Humanitext Reader

普鲁塔克 · 论罗马人的好运 §13

亚历山大大帝之死与命运对罗马的护佑

第 10 段,共 10 段 · 希腊语

内容简介

作者指出早期罗马历史因记录丧失而模糊不清,但强调命运的眷顾在后来的历史中显而易见,特别是亚历山大大帝的暴卒使罗马免于一场与其强大军队的灾难性冲突。

§13ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς οὐδὲν οὐδʼ ὡρισμένον ἔχει τῷ καὶ τὰ πράγματα συγχυθῆναι τῶν Ῥωμαίων καὶ διαφθαρῆναι τοὺς ἐπʼ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος ἱστόρηκε;
但是,我们何必在这些事情上浪费时间呢? 正如李维所记载的,由于罗马人的事务陷入混乱,而且相关的记录也已散失,这些事情根本没有任何明确或确定之处。
τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν, ᾗ ἔγωγε τίθεμαι καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους ἀμάχου καὶ φρονήματος ὥσπερ ἄστρου φερομένου καὶ διᾴττοντος ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος ἤδη τὰς τῶν ὅπλων αὐγὰς εἰς τὴν Ἰταλίαν, ὡς πρόφασις μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος· ὁ δʼ ἄγων αὐτὸν ὡς ἀληθῶς ἐπὶ πάντας ἀνθρώπους δόξης ἔρως καὶ ἡγεμονίας ζῆλον ἔσχε καὶ ἅμιλλαν ὑπερβαλέσθαι τὰ Διονύσου καὶ Ἡρακλέους πέρατα τῆς στρατηλασίας.
因为后来的那些更加明显和清晰的事件展示了命运的青睐,而我个人甚至将亚历山大的死也归功于此。 他凭借巨大的好运气和辉煌的成就,在无敌的勇气和骄傲的推动下,犹如一颗星星一般从东方向西方飞驰闪烁,并且已经将武器的光芒投向了意大利。 当时,他的远征借口是摩罗索斯人亚历山大在潘多西亚附近被布雷蒂人和卢卡尼亚人肢解;但真正引导他走向全人类的,是对名誉的热爱、对统治的渴望,以及超越狄奥尼索斯和赫拉克勒斯远征极限的竞争心。
τῆς δʼ Ἰταλίας ἐπυνθάνετο τὴν ἐν Ῥώμῃ δύναμιν καὶ ἀλκὴν ὥσπερ στόμωμα προτεταγμένην ὄνομα γὰρ καὶ δόξα τούτων ἐπιφανεστάτη διεπέμπετο πρὸς αὐτὸν ὥσπερ ἀθλητῶν μυρίοις ἐγγεγυμνασμένων πολέμοις.
而关于意大利,他了解到罗马的力量和勇猛就像最前线的利刃一样布置着;因为这些人的名声和极其显赫的声望像在无数次战争中训练有素的运动员一样,传到了他那里。
"οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι οἴω," συμπεσόντων ὅπλοις ἀνικήτοις φρονημάτων ἀδουλώτων.
“我想,不流血决不会分出胜负,”当不可征服的精神与无敌的武器碰撞时。
πλῆθος μὲν γὰρ ἦσαν οὗτοι τρισκαίδεκα μυριάδων οὐκ ἐλάττους, πολεμικοὶ δὲ καὶ ἀνδρώδεις ἅπαντες, " ἐπιστάμενοι μὲν ἀφʼ ἵππων ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα. "
因为他们的数量不少于十三万,个个骁勇善战,“深知如何骑马与人交战,并在需要时作为步兵作战。 ”

词汇与语法注释

  1. 326aτῷ καὶ τὰ πράγματα συγχυθῆναι — 带有与格冠词的不定式结构(τῷ ... συγχυθῆναι ... καὶ διαφθαρῆναι)表示前文所述历史不确定性的原因(“由于……,因为……”)。两个不定式的逻辑主语分别是宾格的 τὰ πράγματα 和 τοὺς ὑπομνηματισμούς。
  2. 326aᾗ ἔγωγε τίθεμαι — 与格关系代词 ᾗ(先行词为 τὴν εὐμένειαν 或 Τύχης)与中动词 τίθεμαι(意为“归因于、归功于”)连用,表达作者将亚历山大之死这一历史事件归结为“命运(的眷顾)”的判断。
  3. 326cσυμπεσόντων — 属格独立分词结构,在此表示条件(“如果发生碰撞”)。其逻辑主语是属格的 φρονημάτων ἀδουλώτων(不可征服的精神),而 ὅπλοις ἀνικήτοις(无敌的武器)则是受动词 συμπίπτω(碰撞)支配的与格。

引用这一段

普鲁塔克, 论罗马人的好运 §13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg086.humanitext-grc3:13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。