Humanitext Reader

普鲁塔克 · 论德尔斐神谕为何不再用诗体发布 §1-2

德尔斐青铜像的色泽与科林斯青铜

第 1 段,共 14 段 · 希腊语

内容简介

巴西洛克勒斯和菲利努斯讨论了迪奥根尼安努斯之子(那位异乡人)的高尚品格,以及在引导他时产生的热烈讨论。随后,他们探讨了德尔斐青铜雕像独特光泽的奥秘,以及关于科林斯青铜起源的传说。

§1ΒΑΣΙΛΟΚΛΗΣ. ἑσπέραν ἐποιήσατε βαθεῖαν, ὦ Φιλῖνε, διὰ τῶν ἀναθημάτων παραπέμποντες τὸν ξένον·
ΒΑΣΙΛΟΚΛΗΣ. 巴西洛克勒斯:菲利努斯,你们在奉纳品之间引导着那位异乡人,已经弄到深夜了。
ἐγὼ γὰρ ὑμᾶς ἀναμένων ἀπηγόρευσα.
我一直在等你们,都等得精疲力尽了。
ΦΙΛΙΝΟΣ. βραδέως γὰρ ὡδεύομεν, ὦ Βασιλόκλεις, σπείροντες λόγους καὶ θερίζοντες εὐθὺς μετὰ μάχης ὑπούλους καὶ πολεμικούς, ὥσπερ οἱ Σπαρτοί, βλαστάνοντας ἡμῖν καὶ ὑποφυομένους κατὰ τὴν ὁδόν.
\nΦΙΛΙΝΟΣ. 菲利努斯:因为我们走得很慢,巴西洛克勒斯,我们一路播种着言论,又像“地生人”一样,把一路上在我们身边萌芽并生长出来的、暗含敌意的、好斗的言论,立刻在争论中收割。
ΒΑΣ..
\nΒΑΣ.. 巴西洛克勒斯:那么,我们需要去邀请其他在场的人吗?
ἕετερον οὖν τινα δεήσει παρακαλεῖν τῶν παραγεγονότων, ἢ σὺ βούλει χαριζόμενος ἡμῖν διελθεῖν τίνες ἦσαν οἱ λόγοι καὶ τίνες οἱ λέγοντες;
还是你愿意顺从我们的心愿,为我们详细叙述那些言论是什么,说话的又是哪些人?
ΦΙΛ. ἐεμόν, ὡς ἔοικεν, ὦ Βασιλόκλεις, τὸ ἔργον.
\nΦΙΛ. 菲利努斯:看来,巴西洛克勒斯,这任务得落在我的头上了。
τῶν γὰρ ἄλλων οὐδενὶ ῥᾳδίως ἂν ἐντύχοις κατὰ πόλιν· τοὺς γὰρ πλείστους ἑώρων αὖθις εἰς τὸ Κωρύκιον τῷ ξένῳ καὶ τὴν Λυκουρίαν συναναβαίνοντας.
因为在城里你很难轻易碰见其他人;我看见他们大多数人又陪着那位异乡人,一起往科里基翁洞窟和里科雷亚上去了。
ΒΑΣ. ἦ φιλοθεάμων τις ἡμῖν καὶ περιττῶς φιλήκοός ἐστιν ὁ ξένος.
\nΒΑΣ. 巴西洛克勒斯:这位异乡人对我们来说,真是一个爱看热闹且极度乐于倾听的人啊。
ΦΙΛ. φιλόλογός γε καὶ φιλομαθής ἐστι μᾶλλον.
\n ΦΙΛ. 菲利努斯:他更是一个热爱言论和热爱求知的人。
οὐ μὴν ταῦτα μάλιστα θαυμάζειν ἄξιον, ἀλλὰ πραότης τε πολλὴν χάριν ἔχουσα, καὶ τὸ μάχιμον καὶ διαπορητικὸν ὑπὸ συνέσεως, οὔτε δύσκολον οὔτε ἀντίτυπον πρὸς τὰς ἀποκρίσεις· ὥστε καὶ βραχὺ συγγενόμενον εὐθὺς εἰπεῖν τέκος ἀγαθοῦ πατρός.
然而,这些并不是最值得惊叹的,最值得惊叹的是他那充满无限优雅的温和,以及在智慧指引下的好战与追问的态度,它对回答既不显得刁难,也不显得抗拒;以至于即便只与他相处片刻,也会立刻说出:\n“贤父之子。
οἶσθα γὰρ Διογενιανὸν ἀνδρῶν ἄριστον.
”\n因为你是知道人们中最杰出的迪奥根尼安努斯的。
ΒΑΣ. αὐτὸς μὲν οὐκ εἶδον, ὦ Φιλῖνε, πολλοῖς δʼ ἐντετύχηκα καὶ τὸν λόγον καὶ τὸ ἦθος τάνδρὸς ἰσχυρῶς ἀποδεχομένοις, ὅμοια δὲ τούτοις ἕτερα περὶ τοῦ νεανίσκου λέγουσιν.
\nΒΑΣ. 巴西洛克勒斯:菲利努斯,我本人虽未见过他,但我遇到过许多强烈赞赏那个人的言谈和品格的人,他们关于这个年轻人也说着与这些相似的其他话。
ἀλλὰ τίνʼ ἀρχὴν ἔσχον οἱ λόγοι καὶ πρόφασιν;
不过,那些讨论是以什么为开始和契机的呢?
§2ΦΙΛ. ἐπέραινον οἱ περιηγηταὶ τὰ συντεταγμένα, μηδὲν ἡμῶν φροντίσαντες δεηθέντων ἐπιτεμεῖν τὰς ῥήσεις καὶ τὰ πολλὰ τῶν ἐπιγραμμάτων.
\n ΦΙΛ. 菲利努斯:向导们正在讲完他们规定好的话,根本不理会我们精简发言和大部分铭文的要求。
τὸν δὲ ξένον ἡ μὲν ἰδέα καὶ τὸ τεχνικὸν τῶν ἀνδριάντων μετρίως προσήγετο, πολλῶν καὶ καλῶν ἔργων ὡς ἔοικε θεατὴν γεγενημένον ἐθαύμαζε δὲ τοῦ χαλκοῦ τὸ ἀνθηρὸν ὡς οὐ πίνῳ προσεοικὸς οὐδʼ ἰῷ, βαφῇ δὲ κυάνου στίλβοντος, ὥστε καὶ παῖξαί τι πρὸς; τοὺς ναυάρχους ʽἀπʼ ἐκείνων γὰρ ἦρκται τῆς θέασʼ οἷον ἀτεχνῶς θαλαττίους τῇ χρόᾳ καὶ βυθίους ἑστῶτας.
至于那位异乡人,雕像的外形和工艺仅能适度地吸引他,因为他似乎已经观赏过许多精美的作品;但他对青铜的色泽感到惊奇,因为它既不像污垢,也不像锈迹,而是闪烁着亮蓝色的光彩,以至于他甚至对那些海军将领的雕像(因为观赏就是从他们开始的)开玩笑说,他们站在这里,其肤色简直就像纯粹的海洋和深海居民。
ἆρʼ οὖν ἔφη κρᾶσίς τις ἦν καὶ φάρμαξις τῶν πάλαι τεχνιτῶν περὶ τὸν χαλκόν, ὥσπερ ἡ λεγομένη τῶν ξιφῶν στόμωσις ἧς ἐκλιπούσης ἐκεχειρίαν ἔσχεν ἔργων πολεμικῶν ὁ χαλκός;
\n“那么,”他说,“以前的工匠对于青铜,是否也有一种调配和处理方法,就像所谓的剑刃淬火一样? 而当这种方法失传后,青铜就从战争事务中得到了休战?
ʼ τὸν μὲν γὰρ Κορίνθιον οὐ τέχνῃ ἀλλὰ συντυχίᾳ τῆς χρόας λαβεῖν τὸ κάλλος, ἐπινειμαμένου πυρὸς οἰκίαν ἔχουσάν τι χρυσοῦ καὶ ἀργύρου, πλεῖστον δὲ χαλκὸν ἀποκείμενον· ὧν συγχυθέντων καὶ συντακέντων, ὄνομα τοῦ χαλκοῦ τῷ μείζονι τὸ πλῆθος παρέσχεν.
”\n因为他说,科林斯青铜获得其美丽色彩并非由于技艺,而是由于偶然的巧合,当时一场大火吞噬了一所藏有部分金银、但存放着极多青铜的房屋;当这些金属混合融化在一起时,青铜由于数量较多,便为整体提供了名称。
ὁ δὲ Θέων ὑπολαβών ἄλλον ἔφη λόγον ἡμεῖς ἀκηκόαμεν πανουργέστερον· ὡς ἀνὴρ ἐν Κορίνθῳ χαλκοτύπος, ἐπιτυχὼν θήκῃ χρυσίον ἐχούσῃ πολὺ καὶ δεδοικὼς φανερὸς γενέσθαι, κατὰ μικρὸν ἀποκόπτων καὶ ὑπομιγνὺς ἀτρέμα τῷ χαλκῷ, θαυμαστὴν λαμβάνοντι κρᾶσιν, ἐπίπρασκε πολλοῦ διὰ τὴν χρόαν καὶ τὸ κάλλος ἀγαπώμενον.
\n而帖翁接着说道:\n“我们听过另一个更狡黠的故事:科林斯的一个铜匠,偶然发现了一个装有许多黄金的箱子,由于害怕暴露,他一点点地把金子切下来,悄悄混入铜里,使铜呈现出奇妙的合金色泽,并因其色彩和美丽受到喜爱而卖得高价。
ἀλλὰ καὶ ταῦτα κἀκεῖνα μῦθόσἐστιν· ἦν δέ τις ὡς ἔοικε μῖξις καὶ ἄρτυσις, ὥς που καὶ νῦν ἀνακεραννύντες ἀργύρῳ χρυσὸν ἰδίαν τινὰ καὶ περιττὴν ἐμοὶ δὲ φαινομένην νοσώδη χλωρότητα καὶ φθορὰν ἀκαλλῆ παρέχουσι.
但这些和那些都是神话;看来曾经存在着某种混合和调配,就像现在人们把银混入金中时,会产生一种独特而奇特的——但在我看来是病态的——淡黄色和难看的损伤一样。 ”

词汇与语法注释

  1. 394eβλαστάνοντας ἡμῖν καὶ ὑποφυομένους — ἡμῖν(对我们而言)是关系与格,表示在路途中对话者之间言论不断萌芽的情景。分词 βλαστάνοντας 修饰前方的 λόγους。
  2. 395bἀπʼ ἐκείνων γὰρ ἦρκται τῆς θέας — ἦρκται 是无人称被动(或 ἄρχομαι 的完成时中动),伴随属格 τῆς θέας(观赏),表示“观赏从……开始”。ἀπʼ ἐκείνων(从他们开始)指代海军将领的雕像。
  3. 395bτὸν δὲ ξένον ἡ μὲν ἰδέα ... προσήγετο — 动词 προσήγετο 为中动(或被动)语态,意为“吸引”,并以宾格的 τὸν δὲ ξένον(这位异乡人)作为直接宾语。主语是后文的 ἡ μὲν ἰδέα καὶ τὸ τεχνικὸν(外形与工艺)。
  4. 395cτὸν μὲν γὰρ Κορίνθιον ... λαβεῖν — 不定词 λαβεῖν 承接前文的 ἔφη,构成间接引语(宾格加不定词结构)。其主语为省略了“青铜”(χαλκόν)的形容词 τὸν ... Κορίνθιον。

引用这一段

普鲁塔克, 论德尔斐神谕为何不再用诗体发布 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。