§7παυσαμένου δὲ τοῦ Θέωνος, Εὔστροφον Ἀθηναῖον οἶμαι τὸν εἰπόντα εἶναι πρὸς ἡμᾶς
ὁρᾷς, ὡς ἀμύνει τῇ διαλεκτικῇ Θέων προθύμως, μονονοὺ τὴν λεοντῆν ἐπενδυσάμενος;
当忒翁说完后,我想是雅典人欧斯特罗福斯对我们说: “你看见了吗? 忒翁是多么热心地捍卫逻辑学,简直就像是披上了狮子皮一样。
οὕτως οὐδʼ ἡμᾶς τοὺς πάντα συλλήβδην πράγματα καὶ φύσεις καὶ ἀρχὰς θείων ὁμοῦ καὶ ἀνθρωπείων ἐν ἀριθμῷ τιθεμένους, καὶ πολὺ μάλιστα τῶν καλῶν καὶ τιμίων τοῦτον ἡγεμόνα ποιουμένους καὶ κύριον, εἰκὸς ἡσυχίαν ἄγειν, ἀλλʼ ἀπάρξασθαι τῷ θεῷ τῆς φίλης μαθηματικῆς, αὐτὸ μὲν ἐφʼ ἑαυτοῦ μήτε δυνάμει μήτε μορφῇ μήτε τῷ ῥήματι τὸ Ε τῶν ἄλλων στοιχείων διαφέρειν ἡγουμένους, ὡς δὲ μεγάλου πρὸς τὰ ὅλα καὶ κυρίου σημεῖον ἀριθμοῦ τετιμῆσθαι τῆς πεμπάδος, ἀφʼ οὗ τὸ ἀριθμεῖν οἱ σοφοὶ πεμπάζειν ὠνόμαζον.
因此,对于我们这些把神灵和人类的所有事物、本性及原理全部归入数量之中,并且远远地把数视为美好与尊贵之物的首领和主宰的人来说,保持沉默也是不合理的,反而应当向神献上我们心爱的数学的初熟之果。 我们虽然认为E本身在力量、形状和言辞上与其他字母并无不同,但它却被尊为代表整体而又具有主导作用的伟大数字‘五’的象征,贤人们也正是因此而把计数称为‘五数化’。
ταῦτα δὲ πρὸς ἡμᾶς ἔλεγεν οὐ παίζων ὁ Εὔστροφος, ἀλλʼ ἐπεὶ τηνικαῦτα προσεκείμην τοῖς μαθήμασιν ἐμπαθῶς, τάχα δʼ ἔμελλον εἰς πάντα τιμήσειν τὸ
μηδὲν ἄγαν
ἐν Ἀκαδημείᾳ γενόμενος.
” 欧斯特罗福斯对我们说这些话并非开玩笑;因为当时我正沉迷于数学,而且也许在进入雅典学园之后,我很快就会在一切事情上尊奉‘凡事勿过度’的信条。
§8εἶπον οὖν κάλλιστα τὸν Εὔστροφον τῷ ἀριθμῷ λύειν τὴν ἀπορίαν;
于是我说:“欧斯特罗福斯用数字极其优美地解决了这个难题,不是吗?
ἐπεὶ γάρ
ἔφην
εἰς τὸ ἄρτιον νενεμημένου παντὸς ἀριθμοῦ καὶ τὸ περιττὸν τὸν ἡ μὲν μονὰς ἀμφοτέρων ἐπίκοινός ἐστι τῇ δυνάμει (διὸ καὶ προστιθεμένη τὸν μὲν περιττὸν ἀριθμὸν ἄρτιον ποιεῖ τὸν δʼ ἄρτιον περιττόν̓) ἀρχὴν δὲ τοῦ μὲν ἀρτίου τὰ δύο τοῦ δὲ περιττοῦ τὰ τρία ποιοῦνται, τὰ δὲ πέντε γεννᾶται τούτων πρὸς ἀλλήλους μιγνυμένων εἰκότως; ἔσχηκε τιμὴν πρῶτος ἐκ πρώτων ἀποτελούμενος, καὶ γάμος ἐπωνόμασται τῇ τοῦ ἀρτίου πρὸς τὸ θῆλυ περιττοῦ δʼ αὖ πρὸς τὸ ἄρρεν ὁμοιότητι·
因为,”我说,“当所有的数字都被划分为偶数和奇数,而‘一’在力量上是两者的共同体(因此当它被加上时,会使奇数变成偶数,使偶数变成奇数),而人们将‘二’视为偶数的起点,将‘三’视为奇数的起点,而‘五’是由这两者相互混合而产生的,那么它作为从最初要素中第一个被塑造成的数字,自然享有崇高的荣誉,并且由于偶数与女性相似、奇数与男性相似而被命名为‘婚姻’。
ταῖς γὰρ εἰς ἴσα τομαῖς τῶν ἀριθμῶν, ὁ μὲν ἄρτιος πάντῃ διιστάμενος ὑπολείπει τινὰ δεκτικὴν ἀρχὴν οἷον ἐν ἑαυτῷ καὶ χώραν, ἐν δὲ τῷ περιττῷ ταὐτὸ παθόντι μέσον ἀεὶ περίεστι τῆς νεμήσεως γόνιμον·
因为在数字的等分中,偶数被完全拆开,在自身中留下了一种类似接受性的原理和空间;但当奇数经历同样的过程时,在分法的中间总是剩下一个具有生产性的部分。
ᾗ γονιμώτερός ἐστι τοῦ ἑτέρου, καὶ μιγνύμενος ἀεὶ κρατεῖ κρατεῖται δʼ οὐδέποτε γίγνεται γὰρ ἐξ ἀμφοῖν κατʼ οὐδεμίαν μῖξιν ἄρτιος ἀλλὰ κατὰ πάσας περιττός.
由于这一点,它比另一个更具生产性,并且在混合时总是占据主导,绝不被主导;因为这两者在任何混合中都不会产生偶数,而是在所有混合中都产生奇数。
ἔτι δὲ μᾶλλον αὐτὸς ἐπιβάλλων αὑτῷ καὶ συντιθέμενος δείκνυσι τὴν διαφορὰν ἑκάτερος· ἄρτιος μὲν γὰρ οὐδεὶς ἀρτίῳ συνελθὼν περισσὸν παρέσχεν οὐδʼ ἐξέβη τὸ οἰκεῖον ὑπʼ ἀσθενείας ἄγονος ὢν ἑτέρου καὶ ἀτελής περισσοὶ δὲ μιγνύμενοι περισσοῖς ἀρτίους πολλοὺς διὰ τὸ πάντῃ γόνιμον ἀποτελοῦσι.
而且,当它们各自加于自身并相加时,这种差异就更加明显:因为没有任何偶数与偶数结合能产生奇数,也不会因虚弱而偏离其自身性质(对其他事物不育且未完成);相反,奇数与奇数相混合,由于其完全多产的性质,能产生许多偶数。
τὰς δʼ ἄλλας οὐκ ἄν τις ἐν καιρῷ νῦν ἐπεξίοι δυνάμεις καὶ διαφορὰς τῶν ἀριθμῶν.
至于数字的其他力量和差异,现在并不是详细探讨的适当时机。
ὡς οὖν ἄρρενός τε τοῦ πρώτου καὶ θήλεος ὁμιλίᾳ τὰ πέντε γιγνόμενα γάμον οἱ Πυθαγόρειοι προσεῖπον.
因此,作为第一个男性与女性结合而产生的数字,毕达哥拉斯学派将‘五’称为‘婚姻’。
ἔστι δʼ καὶ φύσις λέλεκται τῷ περὶ αὑτὸν πολυπλασιασμῷ πάλιν εἰς ἑαυτὸν περαίνων.
此外,它也被称为‘自然’,因为通过它与自身的乘法,它又回到了自身。
ὡς γὰρ ἡ φύσις λαβοῦσα πυρὸν ἐν σπέρματι καὶ χεαμένη πολλὰ μὲν ἐν μέσῳ φύει σχήματα καὶ εἴδη, διʼ ὧν ἐπὶ τέλος ἐξάγει τὸ ἔργον, ἐπὶ πᾶσι δὲ πυρὸν ἀνέδειξεν ἀποδοῦσα τὴν ἀρχὴν ἐν τῷ τέλει τοῦ παντός· οὕτω τῶν λοιπῶν ἀριθμῶν, ὅταν αὑτοὺς πολλαπλασιάσωσιν, εἰς ἑτέρους τελευτώντων τῇ αὐξήσει, μόνος ὁ τῶν πέντε καὶ ἓξ γενόμενος τοσαυτάκις αὑτοὺς ἀναφέρουσι καὶ ἀνασῴζουσιν.
正如自然在种子中接受了小麦并将其播撒,在中间生长出许多形状和形态,并通过这些将工作引向终点,而在最后展示出小麦,在整体的终点还原了起点;同样地,其他数字在自身相乘时,会随着其增长而以其他数字结尾,唯独由五和六产生的数字会如此多次地带回并保存自身。
ἑξάκις γὰρ τὰ ἓξ τριακονταὲξ, καὶ πεντάκις τὰ πέντε εἰκοσιπέντε γίγνεται.
因为六的六倍是三十六,五的五倍是二十五。
καὶ πάλιν ὁ μὲν τῶν ἓξ ἅπαξ τοῦτο ποιεῖ καὶ μοναχῶς αὐτὸς ἀφʼ ἑαυτοῦ τετράγωνος γιγνόμενος· τῇ δὲ πεμπάδι καὶ τοῦτο μὲν συμβέβηκε κατὰ πολυαπλασιασμόν, ἰδίως δὲ τὸ κατὰ σύνθεσιν ἢ ἑαυτὴν ἢ τὴν δεκάδα ποιεῖν παρὰ μέρος ἐπιβάλλουσαν αὑτῇ, καὶ τοῦτο γίγνεσθαι μέχρι παντὸς, ἀπομιμουμένου τοῦ ἀριθμοῦ τὴν τὰ ὅλα διακοσμοῦσαν ἀρχήν.
再次,六只进行一次且以单一方式通过自身成为平方;而对于五,不仅在乘法中发生这种情况,而且其独有的特征在于,在加法中通过加于自身,它会交替地产生自身或十,并且这种情况无限地发生,该数字模仿了秩序化宇宙的原理。
ὡς γὰρ ἐκείνην φυλάττουσαν ἐκ μὲν ἑαυτῆς τὸν κόσμον ἐκ δὲ τοῦ κόσμου πάλιν αὖ ἑαυτὴν ἀποτελεῖν
πυρὸς τʼ ἀνταμείβεσθαι πάντα
φησὶν ὁ Ἡράκλειτος
καὶ πῦρ ἁπάντων, ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός·
因为正如那个原理保持自身,从自身产生宇宙,又从宇宙中再次产生自身一样, ‘万物与火交换,火与万物交换,正如黄金与商品、商品与黄金交换一样,’ 正如赫拉克利特所说。
οὕτως ἡ τῆς πεμπάδος πρὸς ἑαυτὴν σύνοδος οὐδὲν οὔτʼ ἀτελὲς οὔτʼ ἀλλότριον γεννᾶν πέφυκεν, ἀλλʼ ὡρισμένας ἔχει μεταβολάς· ἢ γὰρ αὑτὴν ἢ τὴν δεκάδα γεννᾷ, τουτέστιν ἢ τὸ οἰκεῖον ἢ τὸ τέλειον.
因此,五与自身的结合,其天性不会产生任何未完成或异己的东西,而是有着确定的变化:它要么产生自身,要么产生十,也就是说,要么产生其固有的东西,要么产生完美的东西。 ”