καὶ τοὺς λόγους δείσαντες. ὅπερ οὖν αἱ τίτθαι πρὸς τὰ παιδία λέγουσι μὴ κλαῖε καὶ λήψῃ, τοῦτο πρὸς τὸν θυμὸν οὐκ ἀχρήστως λεκτέον μὴ σπεῦδε μηδὲ βόα μηδʼ ἐπείγου, καὶ μᾶλλον ἃ θέλεις γενήσεται καὶ βέλτιον καὶ γὰρ παῖδʼ ἰδὼν πατὴρ ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε· καὶ τοῦ θυμοῦ τὴν τιμωρίαν παρελόμενος4 αὐτὸς ἀσφαλῶς καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ ὁ θυμούμενος ἀντʼ ἐκείνου πολλάκις.
フンダヌス:したがって、ある人がオリントスを破壊したフィリッポスについて、「しかし、彼はこれほど大きな都市を再建することはできないだろう」と言ったように、怒りに対しても次のように言うことができます。 「お前は覆し、滅ぼし、打ち倒すことはできるが、再興し、救い、容赦し、耐え忍ぶことは、温和さと寛容と節度の領分であり、カミッルスやメテッルスやアリステイデスやソクラテスの特徴なのだ。しかし、取り込んで噛みつくことは、蟻のようであり、鼠のようである。」 それどころか復讐という点から同時に見てみても、怒りによるやり方はその多くが不首尾に終わるのを私は見出します。それは唇を噛むこと、歯をむき出しにすること、むなしい突撃、そして愚かな脅しを伴う悪口によって消費されてしまい、それから、まるで徒競走での子供たちのように、自制を欠くことによって、急ぎ目指しているゴールの手前で滑稽にも転んでしまうのです。それゆえ、あるロドス人が、大声で叫び傲慢に振る舞うローマの将軍の部下に対して、「お前が何を言うかではなく、あの方が何を黙っているかが私には重要なのだ」と言ったのは優れたことでした。またソポクレスは、ネオプトレモスとエウリュピュロスを武装させて、「悪口を言うことなしに誇り高く、青銅の盾の輪の中へと突き進んだ」と言っています。というのも、異民族の中には鉄(の武器)に毒を塗る者もいますが、勇気は胆汁(怒り)を必要としません。なぜなら勇気は理性によって鍛え上げられているからです。一方、激情を伴う狂気的なものは、脆く壊れやすく、欠陥があります。実際、ラケダイモン人は笛の音によって戦う者たちの怒りを取り除き、理性が保たれるように戦いの前にはムーサたちに生贄を捧げます。そして敵を敗走させても追撃せず、むしろ怒りを呼び戻します。それは適度な大きさの短剣が引き戻しやすく扱いやすいのと同じです。しかし怒りは、復讐を果たす前に無数の人々を滅ぼしてきました。例えばキュロスや、テーバイのペロピダスのように。またアガトクレスは、包囲されている者たちから罵られても穏やかに耐えました。ある人が「陶工め、傭兵たちへの給料をどこから支払うつもりだ?」 と言ったとき、彼は笑って、「もしこの街を占領できたらね」と言いました。アンティゴノスをも、城壁からある者たちがその醜さをからかいました。しかし彼は彼らに対して、「いや、私は自分が美男子だと思っていたのだが」と言いました。そして都市を占領したとき、彼はからかった者たちを奴隷として売り払い、もし再び自分の悪口を言うなら、彼らは自分たちの新しい主人に対して申し開きをしなければならなくなるだろうと言い添えました。また、私は狩猟家たちも弁論家たちも、怒りによって大いに失敗するのを見ています。アリストテレスは次のように記録しています。サテュロスが裁判を行っていた際、彼の友人たちが彼の耳を蝋で塞ぎました。それは彼が敵から罵られて、怒りのために事態を混乱させないためでした。私たち自身も、過ちを犯した奴隷を処罰する機会をしばしば逃してしまうのではないでしょうか。なぜなら奴隷たちは、脅しや言葉を恐れて逃げ出してしまうからです。それゆえ、乳母たちが子供たちに対して、「泣くのをやめなさい、そうすれば貰えますよ」と言うように、怒りに対しても次のように言うのは無駄ではありません。 「急ぐな、叫ぶな、焦るな。そうすれば、お前の望むことはより確実に、より良く実現するだろう」というのも、父親は子供が鉄の道具で何かを分けようとしたり切ろうとしたりしているのを見ると、自分でその道具を受け取ってそれを行ってやります。それと同様に、怒りから復讐を取り上げ、自ら安全にかつ無害に、そして有益に、処罰に値する者を処罰するのであり、怒る者がしばしば相手の代わりに自分自身を傷つけてしまうのとは異なるのです。
- 10πραότητός ἐστι
属格 πραότητός は、非人称的な ἐστί とともに用いられて「〜の性質である」「〜に属する」を意味する叙述的属格(所有属格の拡張)。後続の Καμίλλου 等の固有名詞の属格も同様の構文で並列されている。
- 10οὐ μὴν ἀλλά
強い対比や、前の文脈を認めつつさらに強い主張を導入する慣用的な接続詞句(「それどころか」「とは言えしかし」)。ここでは、怒りの性質としての「噛みつくような卑小さ」から、さらに一歩進めて「復讐の手段としての無効性」へと議論を展開させる役割を果たしている。
- 458eαἴκα
ドーリス方言の αἴ κα(アッティカ方言の εἰ ἄν または ἐάν に相当)であり、接続法 ἐξέλω(ἐξαιρέω「占領する、奪う」のアオリスト能動態)を伴って条件節を形成している。アガトクレスの言葉として、その歴史的背景を反映した方言形がそのまま引用されている。
- 459aτοῦ θυμοῦ τὴν τιμωρίαν παρελόμενος
παραιρέομαι(奪う、取り上げる)は「人(属格・与格)から物(対格)を奪う」という格支配を取る。ここでは τοῦ θυμοῦ が奪格的属格(分離の属格)であり、τὴν τιμωρίαν が対格である。分詞 παρελόμενος(アオリスト中間態)の文脈上の主語は、父親の比喩から導かれる「理性」または「理性的な人間」である。
