Humanitext Reader

普鲁塔克 · 论德尔斐神谕为何不再用诗体发布 §22-23

作为神之工具的资质与古代的诗性本能

第 11 段,共 14 段 · 希腊语

内容简介

作者结合荷马等人的例子,论述了神根据每个人特有的能力将其作为工具来使用,并解释了神如何利用缺乏经验的皮提娅自身的天赋来传达神谕。此外,他指出古代皮提娅用诗歌传达神谕是因为当时的人们富有诗歌禀赋,以此说明预言的狂热与爱情一样,都是在每个人原有的天性基础上起作用的。

§22μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος, αἰτίας μὲν ἄνευ θεοῦ οὐδὲν ὡς ἔπος εἰπεῖν ὑποτιθέμενος περαινόμενον, οὐ μὴν πᾶσι πρὸς πάντα χρώμενον ποιῶν τὸν θεόν, ἀλλʼ ἑκάστῳ καθʼ ἣν ἔχει τέχνην ἢ δύναμιν.
荷马也为我作证,因为他假设几乎没有任何事情是在没有神作为原因的情况下完成的,但他并不让神把所有东西用于所有目的,而是根据每个人所拥有的技术或能力来使用。
ἢ γὰρ οὐχ ὁρᾷς, εἶπεν, ὦ; φίλε Διογενιανέ, τὴν Ἀθηνᾶν, ὅτε πεῖσαι βούλεται τοὺς Ἀχαιούς, τὸν Ὀδυσσέα παρακαλοῦσαν, ὅτε συγχέαι τὰ ὅρκια, τὸν Πάνδαρον ζητοῦσαν, ὅτε τρέψασθαι τοὺς Τρῶας, ἐπὶ τὸν Διομήδην βαδίζουσαν;
他说:“亲爱的迪奥格尼亚努斯,难道你没有看到,雅典娜在想要说服阿开亚人时,会召唤奥德修斯;在想要破坏誓言时,会寻找潘达罗斯;在想要击退特洛伊人时,会走向迪奥梅德斯吗?
ὁ μὲν γὰρ εὔρωστος καὶ μάχιμος ὁ δὲ τοξικὸς καὶ ἀνόητος ὁ δὲ δεινὸς εἰπεῖν καὶ φρόνιμος.
因为前者强壮且好战,次者擅长射箭但愚蠢,而第三者善于言辞且贤明。
οὐ γὰρ εἶχεν Ὅμηρος τὴν αὐτὴν Πινδάρῳ διάνοιαν, εἴ γε Πίνδαρος ἦν ὁ ποιήσας "θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς; πλέοις· " ἀλλʼ ἐγίγνωσκεν ἄλλας πρὸς ἄλλα δυνάμεις καὶ φύσεις γεγενημένας, ὧν ἑκάστη κινεῖται διαφόρως, κἂν ἓν ᾖ τὸ κινοῦν ἁπάσας.
荷马与宾达罗并没有相同的看法,如果宾达罗确实是写下这句话的人: ‘若神愿意,即使在芦苇席上亦能航海’;相反,荷马知道不同的能力和天性是为了不同的事物而生的,即使动作者只有一个,它们之中的每一个也会以不同的方式被推动。
ὥσπερ οὖν τὸ κινοῦν τὸ πεζὸν οὐ δύναται κινῆσαι πτητικῶς, οὐδὲ τορῶς τὸ τραυλὸν οὐδʼ εὐφώνως τὸ ἰσχνόφωνον ἀλλὰ καὶ τὸν Βάττον, οἶμαι, διὰ τοῦτʼ ἐπὶ τὴν φωνὴν παραγενόμενον εἰς Λιβύην ἔπεμψεν οἰκιστήν, ὅτι τραυλὸς μὲν ἦν καὶ ἰσχνόφωνος βασιλικὸς δὲ καὶ πολιτικὸς καὶ φρόνιμος· οὕτως ἀδύνατον διαλέγεσθαι ποιητικῶς τὸν ἀγράμματον καὶ ἀνήκοον ἐπῶν.
因此,正如推动步行者的力量无法使其飞行,也无法使口吃者清晰说话,无法使声音微弱者发出洪亮的声音——我想,也正因如此,当巴托斯为了声音的问题而来时,神派他去利比亚作建国者,因为他虽然口吃且声音微弱,却具有君王和政治家的才能,并且贤明;同样,对于一个不识字且从未听过诗歌的人来说,也是不可能用诗意的方式进行交谈的。
ὥσπερ ἡ νῦν τῷ θεῷ λατρεύουσα γέγονε μὲν εἴ τις ἄλλος ἐνταῦθα νομίμως καὶ καλῶς καὶ βεβίωκεν εὐτάκτως· τραφεῖσα δʼ ἐν οἰκίᾳ γεωργῶν πενήτων, οὔτʼ ἀπὸ τέχνης οὐδὲν οὔτʼ ἀπʼ ἄλλης τινὸς ἐμπειρίας καὶ δυνάμεως ἐπιφερομένη κάτεισιν εἰς τὸ χρηστήριον, ἀλλʼ ὥσπερ ὁ Ξενοφῶν οἴεται δεῖν ἐλάχιστα τὴν νύμφην ἰδοῦσαν ἐλάχιστα δʼ ἀκούσασαν εἰς ἀνδρὸς βαδίζειν, οὕτως ἄπειρος καὶ ἀδαὴς ὀλίγου δεῖν ἁπάντων καὶ παρθένος ὡς ἀληθῶς τὴν ψυχὴν τῷ θεῷ σύνεστιν.
正如现在侍奉神的那位女性,她在这里的生活比任何人都更守法、美好且有秩序;但她是在贫穷农夫的家中长大的,在来到神谕所时,她没有带来任何技术,也没有任何其他经验和能力;但正如色诺芬认为新娘应当在尽可能少见、尽可能少听的情况下走向丈夫的家一样,她也是对几乎所有事情都毫无经验且一无所知,以一颗真正纯洁的灵魂与神同在。
ἀλλʼ ἡμεῖς ἐρωδιοῖς οἰόμεθα καὶ τροχίλοις καὶ κόραξι χρῆσθαι φθεγγομένοις σημαίνοντα τὸν θεόν, καὶ οὐκ ἀξιοῦμεν, ᾗ θεῶν ἄγγελοι καὶ κήρυκές εἰσι, λογικῶς ἕκαστα καὶ σαφῶς φράζειν τὴν δὲ τῆς Πυθίας φωνὴν καὶ διάλεκτον ὥσπερ ἐκ θυμέλης, οὐκ ἀνήδυντον οὐδὲ λιτὴν ἀλλʼ ἐν μέτρῳ καὶ ὄγκῳ καὶ πλάσματι καὶ μεταφοραῖς ὀνομάτων καὶ μετʼ αὐλοῦ φθεγγομένην παρέχειν ἀξιοῦμεν.
然而,我们认为神利用苍鹭、鹪鹩和乌鸦的鸣叫来传达暗示,我们并不因为它们是神的使者和传令官,就要求它们理性且清晰地表达一切;但对于皮提娅的声音和措辞,我们却要求它表现得如同在剧场舞台上一样,既非不悦耳亦非简朴,而是要求它以韵律、庄重、雕琢和比喻的言辞,并在双簧管的伴奏下发出声音。
§23τί οὖν φήσομεν περὶ τῶν παλαιῶν;
那么,关于古人我们该怎么说呢?
οὐχ ἓν τὰ πλείονα, οἶμαι.
我想,答案不只一个,而是有许多。
πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, τὰ πλεῖστα κἀκεῖναι καταλογάδην ἀπεφθέγγοντο.
首先,正如已经说过的,她们当时的大多数神谕也是用散文宣告的。
δεύτερον δὲ καὶ σωμάτων ἤνεγκε κράσεις καὶ φύσεις ὁ χρόνος ἐκεῖνος εὔρουν τι καὶ φορὸν ἐχούσας πρὸς ποίησιν, αἷς εὐθὺς ἐπεγίγνοντο προθυμίαι καὶ ὁρμαὶ καὶ παρασκευαὶ ψυχῆς ἑτοιμότητα ποιοῦσαι μικρᾶς ἔξωθεν ἀρχῆς καὶ παρατροπῆς τοῦ φανταστικοῦ δεομένην, ὡς εὐθὺς ἕλκεσθαι πρὸς τὸ οἰκεῖον μόνον, ὡς λέγει Φιλῖνος, ἀστρολόγους καὶ φιλοσόφους, ἀλλʼ ἐν οἴνῳ τε πολλῷ καὶ πάθει γιγνομένων, οἴκτου τινος ὑπορρυέντος ἢ χαρᾶς προσπεσούσης, ὠλίσθανον εἰς ἐνῳδὸν γῆρυν ἐρωτικῶν τε κατεπίμπλαντο μέτρων καὶ ᾀσμάτων τὰ συμπόσια καὶ τὰ βιβλία γραμμάτων.
其次,那个时代产生了一些对诗歌创作而言流畅且顺应的身体气质和本性,灵魂的热情、冲动和准备随之立即产生,使得它们只需要微小的外部起点和想象力的转向就能立即被吸引到其特有的对象上;正如菲利努斯所说,不仅是占星家和哲学家,甚至在他们处于多酒和激情之中,某种怜悯悄然流露或喜悦降临时,他们就会滑入歌唱般的嗓音,而他们的宴会充满了爱情诗的韵律和歌声和书籍中。
ὁ δʼ Εὐριπίδης εἰπὼν ὡς ἔρως ποιητὴν διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν ἐνενόησεν, ὅτι ποιητικὴν καὶ μουσικὴν Ἔρως δύναμιν οὐκ ἐντίθησιν, ἐνυπάρχουσαν δὲ κινεῖ καὶ ἀναθερμαίνει λανθάνουσαν καὶ ἀργοῦσαν.
而欧里庇得斯说: ‘爱能教导人成为诗人,即便他先前毫无音乐天赋’ 他意识到,爱并不会植入诗歌和音乐的能力,而是调动并重新加热那预先存在但隐藏且闲置的能力。
ἢ μηδένα νῦν ἐρᾶν, ὦ ξένε, λέγωμεν, ἀλλὰ φροῦδον οἴχεσθαι τὸν ἔρωτα, ὅτι μέτροις οὐδεὶς οὐδʼ ᾠδαῖς ῥίμφα παιδείους ὡς Πίνδαρος ἔφη τοξεύει μελιγάρεας ὕμνους;
或者,我的朋友,难道我们要说现在没有人恋爱,爱已经消逝远去了吗? 仅仅因为没有人在韵律和歌声中 ‘迅速地,为了少年,射出甜美的赞美之歌’,如宾达罗所说?
ἀλλʼ ἄτοπον· ἔρωτες γὰρ ἔτι πολλοὶ τῶν ἀνθρώπων ἐπιστρέφονται, ψυχαῖς δʼ ὁμιλοῦντες οὐκ εὐφυῶς οὐδʼ ἑτοίμως πρὸς μουσικὴν ἐχούσαις, ἄναυλοι μὲν καὶ ἄλυροι λάλοι δʼ οὐδὲν ἧττόν εἰσι καὶ διάπυροι τῶν παλαιῶν·
但这是荒谬的;因为人类的许多爱依然在萦绕,只是当它们与那些在天性上并不适合、也没有为音乐做好准备的灵魂相伴时,它们虽然没有笛和琴的伴奏,却绝不比古人少言寡语和热烈。
ὅτι οὐδʼ ὅσιον εἰπεῖν ἢ καλὸν ὡς ἀνέραστος ἦν ἡ Ἀκαδήμεια καὶ ὁ Σωκράτους καὶ Πλάτωνος;
因为,难道说阿卡德米以及苏格拉底和柏拉图的同伴们没有爱,这会是虔诚或美好的吗?
χορός, ὧν λόγοις μὲν ἐρωτικοῖς ἐντυχεῖν ἔστι, ποιήματα δʼ οὐκ ἀπολελοίπασι. τί δʼ ἀπολείπει τοῦ λέγοντος;
他们的言辞中确实充满了爱的谈论,尽管他们没有留下诗作。
ἐρωτικὴν μόνην γεγονέναι Σαπφὼ γυναικῶν ὁ μαντικὴν φάσκων μόνην γεγονέναι Σίβυλλαν καὶ Ἀριστονίκαν καὶ ὅσαι διὰ μέτρων ἐθεμίστευσαν;
那么,宣称萨福是女性中唯一的爱情诗人的人,与宣称只有西比尔、阿里斯托尼卡以及所有通过韵律传达神谕的女性才是预言者吗?
ὁ μὲν γὰρ οἶνος ὡς ἔλεγε Χαιρήμων τοῖς τρόποις κεράννυται τῶν πινόντων ὁ δὲ μαντικὸς ἐνθουσιασμός, ὥσπερ ὁ ἐρωτικός, χρῆται τῇ ὑποκειμένῃ δυνάμει καὶ κινεῖ τῶν δεξαμένων ἕκαστον καθʼ ὃ πέφυκεν.
正如海勒蒙所说: ‘酒与饮酒者的性格相融合’,而预言的狂热就像爱情的狂热一样,使用着潜在的能力,并根据接受者的天性来推动其中的每一个人。

词汇与语法注释

  1. 405aαἰτίας μὲν ἄνευ θεοῦ οὐδὲν ὡς ἔπος εἰπεῖν ὑποτιθέμενος περαινόμενον — 现在分词 `ὑποτιθέμενος`(假设)引导一个“宾格+分词”的结构,以宾格的 `οὐδὲν`(没有任何事)为主语,并伴随分词 `περαινόμενον`(被完成)。`αἰτίας ἄνευ θεοῦ` 意为“在没有神作为原因的情况下”。`ὡς ἔπος εἰπεῖν` 是一个起限定作用的惯用不定式插入语,意为“可以说”、“几乎”。
  2. 405bτὸ κινοῦν τὸ πεζὸν — 带冠词的分词 `τὸ κινοῦν`(推动者,移动原理)以 `τὸ πεζὸν`(步行的、陆生的事物)作为其宾语。在上下文中,它指代“推动步行事物的原理”,并与后文的“无法使其以飞行的方式(`πτητικῶς`)运动”形成对比。
  3. 405cεἴ τις ἄλλος — 条件从句 `εἴ τις ἄλλος` 字面意思是“如果还有其他任何人”,但在希腊语中这是一种表示最高级或强烈肯定的惯用表达,意为“不亚于其他任何人”、“极其”。此处用以强调皮提娅比任何人都生活得更有秩序。
  4. 405dσημαίνοντα τὸν θεόν — 宾格分词 `σημαίνοντα`(发出暗示)修饰 `τὸν θεόν`(神),而 `τὸν θεόν` 同时作不定式 `χρῆσθαι`(使用)的逻辑主语。整句结构为:“我们认为,神为了传达暗示(`σημαίνοντα`)而使用了正在鸣叫的(`φθεγγομένοις`,与格,修饰前面的鸟类)苍鹭、鹪鹩和乌鸦”。

引用这一段

普鲁塔克, 论德尔斐神谕为何不再用诗体发布 §22-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:22-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。