Humanitext Reader

普鲁塔克 · 论德尔斐的E §3-5

五贤人数目与字母E的早期诸解释

第 2 段,共 10 段 · 希腊语

内容简介

兰普里亚斯介绍了一个轶事,即字母E是由最初的五位贤人为了代表他们的人数并排除僭主而奉献的。随后,其他与会者提出了天文学解释,以及祭司尼坎德基于“如果(εἰ)”作为提问与祈祷双重功能的解释。

§3εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου; Λαμπρίας ὁ ἀδελφὸς εἶπε καὶ μὴν ὃν ἡμεῖς ἀκηκόαμεν λόγον ἁπλοῦς τίς ἐστι καὶ κομιδῇ βραχύς.
阿摩尼奥斯说完这些话后,我的兄弟兰普里亚斯说:“然而我们所听到的那个说法却很简单,而且极其简短。
λέγουσι γὰρ ἐκείνους; τοὺς σοφοὺς ὑπʼ ἐνίων δὲ σοφιστὰς προσαγορευθέντας αὐτοὺς μὲν εἶναι πέντε, Χίλωνα καὶ Θαλῆν καὶ Σόλωνα καὶ Βίαντα καὶ Πιττακόν·
因为人们说,那些贤人(有些人也称他们为智者)本身只有五位:奇隆、泰勒斯、梭伦、庇阿斯和皮塔库斯。
ἐπεὶ δὲ Κλεόβουλος ὁ Λινδίων τύραννος, εἶτα Περίανδρος ὁ Κορίνθιος, οὐδὲν αὐτοῖς ἀρετῆς μετὸν οὐδὲ σοφίας, ἀλλὰ δυνάμει καὶ φίλοις καὶ χάρισι καταβιαζόμενοι τὴν δόξαν, ἐνέβαλον εἰς τοὔνομα τῶν σοφῶν καί τινας γνώμας καὶ λόγους ἐξέπεμπον καὶ διέσπειρον εἰς τὴν Ἑλλάδα τοῖς ὑπʼ ἐκείνων λεγομένοις ὁμοίους·
但是,当林多斯的僭主克利奥布鲁,以及后来的科林斯人佩里安德,在自身毫无美德与智慧的情况下,却凭借权势、朋友和恩惠强行获取名声,硬是闯入了贤人的名号,并向希腊各地发送和散布一些与前述贤人们所说相似的格言和言论。
δυσχεράναντας ἄρα τοὺς ἄνδρας ἐξελέγχειν μὲν οὐκ ἐθέλειν τὴν ἀλαζονείαν οὐδὲ φανερῶς ὑπὲρ δόξης ἀπεχθάνεσθαι καὶ διαμάχεσθαι πρὸς ἀνθρώπους μέγα δυναμένους, ἐνταῦθα δὲ συνελθόντας αὐτοὺς καθʼ αὑτοὺς καὶ διαλεχθέντας ἀλλήλοις, ἀναθεῖναι τῶν γραμμάτων ὃ τῇ τε τάξει πέμπτον ἐστὶ καὶ τοῦ ἀριθμοῦ τὰ πέντε δηλοῖ, μαρτυρομένους μὲν ὑπὲρ αὑτῶν πρὸς τὸν θεὸν ὅτι πέντʼ εἰσί, τὸν δʼ ἕβδομον καὶ τὸν ἕκτον ἀποποιουμένους καὶ ἀποβάλλοντας ὡς οὐ προσήκοντας αὑτοῖς·
因此,贤人们虽然感到不快,但既不想揭穿他们的狂妄,也不想为了名声而公开与权势显赫的人结怨并进行争斗;于是他们独自在这里聚集并相互商议,奉献了在字母顺序中排第五、且在数量上代表五的那个字母(E),向神证实他们自己只有五人,并将第七个和第六个排斥并抛弃,认为他们不配与自己为伍。
ὅτι δʼ οὐκ ἀπὸ σκοποῦ ταῦτα λέγεται, γνοίη τις ἂν ἀκούσας τῶν κατὰ τὸ ἱερὸν τὸ μὲν χρυσοῦν Λιβίοις τῆς Καίσαρος γυναικὸς ὀνομαζόντων, τὸ δὲ χαλκοῦν Ἀθηναίων τὸ δὲ πρῶτον καὶ παλαιότατον τῇ δʼ οὐσίᾳ ξύλινον ἔτι νῦν τῶν σοφῶν καλοῦσιν, ὡς οὐχ ἑνὸς ἀλλὰ κοινὸν ἀνάθημα πάντων γενόμενον.
这个说法并非没有根据,任何人只要听到神庙里的人把那件黄金的奉献物称为恺撒之妻莉维娅的,把那件青铜的称为雅典人的,而唯独把第一件最古老、实质上仍是木制的那件至今仍称为‘贤人奉献物’,就会明白这一点,因为那不是某一个人的,而是他们所有人共同的奉献物。
§4ὁ μὲν οὖν Ἀμμώνιος ἡσυχῆ διεμειδίασεν, ὑπονοήσας ἰδίᾳ τὸν Λαμπρίαν δόξῃ κεχρῆσθαι, πλάττεσθαι δʼ, ἱστορίαν καὶ ἀκοὴν ἑτέρων πρὸς τὸ ἀνυπεύθυνον.
” 阿摩尼奥斯微微一笑,看出兰普里亚斯内心其实赞同这个观点,却为了推卸责任而伪装成历史和听来的传闻。
ἕτερος δέ τις ἔφη τῶν παρόντων, ὡς ὅμοια ταῦτʼ ἐστὶν οἷς πρῴην ὁ Χαλδαῖος ἐφλυάρει ξένος, ἑπτὰ μὲν εἶναι τὰ φωνὴν ἰδίαν ἀφιέντα τῶν γραμμάτων, ἑπτὰ δὲ τοὺς κίνησιν αὐτοτελῆ καὶ ἀσύνδετον ἐν οὐρανῷ κινουμένους ἀστέρας εἶναι δὲ τῇ τάξει δεύτερον τὸ τʼ Ε τῶν φωνηέντων ἀπʼ ἀρχῆς καὶ τὸν ἥλιον ἀπὸ σελήνης τῶν πλανήτων· ἡλίῳ δʼ Ἀπόλλωνα τὸν αὐτὸν ὡς ἔπος εἰπεῖν πάντας Ἕλληνας νομίζειν.
在座的另一个人说, “这跟前几天那个加尔底亚外邦人所胡扯的极其相似:他说字母中能发出自己声音的(元音)有七个,而天空中进行独立且无关联运动的星体(行星)也有七个;在元音中,‘E’从头数起排第二,在行星中,太阳从月亮数起也排第二;而几乎所有的希腊人都认为阿波罗就是太阳。
ἀλλὰ ταυτὶ μέν ἔφη παντάπασιν ἐκ πίνακος καὶ πυλαίας.
但是这些话,”他说,“完全是占星盘和庙会集市上的无稽之谈。
ὁ δὲ Λαμπρίας ἔλαθεν, ὡς ἔοικε, τοὺς ἀφʼ ἱεροῦ κινήσας ἐπὶ τὸν αὑτοῦ λόγον.
不过,兰普里亚斯似乎在不知不觉中,已经煽动了神庙的人来支持他自己的论点。
ἃ μὲν γὰρ ἐκεῖνος εἶπεν, οὐδεὶς ἐγίγνωσκε Δελφῶν· τὴν δὲ κοινὴν καὶ περιηγητικὴν δόξαν εἰς τὸ μέσον προῆγον, οὔτε τὴν ὄψιν ἀξιοῦντες οὔτε τὸν φθόγγον ἀλλὰ τοὔνομα μόνον τοῦ γράμματος ἔχειν τι σύμβολον.
” 因为他所说的那番话,德尔斐人其实一个也不知道;相反,他们提出了那种通俗的、导游式的说法,认为不是由于这个字母的形状,也不是由于其读音,而仅仅是由于其名称本身包含着某种象征。
§5ἔστι γάρ ὡς ὑπολαμβάνουσι Δελφοὶ καὶ τότε προηγορῶν ἔλεγε Νίκανδρος ὁ ἱερεὺς σχῆμα καὶ μορφὴ τῆς πρὸς τὸν, θεὸν ἐντεύξεως, καὶ τάξιν ἡγεμονικὴν ἐν τοῖς ἐρωτήμασιν ἔχει τῶν χρωμένων ἑκάστοτε καὶ διαπυνθανομένων, εἰ νικήσουσιν, εἰ γαμήσουσιν, εἰ συμφέρει πλεῖν, εἰ γεωργεῖν, εἰ ἀποδημεῖν.
“因为,”正如德尔斐人所理解的,以及当时祭司尼坎德作为代言人所说的,“它(E)是向神祈求的式样和形状,并且在求问者每一次的提问中都占据着主导地位,比如是否(如果)能获胜、是否(如果)能结婚、航海是否有利、是否应当务农、是否应当出行。
τοῖς δὲ διαλεκτικοῖς χαίρειν ἔλεγε σοφὸς ὁ θεός, οὐδὲν οἰομένοις ἐκ τοῦ εἰ μορίου καὶ τοῦ μετʼ αὐτοῦ ἀξιώματος πρᾶγμα γίγνεσθαι, πάσας τὰς ἐρωτήσεις ὑποτεταγμένας τούτῳ καὶ νοῶν ὡς πράγματα καὶ προσιέμενος.
而智慧的神并不理会那些逻辑学家,他们认为从‘如果(εἰ)’这个词和与其相伴的命题中不会产生任何实在的事物;而神却将所有的提问都视为服从于这个词,并将它们理解并接受为实在的事物。
ἐπεὶ δʼ ἴδιον τὸ ἐρωτᾶν ὡς μάντιν ἐστὶν ἡμῖν καὶ τὸ εὔχεσθαι κοινὸν ὡς πρὸς θεὸν, οὐχ ἧττον οἴονται τῆς πευστικῆς τὴν εὐκτικὴν τὸ γράμμα περιέχειν δύναμιν·
既然,作为预言者向神求问是我们特有的行为,而作为神向他祈祷是大家共有的行为,所以他们认为这个字母包含祈祷的力量,绝不亚于提问的力量。
εἰ γὰρ ὤφελον φησὶν ἕκαστος τῶν εὐχομένων.
因为每一个祈祷的人都会说:‘但愿(如果确实)……’。
καὶ Ἀρχίλοχος "εἰ γὰρ ὣς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν.
阿尔基罗库斯也说: ‘但愿(如果确实)我能如此抚摸到尼奥布勒的手。
" καὶ τοῦ εἴθε τὴν δευτέραν συλλαβὴν παρέλκεσθαί φασιν, οἷον τὸ Σώφρονος "ἃμα τέκνων θην δευομένα· " καὶ τὸ Ὁμηρικὸν "ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος· " ἐν δὲ τῷ εἰ τὸ εὐκτικὸν καὶ ἀποχρώντως δηλοῦσθαι.
’ 他们还说,‘eithe(εἴθε)’的第二个音节(the)是多余的,就像索弗隆所说的: ‘全然失去了孩子们’ 以及荷马所说的: ‘我确实也要这样消解你的怒气’ 因此在‘ei(εἰ)’这个词中,祈祷的含义已经得到了充分的表达。 ”

词汇与语法注释

  1. 385eδυσχεράναντας — 分词 δυσχεράναντας、συνελθόντας 和 διαλεχθέντας 以及不定式 ἀναθεῖναι,都是由 λέγουσι(人们说)所支配的带对格的不定式(AcI)结构的一部分,其逻辑主语是 τοὺς ἄνδρας(那些贤人们)。
  2. 386cχαίρειν ἔλεγε — 习惯用语 χαίρειν λέγω 直译为“说再见”,在此处是以“置之不理”、“不予理会”或“忽视”的含义来使用的。
  3. 386dεἰ — 本段在语法上探讨了小词 εἰ 的双重功能:它不仅在德尔斐神谕求问中引导间接疑问句(“是否/如果”),还在形如 εἰ γάρ 的表达中表示愿望和祈祷(“但愿”)。

引用这一段

普鲁塔克, 论德尔斐的E §3-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg090.humanitext-grc2:3-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。