§8ἀλλὰ νὴ Δία παιδιὰ τὰ τῶν ποιητῶν οἱ δὲ ῥήτορες ἔχουσί τι παραβαλλόμενοι πρὸς τοὺς στρατηγούς, ἐξ ὧν εἰκότως Αἰσχίνης σκώπτων τὸν Δημοσθένην λέγειν φησὶν ὅτι γράψεται τῷ βήματι διαδικασίαν πρὸς τὸ στρατήγιον.
可是,凭宙斯起誓,诗人的创作不过是儿戏。 而辩论家们在与将军们进行对比时,难道也有什么可夸耀的吗? 因此,埃斯基涅斯在嘲笑德摩斯梯尼时,说他要为演说台(辩论家)提起诉讼,与将军府(将军们)争夺优先权,这是大有道理的。
ἆρʼ οὖν ἄξιον προκρῖναι τὸν Ὑπερείδου Πλαταϊκὸν τῆς Ἀριστείδου Πλαταιᾶσι νίκης;
那么,难道值得把许佩里德斯的《普拉提亚演说》置于阿里斯提德在普拉提亚的胜利之上吗?
ἢ τὸν Λυσίου κατὰ τῶν τριάκοντα τῆς Θρασυβούλου καὶ Ἀρχίνου τυραννοκτονίας;
或者把吕西亚斯针对三十僭主的演说置于色拉西布洛斯和阿尔奇诺斯推翻僭主之上吗?
ἢ τὸν Αἰσχίνου κατὰ Τιμάρχου ἑταιρήσεως τῆς Φωκίωνος εἰς Βυζάντιον βοηθείας, διʼ ἧς ἐκώλυσε τοὺς τῶν συμμάχων υἱοὺς ἐνύβρισμά τε καὶ παροίνημα γενέσθαι Μακεδόνων;
或者把埃斯基涅斯针对蒂马科斯男娼行为的演说置于福基翁对拜占庭的救援之上吗(通过这次救援,他阻止了盟友的子弟成为马其顿人侮辱和醉酒戏谑的牺牲品)?
ἢ τοῖς κοινοῖς στεφάνοις, οὓς τὴν Ἑλλάδα ἐλευθερώσας ἔλαβεν ὁ δῆμος, τὸν Δημοσθένους περὶ τοῦ στεφάνου παραβάλωμεν, ἐν ᾧ τοῦτο λαμπρότατον καὶ λογιώτατον ὁ ῥήτωρ πεποίηκεν, ὀμόσας τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων, οὐ τοὺς ἐν ταῖς σχολαῖς τὰ μειράκια προδιδάσκοντας.
或者,我们要将德摩斯梯尼的《金冠演说》与民众在解放希腊后获得的公共冠冕相比吗? 在这篇演说中,这位辩论家做了一件最辉煌、最雄辩的事:他指着那些在马拉松首当其冲、身冒矢石的先祖们起誓,而不是指着那些在学校里教导青少年的教师们起誓。
ἐφʼ οἷς οὐ τοὺς Ἰσοκράτεις καὶ Ἀντιφῶντας καὶ Ἰσαίους, ἀλλὰ τούτους ἡ πόλις δημοσίαις ταφαῖς ἔθαψεν, ὑποδεξαμένη τὰ λείψανα τῶν σωμάτων, καὶ τούτους ἀπεθέωσε τοῖς ὅρκοις ὁ ῥήτωρ ὀμνύων οὓς οὐκ ἐμιμεῖτο.
为了这些功绩,城邦举行国葬埋葬了这些人,而不是伊索克拉底、安提丰和伊赛奥斯之流;城邦收容了他们遗体的残骸,而这位辩论家则在誓言中将这些人奉为神明,指着那些他并未效法的人起誓。
Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας ὥσπερ ἀλλοτρίαις ψυχαῖς φήσας ἐναγωνίσασθαι καὶ καθυμνήσας τὴν τόλμαν αὐτῶν καὶ τὴν ὑπεροψίαν τοῦ ζῆν, αὐτός, ὥς φασιν, ἤδη γέρων γεγονὼς πρὸς τὸν πυθόμενον πῶς διάγει,
οὕτως,
εἶπεν,
ὡς ἄνθρωπος ὑπὲρ ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν θάνατον.
而伊索克拉底曾说在马拉松身冒矢石的人仿佛是用他人的生命在战斗,并赞颂他们的勇敢以及对生存的蔑视,但他自己——据人们说——在已经年迈时,对询问他生活如何的人说: “就像这样,作为一个年过九十、且将死亡视为最大祸害的人。
οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην χαράττων οὐδὲ λαμπρύνων κράνος οὐδὲ στρατευόμενος οὐδʼ ἐρέττων, ἀλλʼ ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα κολλῶν καὶ συντιθείς, μονονοὺ κολαπτῆρσι καὶ ξυστῆρσι τὰς περιόδους ἀπολεαίνων καὶ ῥυθμίζων ἐγήρασε.
” 因为他既没有磨砺剑刃,也没有修整枪尖,没有擦亮头盔,没有服兵役,也没有划桨,而是将对偶、等长句和同格反复胶合、拼凑在一起,几乎是用凿子和锉刀去打磨和调整他的周期句,以此度过了晚年。
πῶς οὖν οὐκ ἔμελλεν ἄνθρωπος ψόφον ὅπλων φοβεῖσθαι καὶ σύρρηγμα φαλάγγων ὁ φοβούμενος φωνῆεν φωνήεντι συγκροῦσαι καὶ συλλαβῇ τὸ ἰσόκωλον ἐνδεὲς ἐξενεγκεῖν;
那么,一个害怕母音与母音相撞、害怕因少了一个音节而使等部句显得残缺的人,又怎能不害怕兵器的声响和方阵的撞击呢?
Μιλτιάδης μὲν γὰρ ἄρας ἐς Μαραθῶνα τῇ ὑστεραίᾳ τὴν μάχην συνάψας ἧκεν εἰς ἄστυ μετὰ τῆς στρατιᾶς νενικηκώς, καὶ Περικλῆς ἐννέα μησὶ Σαμίους καταστρεψάμενος ἐφρόνει τοῦ Ἀγαμέμνονος μεῖζον ἔτει δεκάτῳ τὴν Τροίαν ἑλόντος·
因为米太亚德开赴马拉松,第二天就交战,获胜后带着军队回到了城里;佩里克利斯在九个月内征服了萨摩斯人,便觉得自己比在第十年才攻克特洛伊的阿伽门农还要伟大。
Ἰσοκράτης δὲ μικροῦ τρεῖς ὀλυμπιάδας ἀνήλωσεν, ἵνα γράψῃ τὸν πανηγυρικὸν λόγον, οὐ στρατευσάμενος ἐν τούτοις τοῖς χρόνοις οὐδὲ πρεσβεύσας οὐδὲ πόλιν κτίσας οὐδὲ ναύαρχος ἐκπεμφθείς, καίτοι μυρίους τοῦ τότε χρόνου πολέμους ἐνέγκαντος·
而伊索克拉底花了将近三个奥林匹亚期的时间才写出《全希腊大会演说》,在这些岁月里他既没有服兵役,也没有出使,没有建立城邦,也没有被派作海军将领,尽管那个时代带来了无数次战争。
ἀλλʼ ἐν ᾧ Τιμόθεος Εὔβοιαν ἠλευθέρου καὶ Χαβρίας περὶ Νάξον ἐναυμάχει καὶ περὶ Λέχαιον Ἰφικράτης κατέκοπτε τὴν Λακεδαιμονίων μόραν, καὶ πᾶσαν ἐλευθερώσας πόλιν ὁ δῆμος ἰσόψηφον αὐτοῖς τὴν Ἑλλάδα κατέστησεν, οἴκοι καθῆστο βιβλίον ἀναπλάττων τοῖς ὀνόμασιν, ὅσῳ χρόνῳ τὰ προπύλαια Περικλῆς ἀνέστησε καὶ τοὺς ἑκατομπέδους.
相反,就在提摩太解放优波亚、哈布里亚斯在纳克索斯附近进行海战、伊菲克拉特斯在莱凯翁附近歼灭拉刻代蒙的摩拉(步兵联队),以及民众解放了每一个城邦、使希腊与他们享有同等投票权的时候,他却闲坐家中,用词藻塑造着一本书,其所花的时间与佩里克利斯建立前门和百尺神庙相同。
καίτοι καὶ τοῦτον ὡς βραδέως ἀνύοντα τοῖς ἔργοις ἐπισκώπτων Κρατῖνος οὕτω πως λέγει περὶ τοῦ διὰ μέσου τείχους,
"
λόγοισι γὰρ αὐτὸ προάγει Περικλέης,
ἔργοισι δʼ οὐδὲ κινεῖ.
然而,克拉提诺斯连佩里克利斯也嘲笑,说他在工程上进展缓慢,关于中间城墙他这样说道: “因为佩里克利斯用语言推进它,但在行动上却连动都不动。
"
σκόπει δὲ σοφιστικὴν μικροφροσύνην, τὸ ἔνατον μέρος τοῦ βίου εἰς ἕνα λόγον καταναλίσκουσαν.
” 且看这种修辞学家的狭隘气量,竟然将生命的九分之一消耗在一篇演说上。
ἀλλὰ δὴ μέγα τοὺς Δημοσθένους τοῦ ῥήτορος λόγους ἄξιόν ἐστι τοῖς τοῦ στρατηγοῦ ἔργοις παραβάλλειν;
但是,难道将辩论家德摩斯梯尼的演说与将军的功绩相提并论真的是一件大有价值的事吗?
τὸν κατὰ Κόνωνος αἰκίας τοῖς περὶ Πύλον τροπαίοις ἐκείνου;
将针对科农的人身伤害演说与那位将军在庇洛斯立起的战功纪念碑相比吗?
τὸν πρὸς Ἀρεθούσιον περὶ ἀνδραπόδων τοῖς ἐξανδραποδισθεῖσιν ὑπʼ ἐκείνου Σπαρτιάταις;
将针对阿雷图西奥斯关于奴隶的演说与被那位将军奴役的斯巴达人相比吗?
ἢ ἡλικίᾳ τοὺς ἐπιτροπικοὺς ἔγραψε, ταύτην Ἀλκιβιάδης ἔχων Μαντινεῖς καὶ Ἠλείους ἐπὶ τὴν Λακεδαίμονα συνέστησε.
或者,在德摩斯梯尼撰写监护权演说的年龄,阿尔西比亚德斯正以同样的年龄集结曼蒂尼亚人和伊利斯人去对抗拉刻代蒙。
καὶ μὴν οἵ γε δημόσιοι λόγοι τοῦτʼ ἔχουσι θαυμαστόν, ὅτι τοῖς Φιλιππικοῖς ἐπὶ πράξεις προτρέπεται καὶ τὴν Λεπτίνου πρᾶξιν ἐπαινεῖ.
而且,他的国政演说确实有这样一个奇妙之处:他在《腓力弹劾演说》中敦促采取行动,并且赞扬了莱普提涅斯的行径。