← プルタルコス

ピュティアは今日では詩のかたちで神託を降ろさないことについて

§12-13

コリントスの青銅椰子樹の意匠と宝庫の歴史

コリントスの宝庫の青銅の椰子の木に描かれた蛙などの意匠をめぐり、サラピオンのストア派的な自然学解釈を語り手が批判する。また、宝庫の名称変更に関する歴史的背景が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12

ἅμα δὲ τούτων λεγομένων προῄειμεν. ἐν δὲ τῷ Κορινθίων οἴκῳ τὸν φοίνικα θεωμένοις1 τὸν χαλκοῦν, ὅσπερ ἔτι λοιπός ἐστι τῶν ἀναθημάτων, οἱ περὶ τὴν ῥίζαν ἐντετορευμένοι βάτραχοι καὶ ὕδροι θαῦμα τῷ Διογενιανῷ παρεῖχον, ἀμέλει δὲ καὶ ἡμῖν. οὔτε γὰρ φοίνιξ, ὡς ἕτερα δένδρα, λιμναῖόν ἐστι καὶ φίλυδρον φυτόν, οὔτε Κορινθίοις· τι βάτραχοι προσήκουσιν, ὥστε σύμβολον ἢ παράσημον εἶναι τῆς πόλεως· ὥσπερ ἀμέλει Σελινούντιοί ποτε χρυσοῦν σέλινον ἀναθεῖναι λέγονται, καὶ Τενέδιοι τὸν πέλεκυν ἀπὸ τῶν καρκίνων τῶν γιγνομένων περὶ τὸ καλούμενον Ἀστέριον παρʼ αὐτοῖς· μόνοι γὰρ ὡς ἔοικεν ἐν τῷ χελωνίῳ τύπον πελέκεως ἔχουσι. καὶ μὴν αὐτῷ γε τῷ θεῷ κόρακας καὶ κύκνους καὶ λύκους καὶ ἱέρακας καὶ πάντα μᾶλλον ἢ ταῦτʼ εἶναι προσφιλῆ τὰ θηρία νομίζομεν εἰπόντος δὲ τοῦ Σαραπίωνος, ὅτι τὴν ἐξ ὑγρῶν ᾐνίξατο τροφὴν τοῦ ἡλίου καὶ γένεσιν καὶ ἀναθυμίασιν ὁ δημιουργός, εἴθʼ Ὁμήρου λέγοντος ἀκηκοώς2 "ἠέλιος δʼ ἀπόρουσε λιπὼν, περικαλλέα λίμνην·" εἴτʼ Αἰγυπτίους ἑωρακὼς ἀρχῆς ἀνατολῆς παιδίον νεγνὸν γράφοντας ἐπὶ λωτῷ καθεζόμενον γελάσας ἐγὼ ποῦ σὺ πάλιν εἶπον ὦ χρηστέ, τὴν Στοὰν δευρὶ παρωθεῖς καὶ ὑποβάλλεις ἀτρέμα τῷ λόγῳ τὰς ἀνάψεις καὶ ἀναθυμιάσεις, οὐχ ὥσπερ αἱ Θετταλαὶ κατάγων3 τὴν σελήνην καὶ τὸν ἣλιον, ὡς ἐντεῦθεν ἀπὸ γῆς καὶ ὑδάτων βλαστάνοντας καὶ ἀρδομένους; ὁ μὲν γὰρ Πλάτων καὶ τὸν ἄνθρωπον οὐράνιον ὠνόμασε φυτόν, ὥσπερ ἐκ ῥίζης ἄνω τῆς κεφαλῆς ὀρθούμενον ὑμεῖς δὲ τοῦ μὲν Ἐμπεδοκλέους καταγελᾶτε, φάσκοντος τὸν ἣλιον περὶ γῆν ἀνακλάσει φωτὸς οὐρανίου γενόμενον αὖθις "ἀνταυγεῖν πρὸς ὄλυμπον ἀταρβήτοισι προσώποις " αὐτοὶ δὲ γηγενὲς ζῷον ἢ φυτὸν ἕλειον ἀποφαίνετε τὸν ἥλιον, εἰς βατράχων πατρίδα ἢ ὕδρων ἐγγράφοντες. ἀλλὰ ταῦτα μὲν εἰς τὴν Στωικὴν ἀναθώμεθα τραγῳδίαν, τὰ δὲ τῶν χειροτεχνῶν πάρεργα παρέργως ἐξετάσωμεν. ἐν πολλοῖς γάρ εἰσι κομψοί, τὸ δὲ ψυχρὸν οὐ πανταχοῦ καὶ περίεργον ἐκπεφεύγασιν. ὥσπερ οὖν ὁ τὸν ἀλεκτρυόνα ποιήσας ἐπὶ τῆς χειρὸς τοῦ Ἀπόλλωνος ἑωθινὴν ὑπεδήλωσεν ὥραν καὶ καιρὸν ἐπιούσης ἀνατολῆς, οὕτως ἐνταῦθα τοὺς βατράχους ἐαρινῆς ὥροις φαίη τις ἂν γεγονέναι σύμβολον ἐν κρατεῖν ἄρχεται τοῦ ἀέρος ὁ ἥλιος καὶ τὸν χειμῶνα διαλύειν, εἴ γε δεῖ καθʼ ὑμᾶς τὸν Ἀπόλλωνα καὶ τὸν ἥλιον μὴ δύο θεοὺς ἀλλʼ ἕνα νομίζειν καὶ ὁ Σαραπίων σὺ γάρ εἶπεν οὐχ οὕτω νομίζεις ἀλλʼ οἴει τὸν ἣλιον διαφέρειν τοῦ Ἀπόλλωνος;ʼ ἔγωγʼ εἶπεν ὡς τοῦ ἡλίου τὴν σελήνην ἀλλʼ αὕτη μὲν οὐ πολλάκις οὐδὲ πᾶσιν ἀποκρύπτει τὸν ἥλιον, ὁ δʼ ἥλιος ὁμοῦ τι πάντας ἀγνοεῖν τὸν Ἀπόλλωνα πεποίηκεν ἀποστρέφων τῇ αἰσθήσει τὴν διάνοιαν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ φαινόμενον.

これらのことが語られる間に、私たちは先へと進んだ。そしてコリントス人の宝庫において、奉納品の中で未だに残っているものである青銅の椰子の木を眺めていたところ、その根元に彫刻された蛙や水蛇たちが、ディオゲニアノスに驚きを与え、もちろん私たちにも与えた。というのも、椰子は他の樹木のように湿地を好む、水を好む植物ではなく、またコリントス人にとっても蛙は何の縁もなく、したがって都市の象徴や紋章となるようなものではないからである。もちろん、セリヌス人たちがかつて金のパセリを奉納したと言われ、またテネドス人たちが、彼らのところの、アステリオンと呼ばれる場所の周りに生息する蟹から斧を奉納したと言われるように。というのも、彼らだけが甲羅の上に斧の形をしているように見えるからである。さらにまた、神ご自身にとっても、烏や白鳥、狼や鷹、あるいは他のあらゆる獣の方が、これらの生き物よりも好ましいものであると私たちは思っている。しかし、サラピオンが、制作者は湿気からの太陽の養分と生成と立ち上る気を謎めかして示したのだと言い、それは彼がホメロスの言う"太陽は非常に美しい湖を離れて飛び立った"を聞いたためか、あるいはエジプト人たちが日の出の始まりを、蓮の上に座る生まれたばかりの幼児として描いているのを見たためかであるが、私は笑って言った。「私の親愛なる友よ、あなたはまたしても、どうしてストア派をここに押し込み、ひそかに議論のなかに点火や立ち上る気を忍び込ませるのか。テッサリアの魔女たちのように月や太陽を引き下ろすのではなく、あたかもそれらがここ、地や水から芽生え、潤されているかのように引き下ろしているのではないか。というのも、プラトンは人間をも天の植物と呼び、頭という根から上へとまっすぐ立てられているとしたのに、あなた方はエンペドクレスを嘲笑している。彼は、太陽が地の周りで天の光の反射によって生じ、再び "恐れを知らぬ顔でオリンポスに向かって照り返す" と言っているのに。あなた方自身は、太陽を土から生まれた生物、あるいは湿地の植物であると宣言し、蛙や水蛇の故郷に登録しているのだ。しかし、これらのことはストア派の悲劇に委ねることにして、職人たちの余技を余技として検討してみよう。なぜなら、彼らは多くの点で凝っており、不自然で過度な飾り立てを、いたるところで回避しているわけではないからだ。したがって、アポロンの手の上に雄鶏を制作した者が、朝の時刻と近づきつつある日の出の時機を暗に示したように、この蛙たちについても、太陽が空気を支配し始め、冬を解かし始める春の季節のシンボルとなったのだ、と人は言うかもしれない。もし、あなた方の説に従って、アポロンと太陽を二つの神ではなく一つの神と考えねばならぬとするならば。」 するとサラピオンが言った。「では、あなたはそうは思わず、太陽がアポロンとは異なると考えているのか。」 「私はそう思う」と私は言った。「太陽と月が異なるように。しかし、月はしばしば、またすべての人に対して太陽を隠すわけではないが、太陽は、感覚によって思考を実在から現象へとそらすことで、ほとんどすべての人にアポロンを認識できなくさせているのだ。」

§13

ἐκ τούτου τοὺς περιηγητὰς; ὁ Σαραπίων ἤρετο τί δὴ τὸν οἶκον οὐ Κυψέλου τοῦ ἀναθέντος ἀλλὰ Κορινθίων ὀνομάζουσιν. ἀπορίᾳ δʼ αἰτίας ἐμοὶ γοῦν δοκεῖ σιωπώντων ἐκείνων, ἐπιγελάσας ἐγὼ τί δʼ εἶπον ἔτι τούτους οἰόμεθα γιγνώσκειν ἢ μνημονεύειν ἐκπεπληγμένους παντάπασιν, ἡμῶν μετεωρολεσχούντων;4 ἐπεὶ πρότερὸν γʼ αὐτῶν ἠκούομεν λεγόντων, ὅτι τῆς τυραννίδος καταλυθείσης ἐβούλοντο Κορίνθιοι καὶ τὸν ἐν Πίσῃ χρυσοῦν ἀνδριάντα καὶ τὸν ἐνταῦθα τουτονὶ θησαυρὸν ἐπιγράψαι τῆς πόλεως. Δελφοὶ μὲν οὖν ἔδοσαν ὡς δίκαιον, καὶ συνεχώρησαν, Ἠλείους δὲ φθονήσαντας ἐψηφίσαντο μὴ μετέχειν Ἰσθμίων ὅθεν οὐδεὶς ἐξ ἐκείνου γέγονεν Ἰσθμίων ἀγωνιστὴς Ἠλεῖος. ὁ δὲ Μολιονιδῶν φόνος ὑφʼ Ἡρακλέους περὶ Κλεωνὰς οὐδέν ἐστι, μεταίτιος, ὡς ἔνιοι νομίζουσιν, Ἠλείοις τοῦ εἴργεσθαι· τοὐναντίον γὰρ ἦν αὐτοῖς προσῆκον εἴργειν, εἰ διὰ τοῦτο Κορινθίοις προσεκεκρούκεσαν. ἐγὼ μὲν οὖν ταῦτʼ εἶπον.

この後、サラピオンは案内人たちになぜその宝庫を、それを奉納したキプセロスの名ではなく、コリントス人の名で呼ぶのかと尋ねた。彼らが理由に窮して(少なくとも私にはそう見えたが)黙っていたので、私は微笑んで言った。「なぜ私たちは、彼らがまだ知っているとか覚えているなどと思うのだろうか。私たちがとりとめもない高遠な議論をして、彼らをすっかり呆れさせてしまっているというのに。というのも、以前、私たちは彼らが次のように言っているのを聞いていたからだ。すなわち、僭主政治が打倒されたとき、コリントス人たちはピサにある金の像と、ここにあるこの宝庫の両方に、自分たちの都市の名を刻むことを望んだのだと。そこで、デルポイの人々はそれを正当なこととして認め、同意したが、エリスの人々はこれを妬んで、コリントス人たちはエリス人がイストミア競技会に参加できないよう決議した。それ以来、エリス人でイストミア競技会の競技者になった者は一人もいない。ヘラクレスによるクレオナイ近辺でのモリオニダイの殺害は、一部の人々が考えているような、エリス人が排除されることの一因ではまったくない。というのも、もしその件で彼らがコリントス人と衝突していたのであれば、逆に彼らが排除するのが当然であったはずだからだ。」 私はこのように言った。

構文注4 件
  1. 12θεωμένοις

    与格分詞。文法上の主語は明示されていないが、文脈上「私たち」であり、主節の与格の間接目的語である τῷ Διογενιανῷ ... καὶ ἡμῖν(ディオゲニアノスと私たちに)と格一致している。

  2. 400aἀκηκοώς

    主格単数の完了能動分詞。この分詞および続く ἑωρακὼς の文法上の主語は、従属節 ὅτι... の主語である ὁ δημιουργός(制作者)である。サラピオンの言葉の中で、制作者が謎をかけた(ᾐνίξατο)理由を「ホメロスの言葉を聞いたためか、あるいは〜を見たためか」と説明している。

  3. 400bκατάγων

    2人称単数に対する主格の現在能動分詞。直前の動詞(παρωθεῖς および ὑποβάλλεις)の主語である「あなた(サラピオン)」に係る。テッサリアの魔女たちによる魔術的な月の引き下ろしと、サラピオンのストア派的な自然学釈義(天体を地上の湿気へと引き下げること)を皮肉交じりに二重写しにしている。

  4. 400eἡμῶν μετεωρολεσχούντων

    属格絶対。直前の完了受動分詞対格複数 ἐκπεπληγμένους(すっかり呆気にとられている)は、先行する指示代名詞 τούτους(案内人たち)を修飾しており、彼らが呆気にとられた原因をこの属格絶対(私たちが天上の放談をしているので)が説明している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:12-13