§introτὰς ἀρχαίας ἱστορίας διὰ τὰ παράδοξα τῆς πράξεως οἱ πλεῖστοι νομίζουσι πλάσματα καὶ μύθους τυγχάνειν εὑρὼν δʼ ἐγὼ καὶ ἐν τοῖς νῦν χρόνοις γεγονότα ὅμοια, τὰ ἐν τοῖς Ῥωμαϊκοῖς καιροῖς συμβεβηκότα ἐξελεξάμην, καὶ ἑκάστῳ πράγματι ἀρχαίῳ νεωτέραν ὁμοίαν διήγησιν ὑπέταξα, ἀναγράψας καὶ τοὺς ἱστορήσαντας ἄνδρας.
大半の人々は、その出来事の信じがたさのゆえに、古代の歴史を創作や神話であるとみなしている。 しかし私は、現代の時代においても同様の出来事が起こっていることを見出したので、ローマの時代に起こった出来事を選び出し、それぞれの古代の出来事の下に同様のより新しい記述を配置し、さらにそれらを記録した歴史家たちをも書き記した。
§1Δάτις ὁ Περσῶν σατράπης μετὰ τριάκοντα μυριάδων εἰς Μαραθῶνα παραγενόμενος, πεδίον τῆς Ἀττικῆς, καὶ στρατοπεδευσάμενος πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν·
ペルシアのサトラップであるダティスは、30万の軍勢とともにアッティカの平原であるマラトンに到着して陣を敷き、現地の人々に戦争を宣告した。
Ἀθηναῖοι δὲ τοῦ βαρβαρικοῦ πλήθους καταφρονήσαντες ἐνακισχιλίους ἔπεμψαν, στρατηγοὺς ποιήσαντες Κυνέγειρον Πολύζηλον Καλλίμαχον Μιλτιάδην.
しかしアテナイ人は、野蛮人の大軍を侮り、クネイゲイロス、ポリュゼロス、カリマコス、ミルティアデスを将軍に任命して9000人を派遣した。
συμβληθείσης δὲ τῆς παρατάξεως, Πολύζηλος μὲν ὑπεράνθρωπον φαντασίαν θεασάμενος τὴν ὅρασιν ἀπέβαλε καὶ τυφλὸς ἐγένετο·
対戦が始まると、ポリュゼロスは超自然的な幻影を目にして視力を失い盲目となった。
Καλλίμαχος δὲ πολλοῖς περιπεπαρμένος δόρασι καὶ νεκρὸς ἐστάθη·
カリマコスは多くの槍に貫かれて死んでもなお直立していた。
Κυνέγειρος δὲ Περσικὴν ἀναγομένην ναῦν κατασχὼν ἐχειροκοπήθη.
クネイゲイロスは出航しようとするペルシアの船を掴んだが、手を切り落とされた。
Ἀσδρούβας βασιλεὺς Σικελίαν καταλαβόμενος πόλεμον Ῥωμαίοις κατήγγειλε·
ハスドルバル王はシケリアを占領してローマ人に戦争を宣告した。
Μέτελλος δὲ ὑπὸ τῆς συγκλήτου στρατηγὸς χειροτονηθεὶς ἐγκρατὴς ἐγένετο τῆς νίκης ταύτης, ἐν ᾗ Λεύκιος Γλαύκων εὐγενὴς ἀνήρ, τὴν Ἀσδρούβα κατέχων ναῦν, ἀμφοτέρας ἀπέβαλε τὰς χεῖρας·
しかしメテッルスは元老院によって将軍に選出されてこの勝利を収めた。 その戦いにおいて、高貴な男であるルキウス・グラウコンは、ハスドルバルの船を掴み、両手を失った。
καθάπερ ἱστορεῖ Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Σικελικῶν, παρʼ οὗ τὴν ὑπόθεσιν ἔμαθε Διονύσιος ὁ Σικελιώτης.
ミレトスのアリステイデスが『シケリア戦記』第1巻で語っている通りであり、シケリアのディオニュシオスは彼からこの題材を得たのである。
§2Ξέρξης μετὰ πεντακοσίων μυριάδων Ἀρτεμισίῳ προσορμίσας πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν·
クセルクセスは、500万の軍勢とともにアルテミシオンに停泊し、現地の人々に戦争を宣告した。
Ἀθηναῖοι δὲ συγκεχυμένοι κατάσκοπον ἔπεμψαν Ἀγησίλαον, τὸν Θεμιστοκλέους ἀδελφόν, καίπερ Νεοκλέους τοῦ πατρὸς αὐτοῦ κατʼ ὄναρ ἑωρακότος ἀμφοτέρας ἀποβεβληκότα τὰς χεῖρας.
アテナイ人は動揺し、テミストクレスの弟アゲシラオスをスパイとして派遣した。 彼の父ネオクレスは夢の中で彼が両手を失うのを見ていたにもかかわらず、である。
παραγενόμενος δὲ εἰς τοὺς βαρβάρους ἐν σχήματι Περσικῷ Μαρδόνιον ἕνα τῶν σωματοφυλάκων ἀνεῖλεν ὑπολαμβάνων Ξέρξην εἶναι.
彼はペルシア人の身なりをして野蛮人のもとに赴き、護衛の一人であるマルドニオスをクセルクセスだと思い込んで殺害した。
συλληφθεὶς δὲ πρὸς τῶν πέριξ δέσμιος ἤχθη πρὸς τὸν βασιλέα.
捕らえられた彼は、周囲の者たちによって縛られて王の前に引き出された。
βουθυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος ἐπὶ τῷ τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἐπέθηκε χεῖρα, καὶ ἀστενάκτως ὑπομείνας τὴν ἀνάγκην τῶν βασάνων ἠλευθερώθη τῶν δεσμῶν εἰπών,
πάντες ἐσμὲν τοιοῦτοι Ἀθηναῖοι·
前述の王が太陽の祭壇で牛を犠牲に捧げようとしたとき、彼は右手を置き、嘆くことなく拷問の苦痛に耐え、縛めから解放されてこう言った。 「我々アテナイ人は皆このような者たちだ。
εἰ δʼ ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν ἐπιθήσω.
もし信じないなら、左手も置きましょう。
φοβηθεὶς δὲ ὁ Ξὲρξης φρουρεῖσθαι αὐτὸν προσέταξε καθάπερ ἱστορεῖ Ἀγαθαρχίδης Σάμιος δευτέρᾳ τῶν Περσικῶν.
」クセルクセスは恐れて、彼を監視下に置くよう命じた。 サモスのアガタルキデスが『ペルシア戦記』第2巻で語っている通りである。
Πορσίνας Τούσκων βασιλεὺς πέραν ποταμοῦ Θύμβρεως στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν Ῥωμαίοις μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχε.
エトルリア人の王ポルセナは、テュンブリス川の向こう側から進軍してローマ人と戦い、ローマ人に運ばれる食糧の供給路を途中で遮断して、前述の者たちを飢餓で苦しめた。
τῆς δὲ συγκλήτου συγκεχυμένης, Μούκιος τῶν ἐπισήμων ἀνὴρ λαβὼν τετρακοσίους ἀπὸ τῶν ὑπάτων ὁμήλικας ἐν ἰδιωτικῷ σχήματι τὸν ποταμὸν διῆλθεν.
元老院が混乱している中、高名な人物であるムキウスは、執政官と同世代の若者400人を連れ、平民の服装をして川を渡った。
ἰδὼν δὲ τὸν σωματοφύλακα τοῦ τυράννου τὰ ἐπιτήδεια διαδιδόντα τοῖς στρατηγοῖς, ὑπολαβὼν αὐτὸν τὸν Πορσίναν εἶναι ἀνεῖλεν.
そして、僭主の護衛が将軍たちに物資を配っているのを見て、彼をポルセナ自身と思い込んで殺害した。
ἀχθεὶς δὲ ἐπὶ τὸν βασιλέα τοῖς ἐμπύροις ἐπέθηκε τὴν δεξιὰν χεῖρα καὶ στέξας τὰς ἀλγηδόνας εὐψύχως ἐμειδίασεν εἰπών,
βάρβαρε, λέλυμαι, κἂν μὴ θέλῃς·
王の前に引き出されると、彼は燃え盛る火の上に右手を置き、その痛みを耐えて勇敢に微笑み、こう言った。 「蛮人よ、お前が望まなくとも私は解放されている。
καὶ ἴσθι ἡμᾶς καρὰ σοῦ τετρακοσίους ὄντας ἐν τῷ στρατοπέδῳ, οἵ σε ἀνελεῖν ζητοῦμεν.
そして知るがよい、お前の陣営には我々のような者が400人おり、お前の命を狙っていることを。
ὁ δὲ φοβηθεὶς σπονδὰς πρὸς Ῥωμαίους ἐποιήσατο·
」ポルセナは恐れてローマ人と休戦協定を結んだ。
καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ ἱστοριῶν.
ミレトスのアリステイデスが『歴史』第3巻で語っている通りである。
§3ἀργεῖν καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι τριακοσίους ἑκατέρων καὶ τῶν νικησάντων εἶναι τὴν χώραν.
アルゴス人とラケダイモン人がチュレアティスの土地をめぐって戦争をしていたとき、隣隣同盟は、双方から300人ずつが戦い、勝利した側の土地とすることを決定した。
Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν Ἀργεῖοι δὲ Θέρσανδρον.
そこでラケダイモン人はオトリュアデスを将軍に任命し、アルゴス人はテルサンドロスを将軍に任命した。
πολεμούντων δὲ δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν, Ἀγήνωρ καὶ Χρόμιος οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην.
戦いの結果、アルゴス人の側から二人が生き残り、アゲノルとクロミオスが都市へ勝利の報告を携えて帰った。
ἐρημίας δʼ ὑπαρχούσης ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο·
誰もいない戦場で、オトリュアデスはまだ息を吹き返しており、半ば折れた槍を杖にして立ち上がり、死者たちの盾を奪い取って身にまとった。
καὶ τρόπαιον στήσας ἐκ τοῦ ἰδίου αἵματος ἐπέγραψε
Διὶ τροπαιούχῳ.
そして、自身の血を使って戦勝記念碑を立て、こう刻んだ。 「勝利をもたらすゼウスへ。
καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτύονες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι·
」両者が争ったとき、隣隣同盟は自ら目撃者となって、ラケダイモン人に有利な判定を下した。
καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν.
クリュセルモスが『ペロポネソス戦記』第3巻で語っている通りである。
Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες στρατηγὸν ἐχειροτόνησαν Ποστούμιον Ἀλβῖνον.
ローマ人がサムニウム人と戦争をしていたとき、ポストゥミウス・アルビヌスを将軍に選出した。
οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας ἔστι δὲ τόπος στενώτατος ἐνεδρευθεὶς τρεῖς ἀπέβαλε λεγεῶνας καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε.
彼は、きわめて狭い場所であるいわゆるカウディウムの分岐路において待ち伏せに遭い、3個軍団を失い、自身も致命傷を負って倒れた。
βαθείας δὲ νυκτὸς ὀλίγον ἐπιζήσας περιείλετο τῶν ἀνῃρημένων πολεμίων τὰς ἀσπίδας, καὶ εἰς τὸ αἷμα τὴν χεῖρα βαπτίσας ἔστησε τρόπαιον ἐπιγράψας
Ῥωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ.
夜更けにわずかの間生きながらえ、討ち死にした敵の盾をはぎ取り、自分の血に手を浸して、次のように刻んだ戦勝記念碑を立てた。 「ローマ人、サムニウム人に対して、勝利をもたらすゼウスへ。
Μάξιμος δὲ ὁ ἐπικληθεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς καὶ παραγενόμενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον τὸν οἰωνὸν ἀσμένως ἐδέξατο·
」マクシマス(大食漢とあだ名される者)が将軍として派遣されてその地に到着したとき、この記念碑を見て、その前兆を喜んで受け入れた。
καὶ συμβαλὼν ἐνίκησε καὶ αἰχμάλωτον λαβὼν τὸν βασιλέα εἰς Ῥώμην ἔπεμψεν·
そして戦いを挑んで勝利し、王を捕虜にしてローマに送った。
ὡς Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.
ミレトスのアリステイデスが『イタリア戦記』第3巻で語っている通りである。