§10καὶ ὁ Βόηθος
ποῖον γάρ
εἶπεν
ὦ δαιμόνιε, τῇ φύσει πάθος ὁ χρόνος οὐκ ὀφείλει;
波埃托斯说道: “我亲爱的朋友,时间怎么会不向自然付出灾难作为代价呢?
τί δʼ ἔστι τῶν ἀτόπων καὶ ἀπροσδοκήτων περὶ γῆν ἢ θάλατταν ἢ πόλεις ἢ ἄνδρας, ὅ τις ἂν προειπὼν οὐ τύχοι γενομένου;
在陆地、海洋、城市或人类所发生的光怪陆离和出人意料的事物中,有哪一件是有人预先说出而不会碰巧发生呢?
καίτοι τοῦτό γε σχεδὸν οὐδὲ προειπεῖν ἔστιν ἀλλʼ εἰπεῖν, μᾶλλον δὲ ῥῖψαι καὶ διασπεῖραι λόγους οὐκ ἔχοντας ἀρχὴν εἰς τὸ ἄπειρον·
然而,这几乎谈不上是预言,而只是说说而已,更确切地说,是向无尽的未来投掷并散布没有根据的话语。
οἷς πλανωμένοις ἀπήντησε πολλάκις ἡ τύχη καὶ συνέπεσεν αὐτομάτως.
这些漂泊的话语常常与运气相遇,并自发地重合在一起。
διαφέρει γὰρ οἶμαι γενέσθαι τὸ ῥηθὲν ἢ ῥηθῆναι τὸ γενησόμενον.
因为我认为,说过的事情发生,与将要发生的事情被说出来,是完全不同的。
ὁ γὰρ εἰπὼν τὰ μὴ ὑπάρχοντα λόγος ἐν ἑαυτῷ τὸ ἡμαρτημένον ἔχων οὐ δικαίως ἀναμένει τὴν ἐκ ταὐτομάτου πίστιν οὐδʼ ἀληθεῖ τεκμηρίῳ χρῆται τοῦ προειπεῖν ἐπιστάμενος τῷ μετὰ τὸ εἰπεῖν γενομένῳ, πάντα τῆς ἀπειρίας φερούσης·
因为诉说尚不存在之事的言论本身就包含着错误,它无法理所当然地等待来自偶然的印证,也不能将说过之后发生的事情作为懂得预言的真实证据,因为无限的时间会带来任何事物。
μᾶλλον δʼ δʼ μὲν
εἰκάζων καλῶς,
ὃν
ἄριστον μάντιν
ἀνηγόρευκεν ἡ παροιμία, ἰχνοσκοποῦντι καὶ στιβεύοντι διὰ τῶν εὐλόγων τὸ μέλλον ὅμοιός ἐστι.
相反,那被谚语宣布为‘最优秀预言家’的善于推测之人,更像是通过合理之事去追踪和探寻未来的人。
Σίβυλλαι δʼ αὗται καὶ Βάκιδες ὥσπερ εἰς πόντον ἀτεκμάρτως τὸν χρόνον κατέβαλον καὶ διέσπειραν ὡς ἔτυχε παντοδαπῶν ὀνόματα καὶ ῥήματα παθῶν καὶ συμπτωμάτων·
而这些西比拉们和巴克斯们,就像是毫无凭据地将时间投入大海,并随机散布各种痛苦与巧合的名词和言词。
οἷς, γιγνομένων ἐνίων ἀπὸ τύχης, ὁμοίως ψεῦδός ἐστι τὸ νῦν λεγόμενον, κἂν ὕστερον ἀληθές, εἰ τύχοι, γένηται.
对于这些,即使其中有一些由于运气而实现,现在所说的话也同样是虚假的,哪怕此后它碰巧成真也是一样。
§11τοιαῦτα τοῦ Βοήθου διελθόντος, ὁ Σαραπίων
δίκαιον
ἔφη
τὸ ἀξίωμα περὶ τῶν οὕτως, ὡς λέγει Βόηθος, ἀορίστως καὶ ἀνυποθέτως λεγομένων· εἰ νίκη στρατηγῷ προείρηται, νενίκηκεν·
” 当波埃托斯这样谈完之后,萨拉皮翁说道: “对于像波埃托斯所说的那种无界限且无前提地被说出的话,其原理是正确的:如果预言一位将军会获得胜利,他就胜利了;如果预言一座城市会毁灭,它就毁灭了。
εἰ πόλεως ἀναίρεσις, ἀπόλωλεν
ὅπου δʼ οὐ μόνον λέγεται τὸ γενησόμενον, ἀλλὰ καὶ πῶς καὶ πότε καὶ μετὰ τί καὶ μετά τίνος, οὐκ ἔστιν εἰκασμὸς τῶν τάχα γενησομένων ἀλλὰ τῶν πάντως ἐσομένων προδήλωσις.
但如果不仅说出了将要发生的事,而且还说出了如何、何时、在什么之后以及与谁一起发生,这便不是对或许发生之事的推测,而是对必然会发生之事的预示。
καὶ ταῦτʼ ἔστιν εἰς τὴν Ἀγησιλάου χωλότητα· "
φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα,
μὴ σέθεν ἀρτίποδος βλάψῃ χωλὴ βασιλεία.
而这些正是关于阿格西劳斯的跛足: "斯巴达啊,尽管你非常自豪,但也请留神,不要让你那健全的双足,因跛足的王权而受损。
δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι,
φθισίβροτὸν τʼ ἐπὶ κῦμα κυλινδομένου πολέμοιο
"
καὶ τὰ περὶ τῆς νήσου πάλιν, ἣν ἀνῆκεν ἡ πρὸ Θήρας καὶ Θηρασίας;
因为意料之外的苦难将长期笼罩着你,那随翻滚的战争而来的毁灭人类的巨浪。
θάλασσα· καὶ περὶ τὸν Φιλίππου καὶ Ῥωμαίων πόλεμον· "
ἀλλʼ ὁπότε Τρώων γενεὰ καθύπερθε γένηται
Φοινίκων ἐν ἀγῶνι, τότʼ ἔσσεται ἔργα ἄπιστα· πόντος μὲν λάμψει πῦρ ἄσπετον, ἐκ δὲ κεραυνῶν
πρηστῆρες μὲν ἄνω διὰ κύματος ἀίξουσιν
ἄμμιγα σὺν πέτρᾳ, ἡ δὲ στηρίξεται αὐτοῦ
οὐ φατὸς ἀνθρώποις νῆσος καὶ χείρονες ἄνδρες
χερσὶ βιησάμενοι τὸν κρείσσονα νικήσουσι.
"还有关于由于锡拉和锡拉西亚之前的海水隆起而出现的岛屿的诗句,以及关于腓力和罗马人战争的诗句: "然而,当特洛伊的后裔在与腓尼基人的竞争中占据上风时,那时将会有不可思议的事迹:海洋将闪耀着无比的火焰,而从雷电中狂暴的热风将夹杂着岩石穿过波浪向上飞窜,那里将确立一个人类无法言喻的岛屿,而较差的人将用双手凭武力征服更强者。
"
τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ Ῥωμαίους τε Καρχηδονίων περιγενέσθαι καταπολεμήσαντας Ἀννίβαν, καὶ Φίλιππον Αἰτωλοῖς συμβαλόντα καὶ Ῥωμαίοις μάχῃ κρατηθῆναι, καὶ τέλος ἐκ βυθοῦ νῆσον ἀναδῦναι μετὰ πυρὸς πολλοῦ καὶ κλύδωνος ἐπιζέσαντος, οὐκ ἂν εἴποι τις ὡς ἀπήντησεν ἅμα πάντα καὶ συνέπεσε κατὰ τύχην καὶ αὐτομάτως, ἀλλʼ ἡ τάξις ἐμφαίνει τὴν πρόγνωσιν καὶ τὸ Ῥωμαίοις πρὸ ἐτῶν ὁμοῦ τι πεντακοσίων προειπεῖν τὸν χρόνον, ἐν ᾧ πρὸς ἅπαντα τὰ ἔθνη πολεμήσοιεν ἅμα· τοῦτο δʼ ἦν τὸ πολεμῆσαι τοῖς οἰκέταις ἀποστᾶσιν.
"因为在很短的时间内,罗马人便战胜了迦太基人,击败了汉尼拔;腓力与埃托利亚人和罗马人交战并在战斗中被击败;最后,一座岛屿在烈火和沸腾的巨浪中从深渊中升起。 任何人都不可能说这一切是在同一时间不期而遇、并纯属命运和自发性的巧合,而是其顺序昭示了预知。 还有在几乎五百年前便向罗马人预言了他们将同时与所有民族作战的时间——而这正是与起义的家奴之间的战争。
ἐν τούτοις γὰρ οὐδὲν ἀτέκμαρτον οὐδὲ τυφλὸν ἀμφί τε τύχην ζητεῖν ἐν ἀπειρίᾳ ὁ λόγος ἀλλὰ πολλὰ τῆς πείρας ἐνέχυρα δίδωσι καὶ δείκνυσι τὴν ὁδόν, βαδίζει τὸ πεπρωμένον.
因为在这些事物中,理性绝非毫无根据,也绝非在无限中盲目寻找偶然,而是给出了许多经验的凭证,并指明了道路,命运正依此而行。
οὐ γὰρ οἶμαὶ τινʼ ἐρεῖν, ὅτι μετὰ τούτων ὡς προερρήθη συνέπεσε κατὰ τύχην ἐπεὶ τί κωλύει λέγειν ἕτερον, ὡς προερρήθη οὐκ ἔγραψε τὰς *kuri/as ὑμῖν Ἐπίκουρος, ὦ Βόηθε, δόξας, ἀλλʼ ἀπὸ τύχης καὶ αὐτομάτως οὕτω πρὸς ἄλληλα τῶν γραμμάτων συνεμπεσόντων, ἀπετελέσθη τὸ βιβλίον; ʼ
我认为没有人会说,这些事情如预言般发生只是出于偶然的一致。 因为,如果是这样,有什么能阻止另一个人说,波埃托斯啊,埃庇库罗斯并不是为了你们而有目的地写下了《主要教义》,而是由于字母在偶然和自发之中偶然地拼凑在一起,这本书才得以完成呢? ”