Humanitext Reader

普鲁塔克 · 论德尔斐神谕为何不再用诗体发布 §3-4

德尔斐的空气特性与青铜变色的成因

第 2 段,共 14 段 · 希腊语

内容简介

帖翁将青铜着色的原因归于德尔斐的空气,并引用亚里士多德的学说,展开关于空气的“微细”与“致密”双重属性如何对金属产生物理影响的讨论。

§3τίνʼ οὖν αἰτίαν ἔφη ὁ Διογενιανός;
“那么,”迪奥根尼安努斯说,“你认为这里的青铜色彩是由什么原因造成的呢?
οἴει τῆς ἐνταῦθα τοῦ χαλκοῦ χρόαςγεγονέναι καὶ ὁ Θέων ὅταν ἔφη τῶν πρώτων καὶ φυσικωτάτων καὶ ἐσομένων καὶ ὄντων, πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος, μηδὲν ἄλλο τῷ χαλκῷ πλησιάζῃ μηδʼ ὁμιλῇ πλὴν μόνος ὁ ἀήρ, δῆλός ἐστιν ὑπὸ τούτου πεπονθὼς καὶ διὰ τοῦτον ἐσχηκὼς ἣν ἔχει διαφορὰν ἀεὶ συνόντα καὶ προσκείμενον·
” 帖翁说:“当在最本源、最自然、将要生成及现存的事物(火、土、空气、水)中,除了空气本身,没有其他东西接近或接触青铜时,显然它是受到了它(空气)的影响,并且由于这个始终与它共存并依附于它的空气,才获得了它所具有的独特差异。
ἢ "τουτὶ μὲν ᾕδεις πρὶν Θέογνιν γεγονέναι" κατὰ τὸν κωμικόν, ἣν δʼ ἔχων φύσιν ὁ ἀήρ τε χρώμενος δυνάμει κατὰ τὰς ἐπιψαύσεις ἐπικέχρωκε τὸν χαλκὸν ἐπιθυμεῖς μαθεῖν;
或者,正如喜剧诗人所说, ‘这在西奥格尼斯出生之前你就知道了’,还是说你渴望了解空气具有什么性质,且在接触时通过什么力量,才为青铜着上了这种颜色?
ʼ φήσαντος δὲ τοῦ Διογενιανοῦ, καὶ γὰρ ἐγώ εἶπεν ὦ παῖ·
” 狄奥根尼安努斯表示肯定后,他说:“我也是如此,孩子。
ζητῶμεν οὖν κοινῇ καὶ πρότερον, εἰ βούλει, διʼ ἣν αἰτίαν μάλιστα τῶν ὑγρῶν ἀναπίμπλησιν ἰοῦ τοὔλαιον·
那么,如果你愿意,让我们共同探究,首先,为什么在所有液体中,油最容易使铜长满铜锈?
οὐ γὰρ αὐτόν γε δήπου τῷ χαλκῷ προστρίβεσθαι τὸν ἰόν, ἅτε δὴ καθαρὸν αὐτῷ καὶ ἀμίαντον πλησιάζοντα·
因为铜锈本身绝不是摩擦涂抹在铜上的,毕竟油在接近铜时是纯净无瑕的。
οὐδαμῶς εἶπεν ὁ νεανίας,ἄλλοδʼ αὐτῷ μοι δοκεῖ τούτου τὸ αἴτιον ὑπάρχειν·
” “绝非如此,”年轻人说,“但我认为这有另一个原因:因为落在稀薄、纯净且透明的油中,铜锈最为明显,而在其他液体中则隐没不见。
λεπτῷ γὰρ ὄντι καὶ καθαρῷ καὶ διαυγεῖ προσπίπτων ὁ ἰὸς ἐκφανέστατός ἐστιν, ἐν δὲ τοῖς ἄλλοις ὑγροῖς ἀφανίζεται. ʼ καὶ ὁ Θέων εὖγʼ εἶπεν ὦ παῖ, καὶ καλῶς·
” 帖翁说:“好极了,孩子,说得太好了。
σκόπει δʼ εἰ βούλει καὶ τὴν ὑπʼ Ἀριστοτέλους αἰτίαν λεγομένην ἀλλὰ βούλομαι εἶπε.
如果你愿意,也可以考虑一下亚里士多德所说的原因。 ” “我很想听听,”他说。
φησὶ τοίνυν τῶν μὲν ἄλλων ὑγρῶν ἐπιόντα διέχειν ἀδήλως καὶ διασπείρεσθαι τὸν ἰόν, ἀνωμάλων τῶν πόρων καὶ μανῶν ὄντων·
“那么他说,在其他液体中,侵入的铜锈由于通道不均匀且稀松,会在不知不觉中穿过并消散;而由于油的致密性,它被阻挡留存,并积聚在一起。
τοῦ δʼ ἐλαίου τῇ πυκνότητι στέγεσθαι καὶ διαμένειν ἀθροιζόμενον. ἂν οὖν καὶ αὐτοί τι τοιοῦτον ὑποθέσθαι δυνηθῶμεν, οὐ παντάπασιν ἀπορήσομεν ἐπῳδῆς καὶ παραμυθίας πρὸς τὴν ἀπορίαν.
因此,如果我们自己也能提出某种类似的假说,面对这个难题,我们就不会完全缺乏‘咒语’和‘安慰’。
§4ὡς οὖν ἐκελεύομεν καὶ συνεχωροῦμεν, ἔφη τὸν ἀέρα τὸν ἐν Δελφοῖς, πυκνὸν ὄντα καὶ συνεχῆ καὶ τόνον ἔχοντα διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν καὶ ἀντέρεισιν, ἔτι καὶ λεπτὸν εἶναι καὶ δηκτικόν, ὥς που μαρτυρεῖ καὶ τὰ περὶ τὰς πέψεις τῆς; τροφῆς ἐνδυόμενον οὖν ὑπὸ λεπτότητος καὶ τέμνοντα χαλκὸν ἀναχαράσσειν πολὺν ἰὸν ἐξ αὐτοῦ καὶ γεώδη, στέγειν δὲ τοῦτον αὖ πάλιν καὶ πιέζειν, τῆς πυκνότητος διάχυσιν μὴ διδούσης, τὸν δʼ ὑφιστάμενον αὐτοῦ διὰ πλῆθος ἐξανθεῖν καὶ λαμβάνειν αὐγὴν καὶ γάνωμα περὶ τὴν ἐπιφάνειαν.
” 因此,当我们敦促并表示同意时,他说德尔斐的空气由于山峦的反射与反作用而显得致密、连续且有张力,但它同时又是微细且具刺激性的,关于食物消化的事实似乎也证明了这一点;因此,由于其微细性,它渗入并切开青铜,从中刮出许多土质的铜锈,但另一方面,由于其致密性不容许消散,它又将这铜锈闭锁并压实;而积存在其下的铜锈由于数量众多而外溢,并在表面产生光泽和亮色。
ἀποδεξαμένων δʼ ἡμῶν, ὁ ξένος ἔφη τὴν ἑτέραν ἀρκεῖν ὑπόθεσιν πρὸς τὸν λόγον.
德尔斐的空气在我们赞同之后,那位异乡人说,另一个假说对于这一论点已经足够了。
ἡ δὲ λεπτότης ἔφη δόξει μὲν ὑπεναντιοῦσθαι καὶ πρὸς τὴν λεγομένην πυκνότητα τοῦ ἀέρος, λαμβάνεται δʼ οὐκ ἀναγκαίως· αὐτὸς γὰρ ὑφʼ ἑαυτοῦ παλαιούμενος ὁ χαλκὸς ἀποπνεῖ καὶ μεθίησι τὸν ἰόν, ὃν ἡ πυκνότης συνέχουσα καὶ παχνοῦσα ποιεῖ ἐκφανῆ διὰ τὸ πλῆθος.
“因为微细性,”他说,“似乎与所谓的空气致密性相矛盾,而且这并非必须采纳的假定;因为青铜自身随着老化会自然吐出并释放出铜锈,而致密性将它锁住并凝聚,使其因数量众多而显现出来。
ὑπολαβὼν δʼ ὁ Θέων, τί γάρ εἶπεν ὦ ξένε, κωλύει ταὐτὸν εἶναι καὶ λεπτὸν καὶ πυκνόν, ὥσπερ τὰ σηρικὰ καὶ τὰ βύσσινα τῶν ὑφασμάτων, ἐφʼ ὧν καὶ Ὅμηρος εἶπε "καιροσέων δʼ ὀθονῶν ἀπολείβεται ὑγρὸν ἔλαιον," ἐνδεικνύμενος τὴν ἀκρίβειαν καὶ λεπτότητα τοῦ ὕφους τῷ μὴ προσμένειν τὸ ἔλαιον ἀλλʼ ἀπορρεῖν καὶ ἀπολισθάνειν, τῆς λεπτότητος καὶ πυκνότητος οὐ διιείσης;
” 帖翁接着说道:“异乡人啊,有什么能阻止同一事物既微细又致密呢? 就像丝绸和细麻布织物一样,对此荷马也曾说过: ‘从密织的亚麻布上,湿润的油滴落下来’,这正是借由油无法停留、而是流走滑落这一现象,表明了织物的精密与微细,因为这种微细与致密不容油渗透过去。
καὶ μὴν οὐ μόνον πρὸς τὴν ἀναχάραξιν τοῦ ἰοῦ χρήσαιτʼ ἄν τις τῇ λεπτότητι τοῦ ἀέρος, ἀλλὰ καὶ τὴν χρόαν αὐτὴν ποιεῖν ἔοικεν ἡδίονα καὶ γλαυκοτέραν, ἀναμιγνύουσα τῷ κυάνῳ φῶς καὶ αὑγήν
况且,人们不仅可以用空气的微细性来解释铜锈的刮出,它似乎还能使颜色本身变得更加悦目和蔚蓝,因为它将光芒与亮色融入了深蓝之中。 ”

词汇与语法注释

  1. 395dτουτὶ μὲν ᾕδεις πρὶν Θέογνιν γεγονέναι — 源自喜剧(如阿里斯托芬《鸟》第962行)的谚语式表达,用于讥讽某人说出极其显而易见的事实。在此处,它指的是“空气影响青铜”这一事实过于显而易见,无需多言。
  2. 395fἀνωμάλων τῶν πόρων καὶ μανῶν ὄντων — 属格独立结构。名词 τῶν πόρων(孔隙、通道)受形容词 ἀνωμάλων 与 μανῶν(μανός“稀疏的、粗松的”之复数属格)以及分词 ὄντων 的修饰,表原因。
  3. 396bκαιροσέων δʼ ὀθονῶν — 引用自荷马《奥德赛》(第7卷第107行)。形容词 καιρόεις(καιροσέων 为女性复数属格的伊奥尼亚方言形式)意为“密织的”,在此处用于表示织物的空隙极小。

引用这一段

普鲁塔克, 论德尔斐神谕为何不再用诗体发布 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。