Humanitext Reader

普鲁塔克 · 论德尔斐的E §1-2

对话的缘起与德尔斐字母E之谜

第 1 段,共 10 段 · 希腊语

内容简介

作者向萨拉皮翁说明了关于德尔斐神庙奉献之字母“E”含义的对话是如何开始的,并引用阿摩尼奥斯的观点介绍了阿波罗神的哲学性质以及神庙的各种谜团。

§1στιχιδίοις τισὶν οὐ φαύλως ἔχουσιν, ὦ φίλε Σαραπίων, ἐνέτυχον πρῴην, ἃ Δικαίαρχος Εὐριπίδην οἴεται πρὸς Ἀρχέλαον εἰπεῖν· " ʼοὐ βούλομαι πλουτοῦντι. δωρεῖσθαι πένης, μὴ μʼ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ.
亲爱的萨拉皮翁,我前不久读到几行颇有价值的诗句,迪凯阿尔霍斯认为这是欧里庇得斯对阿基劳斯说的: “我虽贫穷,却不愿向富人赠送礼物,免得你认为我愚蠢,或者显得我是在以赠予来乞求。
" χαρίζεται; μὲν γὰρ οὐδὲν ὁ διδοὺς ἀπʼ ὀλίγων μικρὰ τοῖς πολλὰ κεκτημένοις, ἀπιστούμενος δʼ ἀντὶ μηδενὸς διδόναι κακοηθείας καὶ ἀνελευθερίας προσλαμβάνει δόξαν.
” 因为,从自己微薄的财产中拿出一点点送给那些拥有极多资产的人,赠予者既无法施予恩惠,又容易被怀疑是无端巴结,反而落得个心怀恶意与小气的坏名声。
ὅρα δὴ ὅσον ἐλευθεριότητι καὶ κάλλει τὰ χρηματικὰ δῶρα λείπεται τῶν ἀπὸ λόγου σοφίας, ἃ καὶ διδόναι καλόν ἐστι καὶ διδόντας ἀνταιτεῖν ὅμοια παρὰ τῶν λαμβανόντων.
所以,看吧,金钱上的礼物在慷慨与美好上,比之基于言辞和智慧的礼物,落后了多少! 而对于后者,不论是赠予,还是在赠予时向接受者索求同样的回报,都是美好的。
ἐγὼ γοῦν πρὸς σὲ καὶ διὰ σὲ τοῖς αὐτόθι φίλοις τῶν Πυθικῶν λόγων ἐνίους ὥσπερ ἀπαρχὰς; ἀποστέλλων, ὁμολογῶ προσδοκᾶν ἑτέρους καὶ πλείονας καὶ βελτίονας παρʼ ὑμῶν, ἅτε δὴ καὶ πόλει χρωμένων μεγάλῃ καὶ σχολῆς μᾶλλον ἐν βιβλίοις πολλοῖς καὶ παντοδαπαῖς διατριβαῖς εὐπορούντων.
至少我向你以及通过你向那里的朋友们寄去一些关于阿波罗论说作为初献之物时,我坦白地期待着从你们那里得到其他更多、更好的论说,因为你们生活在大城市,并且在众多的书籍和各种各样的研讨中享有更多的闲暇。
ὁ δʼ οὖν φίλος Ἀπόλλων ἔοικε τὰς μὲν περὶ τὸν βίον ἀπορίας ἰᾶσθαι καὶ διαλύειν θεμιστεύων τοῖς χρωμένοις, τὰς δὲ περὶ τὸν λόγον αὐτὸς ἐνιέναι καὶ προβάλλειν τῷ φύσει φιλοσόφῳ, τῆ ψυχῇ ὄρεξιν ἐμποιῶν ἀγωγὸν ἐπὶ τὴν ἀλήθειαν, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι καὶ τῇ τοῦ Ε καθιερώσει.
总之,我们共同的朋友阿波罗,似乎是通过降下神谕给求询者,来医治和解决有关生活上的难题,而关于言辞和理性上的难题,他自己则注入并提出给天生的哲学家,在他们的灵魂中唤起引导他们走向真理的渴望。 这不仅对其他许多人来说是显而易见的,从字母“E”的奉献中也同样清楚。
τοῦτο γὰρ εἰκὸς οὐ κατὰ τύχην οὐδʼ οἷον ἀπὸ κλήρου τῶν γραμμάτων μόνον ἐν προεδρίᾳ παρὰ τῷ θεῷ γενέσθαι καὶ λαβεῖν ἀναθήματος τάξιν ἱεροῦ καὶ θεάματος ἀλλʼ ἢ δύναμιν αὐτοῦ κατιδόντας ἰδίαν καὶ περιττὴν ἢ συμβόλῳ χρωμένους πρὸς ἕτερόν τι τῶν ἀξίων σπουδῆς τοὺς ἐν ἀρχῇ περὶ τὸν θεὸν φιλοσοφήσαντας, οὕτω προσέσθαι.
因为这个字母在神面前获得最高荣誉的席位,并取得了神圣奉献物和观赏物的地位,显然不单单是由于偶然或碰巧,而是起初那些对神进行哲学思考的人,看出了它独特而特别的力量,或者将它作为某种其他值得探讨之物的象征,从而如此奉献的。
πολλάκις οὖν ἄλλοτε τὸν λόγον ἐν τῇ σχολῇ προβαλλόμενον ἐκκλίνας ἀτρέμα καὶ παρελθὼν, ἔναγχος ὑπὸ τῶν υἱῶν ἐλήφθην ξένοις τισὶ συμφιλοτιμούμενος, οὓς εὐθὺς ἐκ Δελφῶν ἀπαίρειν μέλλοντας οὐκ ἦν εὐπρεπὲς παράγειν οὐδὲ παραιτεῖσθαι, πάντως ἀκοῦσαί τι προθυμουμένους.
以前在学校里提出这个问题时,我常常悄悄避开并略过它。 然而最近,我的儿子们在款待几位外邦人时,我被他们抓住了。 这些外邦人正准备立即离开德尔斐,所以避开他们或拒绝他们是不合礼仪的,而且他们无论如何都极想听听有关的事情。
ὡς δὲ καθίσας παρὰ τὸν νεὼν τὰ μὲν αὐτὸς ἠρξάμην ζητεῖν, τὰ δʼ ἐκείνους ἐρωτᾶν, ὑπὸ τοῦ τόπου καὶ τῶν λόγων αὐτῶν· ἃ πάλαι ποτὲ καθʼ ὃν καιρὸν ἐπεδήμει Νέρων ἠκούσαμεν Ἀμμωνίου καί τινων ἄλλων διεξιόντων, ἐνταῦθα τῆς αὐτῆς ἀπορίας ὁμοίως ἐμπεσούσης.
于是,我们坐在神殿旁,我自己开始探究一些问题,同时也向他们提问,由于那个场所和这些论说本身的影响——这些论说,我们在很久以前、尼禄访问这里的那个时期,曾听过阿摩尼奥斯和其他一些人详细论述过——就在那里,我们同样陷入了相同的困惑之中。
§2ὅτι μὲν γὰρ οὐχ ἧττον ὁ θεὸς φιλόσοφος ἢ μάντις, ἐδόκει πᾶσιν ὀρθῶς πρὸς τοῦτο τῶν ὀνομάτων ἕκαστον Ἀμμώνιος τίθεσθαι καὶ διδάσκειν, ὡς Πύθιος μέν ἐστι τοῖς ἀρχομένοις μανθάνειν καὶ διαπυνθάνεσθαι· Δήλιος δὲ καὶ Φαναῖος οἷς ἤδη τι δηλοῦται καὶ ὑποφαίνεται τῆς ἀληθείας· Ἰσμήνιος δὲ τοῖς ἔχουσι τὴν ἐπιστήμην, καὶ Λεσχηνόριος ὅταν ἐνεργῶσι καὶ ἀπολαύωσι χρώμενοι τῷ διαλέγεσθαι καὶ φιλοσοφεῖν πρὸς ἀλλήλους.
因为神既是预言者,也同样是哲学家,阿摩尼奥斯似乎对神的所有名字都做出了正确的界定和教导:对于那些开始学习和询问的人来说,他是皮托斯;对于那些真理已被显明并开始显现的人来说,他是德里奥斯和法奈奥斯;对于那些掌握知识的人来说,他是伊斯梅尼奥斯;而当他们共同讨论和哲学思考并乐在其中时,他则是莱斯凯诺里奥斯。
ἐπεὶ δὲ τοῦ φιλοσοφεῖν ἔφη τὸ ζητεῖν τὸ· θαυμάζειν καὶ ἀπορεῖν, εἰκότως τὰ πολλὰ τῶν περὶ τὸν θεὸν ἔοικεν αἰνίγμασι κατακεκρύφθαι, καὶ λόγον τινὰ ποθοῦντα διὰ τί καὶ διδασκαλίαν τῆς αἰτίας·
既然,他说,哲学思考的开端就是探究、惊异和困惑,那么关于神的许多事情自然似乎都隐藏在谜语之中,需要关于“为什么”的解释和对原因的指引。
οἷον ἐπὶ τοῦ πυρὸς τοῦ ἀθανάτου, τὸ κάεσθαι μόνον αὐτόθι τῶν, ξύλων ἐλάτην καὶ δάφνην ἐπιθυμιᾶσθαι, καὶ τὸ δύο Μοίρας ἱδρῦσθαι πανταχοῦ τριῶν νομιζομένων, τὸ μηδεμιᾷ γυναικὶ πρὸς τὸ χρηστήριον εἶναι προσελθεῖν· καὶ τὸ τοῦ τρίποδος, καὶ ὅσα τοιαῦτα, τοῖς μὴ παντάπασιν ἀλόγοις καὶ ἀψύχοις ὑφειμένα δελεάζει καὶ παρακαλεῖ πρὸς τὸ σκοπεῖν τι καὶ ἀκούειν καὶ διαλέγεσθαι περὶ αὐτῶν.
例如,关于不灭之火,那里在木材中只能燃烧枞木,并且要用月桂树作香焚烧;以及在各处普遍认为有三位命运女神的情况下,这里却只供奉着两位;任何女性都不得接近神谕所;还有关于三脚器的事,以及诸如此类的一切,这些都在诱惑和召唤那些并非完全没有理性和灵魂的人,去思考、倾听和讨论它们。
ὅρα δὲ καὶ ταυτὶ τὰ προγράμματα, τὸ γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν, ὅσας ζητήσεις κεκίνηκε φιλοσόφους καὶ ὅσον λόγων πλῆθος ἀφʼ ἑκάστου καθάπερ ἀπὸ σπέρματος ἀναπέφυκεν· ὧν οὐδενὸς ἧττον οἶμαι γόνιμον λόγων εἶναι τὸ νῦν ζητούμενον.
你且看看这些铭文,即“认识你自己”和“凡事勿过度”,它们引起了多少哲学上的探讨,以及从这每一句中,仿佛从种子中一样,生长出了多少言说! 我认为,目前正在探究的问题,其产生言说的能力绝不亚于其中任何一个。

词汇与语法注释

  1. 384eἀπιστούμενος δ' ἀντὶ μηδενὸς διδόναι — 被动语态分词 `ἀπιστούμενος`(被怀疑、不被信任)带不定式 `διδόναι`(赠予),意为“被怀疑是无端赠予”。短语 `ἀντὶ μηδενὸς`(代替无、无代价地)指赠予并无正当对等的回报,暗示其背后有不良动机。
  2. 385aτοὺς ἐν ἀρχῇ περὶ τὸν θεὸν φιλοσοφήσαντας, οὕτω προσέσθαι — 由无人称表达 `εἰκὸς`(……是自然/合理的)引导的带对格不定式(A.C.I.)结构。其逻辑主语是对格的 `τοὺς ... φιλοσοφήσαντας`(起初对神进行哲学思考的人),主导不定式是 `προσέσθαι`(动词 `προσίεμαι` 的第二不定过去时中动不定式,意为“接受、采用”)。
  3. 385cτοῦ φιλοσοφεῖν ... τὸ ζητεῖν τὸ · θαυμάζειν καὶ ἀπορεῖν — 属格的 `τοῦ φιλοσοφεῖν`(哲学思考)属于领属属格或特征属格,修饰作为主语的冠词性不定式 `τὸ ζητεῖν`(探求)和 `τὸ θαυμάζειν καὶ ἀπορεῖν`(惊异与困惑),意为“属于/是哲学思考的特征”。

引用这一段

普鲁塔克, 论德尔斐的E §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg090.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。