Humanitext Reader

普鲁塔克 · 论德尔斐的E §19-20

真正存在的永恒性与阿波罗神名之词源

第 9 段,共 10 段 · 希腊语

内容简介

普鲁塔克通过将时间带来的变化及生成的无常与神不动且唯一的“现在”进行对比,定义了真正的存在。随后,他基于阿波罗、伊埃欧斯和福玻斯等神名的词源,论证了神具有“单一”和“纯洁”的属性。

§19τί οὖν ὄντως ὄν ἐστι;
那么,什么是真正存在的东西呢?
τὸ ἀίδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, ᾧ χρόνος μεταβολὴν οὐδὲ εἷς, ἐπάγει.
它是永恒的、不生的、不灭的,时间无法给它带来任何一种变化。
κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον ἀεὶ καὶ μὴ στέγον, ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως, ὁ χρόνος· οὗ γε δὴ τὸ μὲν ἔπειτα καὶ τὸ πρότερον καὶ τὸ ἔσται λεγόμενον καὶ τὸ γέγονεν , αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος· τὸ γὰρ ἐν τῷ εἶναι τὸ μηδέπω γεγονὸς ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον.
因为时间是某种变动之物,与运动着的质料一同呈现,始终流动而无法保存,就像是消灭与生成的容器;而在其中,所谓的‘此后’、‘此前’、‘将要存在’ 以及‘已经产生’,其本身便是对‘不存在’的直接承认;因为,若要在存在之中,把尚未产生或已经停止存在的东西说成是‘存在’的,那是愚蠢和荒谬的。
ᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου, τὸ ἐνέστηκε καὶ τὸ πάρεστι καὶ τὸ νῦν φθεγγόμεθα, τοῦτʼ αὖ πάλιν ἅπαν ἐκλυόμενος ὁ λόγος ἀπόλλυσιν.
而我们尤其用来作为时间的理解支撑、呼喊出‘已临’、‘在场’ 和‘现在’的那个东西,理性又再度将其完全瓦解并消灭。
ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον ὥσπερ ἀκμὴ βουλομένοις ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον.
因为对于想要看见它的人来说,它就像针尖一样被挤压到未来和过去中,必然地分裂开来。
εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη φύσις, οὐδὲν αὐτῆς μένον οὐδʼ ὄν ἐστιν, ἀλλὰ γιγνόμενα πάντα καὶ φθειρόμενα κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν.
如果被测量的自然承受着与测量者相同的遭遇,那么它就没有任何留存或存在的东西,而是根据与时间的关联,一切都在生成和消灭。
ὅθεν οὐδʼ ὅσιόν ἐστιν οὐδʼ ἐπὶ τοῦ ὄντος λέγειν, ὡς ἦν ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινές εἰσι καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος.
因此,对于存在者,甚至说‘它曾是’或‘它将是’也是不虔敬的;因为这些只是某种偏转、过渡和交替,属于那并不具有留在存在中之本性的事物。
§20ἀλλʼ ἔστιν ὁ θεὸς, χρὴ φάναι, καὶ ἔστι κατʼ οὐδένα χρόνον ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδʼ ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερον οὐδὲ νεώτερον ἀλλʼ εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε, καὶ μόνον ἐστὶ τὸ κατὰ τοῦτον ὄντως ὄντως ὄν, οὐ γεγονὸς οὐδʼ ἐσόμενον οὐδʼ ἀρξάμενον οὐδὲ παυσόμενον.
相反,我们应当说‘神在’,而且祂不在任何时间之中,而是在那不动、无时间、不偏转的永恒中,在那里没有在先,没有在后,没有未来,没有过去,没有更老,没有更年轻,而是祂作为唯一者,以唯一的‘现在’充满了‘永远’;并且,唯有依照此永恒而存在的才是真正存在的,它不曾产生,也不将存在,没有开始,也不停息。
οὕτως οὖν αὐτὸν δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν, ἢ καὶ νὴ Δία, ὡς ἔνιοι τῶν παλαιῶν, εἶἕν.
因此,我们应当这样崇敬地向祂问候和称呼,或者,凭宙斯起誓,就像一些古人那样,称呼祂为‘你是一’。
οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γιγνομένων, ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικῶς μεμιγμένον· ἀλλʼ ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὂν τὸ ἕν.
因为神圣者并非许多事物,不像我们每个人那样,是由在受动中产生的无数差异所构成、各种各样聚集且繁杂混合的集市;相反,存在者必须是一,正如一必须存在。
ἡ δʼ ἑτερότης, διαφορᾷ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος.
而他者性,由于与存在者的差异,则偏离进入了不存在者的生成。
ὅθεν εὖ καὶ τὸ πρῶτον ἔχει τῷ θεῷ τῶν ὀνομάτων καὶ τὸ δεύτερον καὶ τὸ τρίτον.
因此,神的名字中,第一个、第二个和第三个都非常恰当。
Ἀπόλλων μὲν γὰρ οἷον ἀρνούμενος τὰ πολλὰ καὶ τὸ πλῆθος ἀποφάσκων ἐστίν, Ἰήιος δʼ ὡς εἷς καὶ μόνος· Φοῖβον δὲ δήπου τὸ καθαρὸν καὶ ἁγνὸν οἱ παλαιοὶ πᾶν ὠνόμαζον, ὡς ἔτι Θεσσαλοὶ τοὺς ἱερέας ἐν ταῖς ἀποφράσιν ἡμέραις αὐτοὺς ἐφʼ ἑαυτῶν ἔξω διατρίβοντας, οἶμαι, φοιβονομεῖσθαι λέγουσι.
因为‘阿波罗’仿佛是否定‘多’、否认众多的意思;而‘伊埃欧斯’则是作为‘一’和‘唯一’;至于‘福玻斯’,古人无疑将一切洁净和神圣之物都如此称呼,正如我想,至今色萨利人还把他们的祭司在凶日里独自在外度日称为‘行福玻斯之仪’。
τὸ δʼ ἓν εἰλικρινὲς καὶ καθαρόν· ἑτέρου γὰρ μίξει πρὸς ἕτερον ὁ μιασμός, ὥς που καὶ Ὅμηρος ἐλέφαντα τινὰ φοινισσόμενον βαφῇ μιαίνεσθαι φησί· καὶ τὰ μιγνύμενα τῶν χρωμάτων οἱ βαφεῖς φθείρεσθαι καί φθοράν τὴν μῖξιν ὀνομάζουσιν.
而‘一’则是纯粹和洁净的;因为污秽是由一物与另一物混合而生的,正如荷马在某处也说,象牙被染料染红是‘被污’;而染匠们也把混合的颜色称为‘被破坏’,并将这种混合称为‘破坏’。
οὐκοῦν ἕν τʼ εἶναι καὶ ἄκρατον ἀεὶ τῷ ἀφθάρτῳ καὶ καθαρῷ προσήκει.
因此,始终保持唯一和纯粹,正是属于那不灭和洁净之物的特征。

词汇与语法注释

  1. 392e — 关系代词 ᾧ(与格)指代先行词 τὸ ἀίδιον...,作为动词 ἐπάγει 的间接宾语(意为“时间不给它带来变化”)。
  2. 392fτὸ μὲν ἔπειτα... αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος — 带有中性冠词的副词和动词变位形式(τὸ μὲν ἔπειτα...)作为名词化短语并列,充当主句的主语。这在结构上表明,使用这些时间性表达本身就是对“不存在”的直接承认(ἐξομολόγησις)。
  3. 392fᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου — 关系代词 ᾧ 与后文主句中的 τοῦτʼ(宾格)形成照应。分词 ἐπερείδοντες 要求与格,构成倒装结构:“我们最用来支撑对时间理解的那个东西,理性瓦解并消灭了它。”
  4. 393aὥσπερ ἀκμὴ βουλομένοις ἰδεῖν — 与格分词 βουλομένοις 充当关系与格(“对于想要看见的人来说”),与意为针尖或刃尖的 ἀκμὴ 结合,完成了“一旦想要捕捉便转瞬即逝的现在”这一比喻。
  5. 393bεἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε — 主语 εἷς ὢν(“作为一”的神)由表示手段或伴随状况的与格 ἑνὶ τῷ νῦν(“以唯一的现在”)修饰。完成时动词 πεπλήρωκε 的直接宾语是宾格的 τὸ ἀεὶ(“永远”),表现了神如何在无变化的瞬息中填满永恒。

引用这一段

普鲁塔克, 论德尔斐的E §19-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg090.humanitext-grc2:19-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。