§4τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ τὸ φρόνημα καὶ μεγάλαυχος ἡ ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, εἶτʼ ἄπεισιν ἀιδής·
而命运女神的行动迅速,气魄大胆,希望宏大;她超越美德而近在咫尺,她并非用轻盈的羽翼使自己轻快,也非将足尖立于某种球体之上、以危险且不确定的姿态走来、随后又悄然离去。
ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε·
相反,正像斯巴达人谈到阿芙罗狄忒跨越欧罗塔斯河时,放下了镜子、饰品和束带,而拿起矛与盾以遵从吕库古的法令装扮自己一样;命运女神也同样离开了波斯人和亚述人,轻快地飞越马其顿,迅速地摆脱了亚历山大,并穿过埃及和叙利亚,游历了数个王国,且曾多次转过身来扶持迦太基人。
τῷ δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν.
但当她接近帕拉蒂尼山并跨越蒂伯河时,她似乎放下了羽翼,脱去了鞋履,留下了那不可信且易变的球体。
οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην.
因此她进入罗马,意在长留,并以如此姿态呈现在审判席前。
"οὐ μὲν γὰρἀπειθὴς,"
κατὰ Πίνδαρον,
"οὐδὲ δίδυμον στρέφουσα πηδάλιον,"
ἀλλὰ μᾶλλον
"
εὐνομίας καὶ Πειθοῦς ἀδελφὰ
καὶ Προμαθείας θυγάτηρ,
"
ὡς γενεαλογεῖ Ἀλκμάν.
“因为她并非不顺从,” 依品达之言, “亦非操纵着双重的舵,” 而是更像 “良好秩序与说服的姐妹,以及先见之女,” 正如阿尔克曼为其追溯的谱系。
τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει πᾶσα γῆ πᾶσα δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη.
她手里拿着那广为歌颂的丰饶之角,里面不仅装满了常青的季节性果实,而且将整个大地、整个海洋、河流、矿山和港口所产出的一切,源源不断、丰盛地倾泻出来。
λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις·
许多辉煌显赫的人物也与她同行:来自萨宾的庞皮里乌斯·努马和来自塔尔奎尼亚的普里斯库斯,她将这些外来的国王和异乡人安顿在罗慕路斯的王座上。
καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικός γέρων, ὑπὸ τεττάρων παίδων εον ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ καὶ Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαΐου Καπραρίου, καὶ δυοῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις.
保卢斯·埃米利乌斯从珀尔修斯和马其顿人手中率领一支未受损伤的军队,以无泪的胜利举行凯旋式,颂扬着命运女神。 而征服马其顿的年迈凯基利乌斯·梅特路斯也同样颂扬她,他在四位曾任执政官的儿子——昆图斯·巴利亚里库斯、卢基乌斯·迪亚德马图斯、马尔库斯·梅特路斯和盖乌斯·卡普拉里乌斯——,以及两位曾任执政官的女婿和因显赫战功及政绩而荣耀的孙儿们的护送下被送往墓地。
Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ αὐτῆς προγράφεται τοῦ μεγάλου συνεδρίου.
埃米利乌斯·斯考鲁斯从卑微的生活和更卑微的出身中,被她提拔为“新人”,并被列为伟大的元老院首班。
Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις.
至于科尔内利乌斯·苏拉,她将他从妓女尼科波丽丝的怀抱中拉起并提升,安置在比马略的侵略金布里凯旋式和七任执政官更高的君主权力和独裁官职位上。
ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων ἑαυτὸν εἰσεποίει βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους
"ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω.
他公然将自己及其功绩归功于命运,效仿索福克勒斯的俄狄浦斯高喊: “我自认是命运之子。
"
καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε
Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος.
” 在拉丁语中他被称为菲利克斯,而对希腊人他则这样写道: “卢基乌斯·科尔内利乌斯·苏拉·埃帕弗罗狄托斯。
καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται,, καὶ εἰκότως· πλεῖστον γὰρ Ἀφροδίτης οὐ
νύξ,
κατὰ Μένανδρον, ἀλλὰ τύχη μετέσχηκεν.
” 我们在喀罗尼亚的战胜纪念碑以及米特拉达梯战争的纪念碑上也都是这样刻写的,这理所当然;因为正如米南德所说,分享阿芙罗狄忒最多的并非夜晚,而是命运。
§5ἆρʼ οὖν ταύτην τις ἀρχὴν ποιησάμενος οἰ - κείαν ἂν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὖ τοὺς Ῥωμαίους, ὡς τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας;
那么,有人以此为起点,是否会再次引罗马人自己作为命运女神的合适证人,证明他们对命运的尊崇超过了美德?
ἀρετῆς μέν γε παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον, καὶ τὸ τῆς Μέντις καλουμένης Γνώμης ἂν νομίζοιτο Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς·
因为在他们中间,美德的神殿建得很晚,且是在许多年之后,才由征服努曼提亚的西庇阿建立,随后是马塞拉斯建立了被称为美德与荣誉的神殿,而被称为思维的神殿,则被认为是在金布里战争时期生活的埃米利乌斯·斯考鲁斯所建。
ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα.
就在那时,由于言论、诡辩和空谈流入了城邦,人们才开始尊崇这类事物。
σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ Σωφροσύνης ἢ μεγαλοψυχίας ἢ καρτερίας ἢ ἐγκρατείας·
但直到现在,智慧的神殿依然不存在,也没有节制、宽大、坚忍或克己的神殿。
ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμειγμένα τῆς πόλεως θεμελίοις γέγονε.
然而,命运女神的神殿却宏伟而古老,几乎与城邦最初的基石混杂在一起而建立。
πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι.
因为最先建立命运神殿的是安库斯·马尔基乌斯,他是努马的外孙,也是罗慕路斯之后的第四任国王;或许他以命运之名为勇敢命名,因为在取得胜利时,命运占据了最大的份额。
τὸ δὲ τῆς Γυναικείας Τύχης κατεσκευάσαντο πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριόλανον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπεστρέψαντο διὰ τῶν γυναικῶν.
而妇女命运神殿的建立是在卡米卢斯之前,当时马尔基乌斯·科里奥兰纳斯率领沃尔西人进逼城邦,人们通过妇女们使他退兵。
πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων ἀπαγαγεῖν.
因为这些妇女与他的母亲和妻子一起作为使者前往他那里,苦苦哀求并促使他宽恕城邦,撤走蛮族军队。
τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν,
ὁσίῳ με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε.
据说当时命运女神的塑像在献纳的同时发出了声音说道: “罗马的妇女们啊,请依照城邦的神圣法律将我安置。
καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος καθεῖλεν, οὔτʼ εὐβουλίας οὔτʼ ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἱερὸν παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι.
” 此外,富里乌斯·卡米卢斯在扑灭凯尔特之火,并将那在金秤上与黄金抗衡的罗马从秤梁和秤盘上拯救出来时,他所建立的并非明智或勇敢的神殿,而是在新路旁建立了法玛和克莱东的神殿,据说在战争前,马尔库斯·凯迪基乌斯夜间行走时,曾听到声音命令他在短时间内防备高卢战争。
τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην
φόρτιν
ιν καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν.
而河畔的命运女神,他们称为福尔蒂斯,这意味着强大、优胜或勇敢,因为她拥有战胜一切的统治力量。
καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.
她的神殿建在恺撒留给人民的庭园里,人们认为恺撒也是因好运而成为最伟大的,正如他自己所见证的那样。