← プルタルコス

ギリシア・ローマ対比史話集

§intro-3

ギリシアとローマの歴史的対比の序言

著者は古代史の信憑性を裏付けるため、古代の出来事と類似するローマ時代の歴史を並置して対比する。マラトンの戦いやクセルクセス、ポルセナに対する暗殺未遂、そしてチュレアティスやカウディウムでの戦勝碑の建立など、共通する英雄的行為が紹介される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§intro

τὰς ἀρχαίας ἱστορίας διὰ τὰ παράδοξα τῆς πράξεως οἱ πλεῖστοι νομίζουσι πλάσματα καὶ μύθους τυγχάνειν1 εὑρὼν δʼ ἐγὼ καὶ ἐν τοῖς νῦν χρόνοις γεγονότα ὅμοια,2 τὰ ἐν τοῖς Ῥωμαϊκοῖς καιροῖς συμβεβηκότα ἐξελεξάμην, καὶ ἑκάστῳ πράγματι ἀρχαίῳ νεωτέραν ὁμοίαν διήγησιν ὑπέταξα, ἀναγράψας καὶ τοὺς ἱστορήσαντας ἄνδρας.

大半の人々は、その出来事の信じがたさのゆえに、古代の歴史を創作や神話であるとみなしている。しかし私は、現代の時代においても同様の出来事が起こっていることを見出したので、ローマの時代に起こった出来事を選び出し、それぞれの古代の出来事の下に同様のより新しい記述を配置し、さらにそれらを記録した歴史家たちをも書き記した。

§1

Δάτις ὁ Περσῶν σατράπης μετὰ τριάκοντα μυριάδων εἰς Μαραθῶνα παραγενόμενος, πεδίον τῆς Ἀττικῆς, καὶ στρατοπεδευσάμενος πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν· Ἀθηναῖοι δὲ τοῦ βαρβαρικοῦ πλήθους καταφρονήσαντες ἐνακισχιλίους ἔπεμψαν, στρατηγοὺς ποιήσαντες Κυνέγειρον Πολύζηλον Καλλίμαχον Μιλτιάδην. συμβληθείσης δὲ τῆς παρατάξεως, Πολύζηλος μὲν ὑπεράνθρωπον φαντασίαν θεασάμενος τὴν ὅρασιν ἀπέβαλε καὶ τυφλὸς ἐγένετο· Καλλίμαχος δὲ πολλοῖς περιπεπαρμένος δόρασι καὶ νεκρὸς ἐστάθη· Κυνέγειρος δὲ Περσικὴν ἀναγομένην ναῦν κατασχὼν ἐχειροκοπήθη. Ἀσδρούβας βασιλεὺς Σικελίαν καταλαβόμενος πόλεμον Ῥωμαίοις κατήγγειλε· Μέτελλος δὲ ὑπὸ τῆς συγκλήτου στρατηγὸς χειροτονηθεὶς ἐγκρατὴς ἐγένετο τῆς νίκης ταύτης, ἐν ᾗ Λεύκιος Γλαύκων εὐγενὴς ἀνήρ, τὴν Ἀσδρούβα κατέχων ναῦν, ἀμφοτέρας ἀπέβαλε τὰς χεῖρας· καθάπερ ἱστορεῖ Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Σικελικῶν, παρʼ οὗ τὴν ὑπόθεσιν ἔμαθε Διονύσιος ὁ Σικελιώτης.

ペルシアのサトラップであるダティスは、30万の軍勢とともにアッティカの平原であるマラトンに到着して陣を敷き、現地の人々に戦争を宣告した。しかしアテナイ人は、野蛮人の大軍を侮り、クネイゲイロス、ポリュゼロス、カリマコス、ミルティアデスを将軍に任命して9000人を派遣した。対戦が始まると、ポリュゼロスは超自然的な幻影を目にして視力を失い盲目となった。カリマコスは多くの槍に貫かれて死んでもなお直立していた。クネイゲイロスは出航しようとするペルシアの船を掴んだが、手を切り落とされた。ハスドルバル王はシケリアを占領してローマ人に戦争を宣告した。しかしメテッルスは元老院によって将軍に選出されてこの勝利を収めた。その戦いにおいて、高貴な男であるルキウス・グラウコンは、ハスドルバルの船を掴み、両手を失った。ミレトスのアリステイデスが『シケリア戦記』第1巻で語っている通りであり、シケリアのディオニュシオスは彼からこの題材を得たのである。

§2

Ξέρξης μετὰ πεντακοσίων μυριάδων Ἀρτεμισίῳ προσορμίσας πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν· Ἀθηναῖοι δὲ συγκεχυμένοι κατάσκοπον ἔπεμψαν Ἀγησίλαον, τὸν Θεμιστοκλέους ἀδελφόν, καίπερ Νεοκλέους τοῦ πατρὸς αὐτοῦ κατʼ ὄναρ ἑωρακότος3 ἀμφοτέρας ἀποβεβληκότα τὰς χεῖρας. παραγενόμενος δὲ εἰς τοὺς βαρβάρους ἐν σχήματι Περσικῷ Μαρδόνιον ἕνα τῶν σωματοφυλάκων ἀνεῖλεν ὑπολαμβάνων Ξέρξην εἶναι. συλληφθεὶς δὲ πρὸς τῶν πέριξ δέσμιος ἤχθη πρὸς τὸν βασιλέα. βουθυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος4 ἐπὶ τῷ τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἐπέθηκε χεῖρα, καὶ ἀστενάκτως ὑπομείνας τὴν ἀνάγκην τῶν βασάνων ἠλευθερώθη τῶν δεσμῶν εἰπών, πάντες ἐσμὲν τοιοῦτοι Ἀθηναῖοι· εἰ δʼ ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν ἐπιθήσω. φοβηθεὶς δὲ ὁ Ξὲρξης φρουρεῖσθαι αὐτὸν προσέταξε καθάπερ ἱστορεῖ Ἀγαθαρχίδης Σάμιος δευτέρᾳ τῶν Περσικῶν. Πορσίνας Τούσκων βασιλεὺς πέραν ποταμοῦ Θύμβρεως στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν Ῥωμαίοις μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχε. τῆς δὲ συγκλήτου συγκεχυμένης, Μούκιος τῶν ἐπισήμων ἀνὴρ λαβὼν τετρακοσίους ἀπὸ τῶν ὑπάτων ὁμήλικας ἐν ἰδιωτικῷ σχήματι τὸν ποταμὸν διῆλθεν. ἰδὼν δὲ τὸν σωματοφύλακα τοῦ τυράννου τὰ ἐπιτήδεια διαδιδόντα τοῖς στρατηγοῖς, ὑπολαβὼν αὐτὸν τὸν Πορσίναν εἶναι ἀνεῖλεν. ἀχθεὶς δὲ ἐπὶ τὸν βασιλέα τοῖς ἐμπύροις ἐπέθηκε τὴν δεξιὰν χεῖρα καὶ στέξας τὰς ἀλγηδόνας εὐψύχως ἐμειδίασεν εἰπών, βάρβαρε, λέλυμαι, κἂν μὴ θέλῃς· καὶ ἴσθι ἡμᾶς κατὰ σοῦ τετρακοσίους ὄντας ἐν τῷ στρατοπέδῳ, οἵ σε ἀνελεῖν ζητοῦμεν. ὁ δὲ φοβηθεὶς σπονδὰς πρὸς Ῥωμαίους ἐποιήσατο· καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ ἱστοριῶν.

クセルクセスは、500万の軍勢とともにアルテミシオンに停泊し、現地の人々に戦争を宣告した。アテナイ人は動揺し、テミストクレスの弟アゲシラオスをスパイとして派遣した。彼の父ネオクレスは夢の中で彼が両手を失うのを見ていたにもかかわらず、である。彼はペルシア人の身なりをして野蛮人のもとに赴き、護衛の一人であるマルドニオスをクセルクセスだと思い込んで殺害した。捕らえられた彼は、周囲の者たちによって縛られて王の前に引き出された。前述の王が太陽の祭壇で牛を犠牲に捧げようとしたとき、彼は右手を置き、嘆くことなく拷問の苦痛に耐え、縛めから解放されてこう言った。「我々アテナイ人は皆このような者たちだ。もし信じないなら、左手も置きましょう。」クセルクセスは恐れて、彼を監視下に置くよう命じた。サモスのアガタルキデスが『ペルシア戦記』第2巻で語っている通りである。エトルリア人の王ポルセナは、テュンブリス川の向こう側から進軍してローマ人と戦い、ローマ人に運ばれる食糧の供給路を途中で遮断して、前述の者たちを飢餓で苦しめた。元老院が混乱している中、高名な人物であるムキウスは、執政官と同世代の若者400人を連れ、平民の服装をして川を渡った。そして、僭主の護衛が将軍たちに物資を配っているのを見て、彼をポルセナ自身と思い込んで殺害した。王の前に引き出されると、彼は燃え盛る火の上に右手を置き、その痛みを耐えて勇敢に微笑み、こう言った。「蛮人よ、お前が望まなくとも私は解放されている。そして知るがよい、お前の陣営には我々400人がおり、お前の命を狙っていることを。」ポルセナは恐れてローマ人と休戦協定を結んだ。ミレトスのアリステイデスが『歴史』第3巻で語っている通りである。

§3

Ἀργείων καὶ Λακεδαιμονίων5 ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι τριακοσίους ἑκατέρων καὶ τῶν νικησάντων εἶναι τὴν χώραν. Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν Ἀργεῖοι δὲ Θέρσανδρον. πολεμούντων δὲ δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν , Ἀγήνωρ καὶ Χρόμιος οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. ἐρημίας δʼ ὑπαρχούσης ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο·6 καὶ τρόπαιον στήσας ἐκ τοῦ ἰδίου αἵματος ἐπέγραψε Διὶ τροπαιούχῳ. καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτύονες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι· καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν. Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες στρατηγὸν ἐχειροτόνησαν Ποστούμιον Ἀλβῖνον. οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας ἔστι δὲ τόπος στενώτατος ἐνεδρευθεὶς τρεῖς ἀπέβαλε λεγεῶνας καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε.7 βαθείας δὲ νυκτὸς ὀλίγον ἐπιζήσας περιείλετο τῶν ἀνῃρημένων πολεμίων τὰς ἀσπίδας, καὶ εἰς τὸ αἷμα τὴν χεῖρα βαπτίσας ἔστησε τρόπαιον ἐπιγράψας Ῥωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ. Μάξιμος δὲ ὁ ἐπικληθεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς καὶ παραγενόμενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον τὸν οἰωνὸν ἀσμένως ἐδέξατο· καὶ συμβαλὼν ἐνίκησε καὶ αἰχμάλωτον λαβὼν τὸν βασιλέα εἰς Ῥώμην ἔπεμψεν· ὡς Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.

アルゴス人とラケダイモン人がチュレアティスの土地をめぐって戦争をしていたとき、隣保同盟は、双方から300人ずつが戦い、勝利した側の土地とすることを決定した。そこでラケダイモン人はオトリュアデスを将軍に任命し、アルゴス人はテルサンドロスを将軍に任命した。戦いの結果、アルゴス人の側から二人が生き残り、アゲノルとクロミオスが都市へ勝利の報告を携えて帰った。誰もいない戦場で、オトリュアデスはまだ息を吹き返しており、半ば折れた槍を杖にして立ち上がり、死者たちの盾を奪い取って身にまとった。そして、自身の血を使って戦勝記念碑を立て、こう刻んだ。「勝利をもたらすゼウスへ。」両者が争ったとき、隣保同盟は自ら目撃者となって、ラケダイモン人に有利な判定を下した。クリュセルモスが『ペロポネソス戦記』第3巻で語っている通りである。ローマ人がサムニウム人と戦争をしていたとき、ポストゥミウス・アルビヌスを将軍に選出した。彼は、きわめて狭い場所であるいわゆるカウディウムの分岐路において待ち伏せに遭い、3個軍団を失い、自身も致命傷を負って倒れた。夜更けにわずかの間生きながらえ、討ち死にした敵の盾をはぎ取り、自分の血に手を浸して、次のように刻んだ戦勝記念碑を立てた。「ローマ人、サムニウム人に対して、勝利をもたらすゼウスへ。」マクシマス(大食漢とあだ名される者)が将軍として派遣されてその地に到着したとき、この記念碑を見て、その前兆を喜んで受け入れた。そして戦いを挑んで勝利し、王を捕虜にしてローマに送った。ミレトスのアリステイデスが『イタリア戦記』第3巻で語っている通りである。

構文注7 件
  1. 305bτυγχάνειν

    νομίζουσι の対格不定詞構文の一部。τυγχάνω が単独で「存在する(である)」の意味で用いられ、πλάσματα καὶ μύθους をその述語補語としている。

  2. 305bγεγονότα ὅμοια

    分詞 εὑρών の直接目的語。γεγονότα は γίγνομαι の完了分詞中性複数対格で、名詞的に用いられている。

  3. 305dκαίπερ Νεοκλέους τοῦ πατρὸς αὐτοῦ κατʼ ὄναρ ἑωρακότος

    接続詞 καίπερ が導く属格独立分詞構文。意味上の主語は Νεοκλέους τοῦ πατρὸς αὐτοῦ で、分詞は ἑωρακότος。

  4. 305eβουθυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος

    属格独立分詞構文。τοῦ προειρημένου(前述の者、すなわちクセルクセス)が意味上の主語であり、分詞 μέλλοντος が不定詞 βουθυτεῖν を伴っている。

  5. 306aἈργείων καὶ Λακεδαιμονίων

    アルゴス人を表す Ἀργείων。属格独立分詞(πολεμούντων)の意味上の主語として Λακεδαιμονίων と並置されている。

  6. 306bπεριείλετο

    動詞 περιαιρέω の中動態アオリスト3人称単数。ここでは中動態の「(剥ぎ取って)自分の身にまとった」という意味。

  7. 306cἔπεσε

    写本でギリシア文字のまま「ἔπεσε」と記されている。動詞 πίπτω(倒れる)のアオリスト直説法3人称単数形。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 原文 1 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0007.tlg085.humanitext-grc3:intro-3