§1Ταῦτʼ ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθʼ ἑαυτὸν στρατηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδʼ ἐλευθερώσας· ὀρθῶς δʼ εἰρήσεται καὶ πρὸς τοὺς ἐπὶ τοῖς λόγοις μέγα φρονοῦντας· ἂν γάρ ἀνέλῃς τοὺς πράττοντας, οὐχ ἕξεις τοὺς γράφοντας.
这些话是那个人对继他之后的将军们正确说出的,他通过驱逐蛮族并解放希腊,为他们后来的功勋开辟了道路;而对于那些对言辞深感自豪的人,这样说也是正确的:“因为如果你拿走行动者,你就不会有记录者。
ἄνελε τὴν Περικλέους πολιτείαν καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας Νικίου καὶ τὴν Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν Πελοπόννησον περιπλέοντα καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται.
”拿走伯里克利的政治和福尔米翁在里翁海战中的胜利纪念碑,尼基阿斯在基塞拉、麦加拉和科林斯的英勇事迹,德摩斯梯尼的皮洛斯,克里昂的四百名俘虏,托尔米德斯环航伯罗奔尼撒,以及米罗尼德斯在奥伊诺菲塔击败波奥蒂亚人,那么对你来说,修昔底德就被抹去了。
ἄνελε τὰ περὶ Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ πρὸς Λέσβῳ Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον καὶ τοὺς ἀπὸ Φυλῆς ἑβδομήκοντα κατὰ τῆς Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα τὰς Ἀθήνας εἰς τὴν θάλατταν, καὶ Κράτιππος ἀνῄρηται.
拿走阿尔西比亚德斯在赫勒斯滂的果敢行为,色拉西洛斯在莱斯博斯的功勋,塞拉梅尼斯对寡头政治的推翻,色拉西布洛斯、阿尔基诺斯以及来自菲莱反抗斯巴达霸权的七十人,还有科农再次使雅典人驶向海洋,那么克拉提波斯就被消灭了。
Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ Θεμιστογένη περὶ τούτων συντετάχθαι τὸν Συρακόσιον, ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος.
因为色诺芬自己成了他自己的历史,他记录了自己作为将军所指挥和成功做到的事,并托名叙拉古人塞米斯托盖尼斯撰写了这些,以便在以他人的身份叙述自己时更具可信度,将言辞的荣耀让给他人。
οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι Δίυλλοι Φιλόχορος Φύλαρχος, ἀλλοτρίων γεγόνασιν ἔργων ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵνʼ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν.
但所有其他的历史学家——克莱托德莫斯、迪乌洛斯、菲洛科罗斯、菲拉科罗斯——都成了他人行为的演员,仿佛是戏剧的演员,他们编排将军和国王的功绩,并寄生在那些人的记忆中,以便分享某种光辉和亮光。
ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ.
因为荣耀从行动者反射到记录者身上,而他人荣耀的幻影在闪耀,行为通过言辞显现出来,就如在镜中一般。
§2πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἥδε μήτηρ καὶ τροφὸς εὐμενὴς τεχνῶν γέγονε τὰς μὲν εὑραμένη καὶ ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν καὶ αὔξησιν οὐχ ἥκιστα δʼ ὑπʼ αὐτῆς ζωγραφία προῆκται καὶ κεκόσμηται.
确实,这座城市成了许多其他技艺的仁慈母亲和乳母,有的最先发现并昭示,有的则赋予力量、荣誉和增长;而绘画也绝非最少地被她推动并装饰。
καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν· οὗ τοῖς ἔργοις ἐπιγέγραπται
μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται.
因为画家阿波罗多罗斯,作为人类中第一个发现阴影的减衰和色彩渐变的人,就是雅典人;在他的作品上题写着: “人们宁可指责,也不愿模仿。
καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος καὶ Πάναινος ὁ Φειδίου ἀδελφός, οἱ μὲν στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δʼ ἥρωας ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δʼ ἑαυτοῦ κρέα βόεια.
” 此外,欧弗拉诺尔、尼基阿斯、阿斯克列皮奥多罗斯和菲迪亚斯的兄弟帕奈诺斯,有的画了胜利的将军,有的画了战斗,有的画了英雄,就像欧弗拉诺尔将他自己的忒修斯与帕拉西奥斯的作对比,说后者的忒修斯吃了玫瑰,而他自己的则吃了牛肉。
τῷ γὰρ ὄντι γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίκιλται καί τι προσέοικε· τὸν δʼ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς
"
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
θρέψε Διὸς θυγάτηρ.
事实上,帕拉西奥斯的画作精细、色彩丰富且惟妙惟肖;但有人看到欧弗拉诺尔的画作时,颇具才气地说道: “心胸宽广的埃里克透斯的子民,曾由宙斯的女儿雅典娜抚育。
"
γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ.
” 欧弗拉诺尔也满怀激情地描绘了在曼蒂内亚对抗伊帕密浓达的骑兵战。
τὸ δʼ ἔργον ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ τῆς ἐν Λεύκτροις μάχης ἀρθεὶς μέγας ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ ἀξίωμα τῆς πόλεως ἠθέλησε.
实际的事情是这样的:底比斯人伊帕密浓达因留克特拉战役而声名显赫,企图践踏倒下的斯巴达,并蹂躏这座城市的傲气与尊严。
καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν· ἔπειτα περὶ Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην προυκαλεῖτο·
首先,他率领七万大军侵入,蹂躏其国土,并使周边属民背叛他们;接着,他在曼蒂内亚附近向前来迎战的敌人挑战。
μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ τὴν Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικροῦ ἔφθη τὴν πόλιν ἔρημον ἐξ ἐφόδου λαβεῖν καὶ κατασχεῖν.
但由于他们既不想也不敢,而是等待来自雅典的援军,他便在夜间拔营,瞒过所有人,降临到拉科尼亚,差一点就能通过突然袭击抢先占领并控制这座空无一人的城市。
αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας ταχείας πρὸς τὴν πόλιν γενομένης, ὕπειξε μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος·
但当同盟军察觉并迅速向城市派去救援时,他便退却,仿佛要再次转向对该地区的掠夺和破坏。
ἐξαπατήσας δὲ καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν τὴν μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος διαβουλευομένοις καὶ αὐτοῖς ἀκμὴν τοῦ πέμπειν τὴν εἰς Λακεδαίμονα βοήθειαν καὶ εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις.
但在如此欺骗并麻痹了敌人之后,他在夜间从拉科尼亚撤军;他疾行穿过中间的土地,出乎意料地出现在曼蒂内亚人面前,而他们自己当时正值向拉刻代蒙发送救援的时刻,他立即命令底比斯人武装起来。
οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη], τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδʼ ἐπινοούντων βοήθειαν.
底比斯人因其武力而气焰嚣张,向前冲锋并包围了城墙;而曼蒂内亚人则一片惊慌、呼喊和奔逃,因为他们无法抵挡如洪流般一涌而入的大军,也想不出任何救援办法。
ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν Μαντινικὴν οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλʼ ὁδῷ πορευόμενοι καθʼ ἡσυχίαν ὡς δέ τις ἀστῶν ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις·
在这个时间与命运的关头,雅典人从高地下来进入曼蒂内亚,他们既不知道局势的转变,也不了解战斗的紧迫,只是沿着道路平静地前行。
οἱ δʼ ἱππεῖς διασκευασάμενοι καὶ προεξελάσαντες, ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν· καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν Μαντίνειαν.
但当一位市民跑出来报告危险时,尽管他们与敌人的大军相比人数稀少,且因长途跋涉而疲惫,而且没有任何其他盟军在场,但他们仍立即整队迎战;骑兵们整装出发,在城门和城墙下展开了一场激烈的骑兵战;最终他们赢得了胜利,从伊帕密浓达手中夺回了曼蒂内亚。
τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ σύρρηγμα καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος γέμουσαν.
欧弗拉诺尔描绘了这一功绩,在战斗的画面中可以看到充满了力量、愤怒和斗志的冲突与抵抗。
ἀλλʼ οὐκ ἂν οἶμαι τῷ ζωγράφῳ κρίσιν προθείητε πρὸς τὸν στρατηγὸν οὐδʼ ἀνάσχοισθε τῶν προτιμώντων τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα τῆς ἀληθείας.
但我认为你们不会对画家做出优于将军的判决,也不会容忍那些将画作置于胜利纪念碑之上、将模仿置于真理之上的人。