§21τοὺς δʼ Ἀπόλλωνα καὶ ἥλιον ἡγουμένους τὸν αὐτὸν ἀσπάζεσθαι μὲν ἄξιόν ἐστι καὶ φιλεῖν διʼ εὐφημίαν, ὃ μάλιστα τιμῶσιν ὧν ἴσασι καὶ ποθοῦσιν, εἰς τοῦτο τιθέντας τοῦ θεοῦ τὴν ἐπίνοιαν.
至于那些认为阿波罗与太阳是同一者的人,因其虔敬的敬意而欢迎并爱戴他们是合宜的,因为他们是在将对神的观念,置于他们所知的最尊崇、最向往的事物之上。
ὡς δὲ νῦν ἐν τῷ καλλίστῳ τῶν ἐνυπνίων τὸν θεὸν ὀνειροπολοῦντας ἐγείρωμεν καὶ παρακαλῶμεν ἀνωτέρω προάγειν καὶ θεάσασθαι τὸ ὕπαρ αὐτοῦ καὶ τὴν οὐσίαν· τιμᾶν δὲ καὶ τὴν εἰκόνα τήνδε καὶ σέβεσθαι τὸ περὶ αὐτὴν γόνιμον, ὡς ἀνυστόν ἐστιν αἰσθητῷ νοητοῦ καὶ φερομένῳ μένοντος, ἐμφάσεις τινὰς καὶ εἴδωλα διαλάμπουσαν ἁμωσγέπως τῆς περὶ ἐκεῖνον εὐμενείας καὶ μακαριότητος.
但是,我们要唤醒他们,就好像唤醒在最美的梦中梦见神的人一样,让我们唤醒并劝告他们走向更高处,去瞻仰神真实的存在及其本质;并且也要尊崇这肖像,敬重其周围的生殖力量,只要感性之物模仿理智之物、运动之物模仿静止之物是可能的,因为太阳正以某种方式放射着那位神周围的慈爱与至福的某些反映和显现。
ἐκστάσεις δʼ αὐτοῦ καὶ μεταβολὰς πῦρ ἀφιέντος, αἳ αὐτὸν ἀνασπῶσιν ὡς λέγουσιν, αὖθις τε καταθλίβοντος ἐνταῦθα καὶ κατατείνοντος εἰς γῆν καὶ θάλασσαν καὶ ἀνέμους καὶ ζῷα, καὶ τὰ δεινὰ παθήματα καὶ ζῴων καὶ φυτῶν, οὐδʼ ἀκούειν ὅσιον ἢ τοῦ ποιητικοῦ παιδὸς ἔσται φαυλότερος, ἣν ἐκεῖνος ἔν τινι ψαμάθῳ συντιθεμένῃ καὶ διαχεομένῃ πάλιν ὑφʼ αὑτοῦ παίζει παιδιάν, ταύτῃ περὶ τὰ ὅλα χρώμενος ἀεί, καὶ τὸν κόσμον οὐκ ὄντα πλάττων εἶτʼ ἀπολλύων γενόμενον.
但是,若说神因放火而产生偏离与变化,如人们所说的那样,这些变化将神自身瓦解,并再次将其压回并拉伸到大地、海洋、风和动物之中,以及动植物所承受的那些可怕受难——听闻这些甚至是不虔敬的。 否则,神将比那位诗里的孩子还要低劣。 那个孩子在沙滩上做着自己堆积又自己推倒的沙堡游戏,始终对万物进行着这种游戏,创造出本不存在的世界,然后在其产生后又将其毁灭。
τοὐναντίον γὰρ ὅσου ἁμωσγέπως ἐγγέγονε τῷ κόσμῳ, τοῦτο συνδεῖ τὴν οὐσίαν καὶ κρατεῖ τῆς περὶ τὸ σωματικὸν ἀσθενείας ἐπὶ φθορὰν φερομένης.
因为相反,神以某种方式注入世界之中的力量,正凝聚着世界的本质,控制着那走向消灭的肉体之物的软弱。
καί μοι δοκεῖ μάλιστα πρὸς τοῦτον τὸν λόγον ἀντιταττόμενον τὸ ῥῆμα καὶ μαρτυρόμενον
εἶ
φάναι πρὸς τὸν θεόν, ὡς οὐδέποτε γιγνομένης περὶ αὐτὸν ἐκστάσεως καὶ μεταβολῆς, ἀλλʼ ἑτέρῳ τινὶ θεῷ, μᾶλλον δὲ δαίμονι τεταγμένῳ περὶ τὴν ἐν φθορᾷ καὶ γενέσει φύσιν, τοῦτο ποιεῖν καὶ πάσχειν προσῆκον· ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνομάτων εὐθὺς οἷον ἐναντίων ὄντων καὶ ἀντιφώνων.
在我看来,神向神呼喊“你在”这一词,正是对这种说法的最有力反驳与明证,因为在祂周围绝不发生任何偏离与变化,相反,去行使并承受这些,更适合另一个神,或者更确切地说,适合一个被指派掌管消灭与生成中之自然的达蒙;这从他们那仿佛对立并相互回响的名字中就一目然。
λέγεται γὰρ ὁ μὲν Ἀπόλλων ὁ δὲ Πλούτων, καὶ ὁ μὲν Δήλιος ὁ δʼ Ἀιδωνεύς, καὶ ὁ μὲν Φοῖβος ὁ δὲ Σκότιος· καὶ παρʼ ᾧ μὲν αἱ Μοῦσαι καὶ ἡ Μνημοσύνη, παρʼ ᾧ δʼ ἡ Λήθη καὶ ἡ Σιωπή· καὶ ὁ μὲν Θεώριος καὶ Φαναῖος, ὁ δὲ
"νυκτὸς ἀιδνᾶς ἀεργηλοῖὸ θʼ Ὕπνου κοίρανος· "
καὶ ὁ μὲν
"βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων"
πρὸς ὃν δὲ Πίνδαρος εἴρηκεν οὐκ ἀηδῶς
"κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν.
因为一者被称为阿波罗,另一者被称为普鲁同;一者是德利奥斯,另一者是艾多纽斯;一者是福玻斯,另一者是斯科蒂奥斯;与一者同在的是缪斯和姆涅莫辛,与另一者同在的是雷忒和斯欧佩;一者是忒奥里奥斯和法奈奥斯,另一者是 “暗夜与懒惰之眠的统治者”;一者是 “神明中对凡人最可憎者”,而关于另一者,宾达洛曾十分悦耳地写道:“祂被判定对凡人最为温和。
"
εἰκότως οὖν ὁ Εὐριπίδης, εἶπε
"
λοιβαὶ νεκύων φθιμένων
ἀοιδαί, τὰς χρυσοκόμα
Ἀπόλλων οὐκ ἐνδέχεται.
”因此,欧里庇得斯说得很自然: “给已逝亡者的奠酒是哀歌,金发的阿波罗并不接受它们。
"
καὶ πρότερος ἔτι τούτου ὁ Στησίχορος,
"
μάλα τοι μάλιστα
παιγμοσύνας τε φιλεῖ μολπὰς τʼ Ἀπόλλων,
κάδεα δὲ στοναχάς τʼ Ἀίδας ἔλαχε.
” 而在他之前,司忒西科罗斯也曾说: “阿波罗确实最爱游戏与歌谣,而悲哀与叹息则是哈迪斯分得的命运。
"
Σοφοκλῆς δὲ καὶ τῶν ὀργάνων ἑκατέρῳ προσνέμων ἑκάτερον δῆλός ἐστι διὰ τούτων,
"οὐ νάβλα κωκυτοῖσιν οὐ λύρα φίλα"
καὶ γὰρ ὁ αὐλὸς ὀψὲ καὶ πρῴην ἐτόλμησε φωνὴν
ἐφʼ ἱμερτοῖσιν
ἀφιέναι· τὸν δὲ πρῶτον χρόνον εἵλκετο πρὸς τὰ πένθη, καὶ τὴν περὶ ταῦτα λειτουργίαν οὐ μάλʼ ἔντιμον οὐδὲ φαιδρὰν εἶχεν, εἶτʼ ἐμίχθη πάντα πᾶσι.
” 索福克勒斯也将乐器分别归属于这两者,这从以下的话中十分明显: “纳布拉琴不合哀哭,里拉琴亦不喜爱” 因为事实上,双簧管也是在很晚、直到最近才敢将声音用于令人愉悦的事物上;而在最初,它被拉向哀悼,它在这些事务中的服务并不十分高贵也不欢快,只是后来一切都混杂在了一起。
μάλιστα δὲ τὰ θεῖα πρὸς τὰ δαιμόνια συγχέοντες εἰς ταραχὴν αὑτοὺς κατέστησαν.
而尤其是由于将神性的事物与达蒙的事物相混淆,人们将自己陷入了混乱之中。
ἀλλά γε τῷ Ε τὸ
γνῶθι σαυτόν
ἔοικέ πως ἀντικεῖσθαι καὶ τρόπον τινὰ πάλιν συνᾴδειν· τὸ μὲν γὰρ ἐκπλήξει καὶ σεβασμῷ πρὸς τὸν θεὸν ὡς ὄντα διὰ παντὸς ἀναπεφώνηται, τὸ δʼ ὑπόμνησίς ἐστι τῷ θνητῷ τῆς περὶ αὐτὸν φύσεως καὶ ἀσθενείας.
然而,“认识你自己”似乎在某种程度上与“E”相对立,而在某种意义上又再次和谐;因为前者是对神作为贯穿万世的存在者而发出的惊叹与敬畏之呼喊,而后者则是对凡人自身本性与软弱的提醒。