Humanitext Reader

普鲁塔克 · 希腊罗马平行故事集 §37-41

弑母复仇与暴君末路及建城神谕的对比

第 9 段,共 9 段 · 希腊语

内容简介

本章节对比了希腊与罗马的平行神话:首先是奥雷斯特斯与法比乌斯·法布里基亚努斯的杀母复仇故事;其次是布西里斯、法乌努斯、法拉里斯及肯索里努斯等残暴统治者自食其果的宿命;接着是失去女儿的埃埃诺斯与安尼乌斯投河化神的传说;最后讲述了赫格西斯特拉托斯与特勒格诺斯如何根据相似的占卜神谕,分别建立埃莱乌斯与普莱内斯特城。

§37μετὰ τὴν Ἰλίου ἅλωσιν Ἀγαμέμνων μετὰ Κασάνδρας ἀνῃρέθη.
在伊利翁陷落之后,阿伽门农与卡珊德拉一同被杀。
Ὀρέστης δὲ παρὰ Στροφίῳ ἀνατραφεὶς τοὺς φονεῖς τοῦ πατρὸς ἐτιμωρήσατο· ὡς Πύρανδρος ἐν τετάρτῳ Πελοποννησιακῶν.
而奥雷斯特斯在斯特罗菲乌斯处被抚养长大,惩罚了杀害他父亲的凶手;正如皮兰德鲁斯在《伯罗奔尼撒战记》第四卷中所记载的。
Φάβιος Φαβρικιανὸς τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον μητρόπολιν Σαυνιτῶν, τὴν παρʼ αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην.
大法比乌斯的亲戚法比乌斯·法布里基亚努斯在攻陷萨姆奈特人的都城图克西乌姆后,将在他们那里受到尊崇的“捷报阿佛洛狄忒”送往罗马。
τούτου γυνὴ Φαβία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου τοὔνομα Πετρωνίου Οὐαλεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε.
他的妻子法比娅同一名貌美的、名叫佩特罗尼乌斯·瓦伦蒂努斯的青年通奸,并暗杀了她的丈夫。
Φαβία δὲ θυγάτηρ τὸν ἀδελφὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο καὶ ἔπεμψε κρύφα τραφησόμενον.
而女儿法比娅将尚在幼龄的弟弟法布里基亚努斯从危险中解救出来,并暗中送走抚养。
ἀκμάσας δὲ ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου ὡς ἱστορεῖ Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.
这位青年成年后,杀死了母亲和奸夫,并被元老院无罪释放;正如多西特奥斯在《意大利史》第三卷中所记载的。
§38Βούσιρις, παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε.
布西里斯是波塞冬与尼罗河之女阿尼佩之子,他常以虚伪的款待将路过的旅人作为祭品杀死。
μετῆλθε δʼ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων Σάμιος.
然而,死者们的报应降临到他身上;因为赫拉克勒斯袭击了他,用木槌处死了他;正如萨摩斯的阿加通所记载的。
Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων διʼ Ἰταλίας ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς καὶ τοὺς ξένους τῷ γεννήσαντι ἔθυεν· ἐπιχειρήσας δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη· ὡς Δέρκυλλος ἐν τρίτῳ Ἰταλικῶν.
赫拉克勒斯赶着革律翁的牛群穿过意大利时,在法乌努斯王那里作客,法乌努斯是赫耳墨斯之子,他常将外乡人献祭给生身之父;他企图袭击赫拉克勒斯,却被杀死了;正如德尔库洛斯在《意大利史》第三卷中所记载的。
§39Φάλαρις Ἀκραγαντίνων τύραννος ἀποτόμως τοὺς παριόντας ξένους ἐστρέβλου καὶ ἐκόλαζε.
阿克拉加斯人的僭主法拉里斯极其残忍地折磨并惩罚过往的外乡人。
Πέριλλος δὲ τῇ τέχνῃ χαλκουργὸς δάμαλιν κατασκευάσας χαλκῆν ἔδωκε τῷ βασιλεῖ, ὡς ἂν τοὺς ξένους κατακαίῃ ζῶντας ἐν αὐτῇ·
铜匠佩里洛斯制作了一头青铜小母牛送给国王,以便他在其中活活烧死外乡人。
ὁ δὲ μόνον τότε γενόμενος δίκαιος αὐτὸν ἐνέβαλεν.
但国王唯独在那一次变得公正,将他投入其中。
ἐδόκει ι δὲ μυκηθμὸν ἀναδιδόναι ἡ δάμαλις· ὡς ἐν δευτέρῳ Αἰτίων.
而那头小母牛似乎发出了哞哞的哀鸣;正如《原因论》第二卷中所记载的。
ἐν Ἀιγέστηι πόλει τῆς Σικελίας ἐγένετό τις ὠμὸς τύραννος Αἰμίλιος Κενσωρῖνος.
在西西里的埃格斯塔城,有一个残暴的僭主埃米利乌斯·肯索里努斯。
οὗτος τοὺς καινότερα βασανιστήρια κατασκευάσαντας ἐδωροδόκει.
他常赏赐那些制造出更新奇酷刑工具的人。
εἷς δέ τις Ἀρούντιος Πατέρκουλος δημιουρ γήσας ἵππον χαλκοῦν τῷ προειρημένῳ δῶρον ἔδωκεν, ʼἵν’ ἐμβάλλῃ ἀστούς.
有一个名叫阿伦提乌斯·帕特尔库鲁斯的人制作了一匹青铜马,送给上述之人作为礼物,以便他将市民投入其中。
ὁ δὲ τότε πρῶτον νομίμως ἀναστραφεὶς τὸν χαρισάμενον πρότερον ἔβαλεν ὡς ἄν, ἣν ἐπενόησε βάσανον ἄλλοις, αὐτὸς πάθῃ πρῶτος.
但那人当时生平第一次依法行事,先将赠送礼物者投入其中,以便让他自己首先承受他为别人设想的酷刑。
τοῦτον συλλαβὼν ἀπὸ τοῦ Ταρπηίου ὄρους ἔρριψε.
抓住他之后,将其从塔佩亚山掷下。
καὶ δοκοῦσιν οἱ ἀποτόμως βασιλεύσαντες ἀπʼ ἐκείνου Αἰμίλιοι προσαγορεύεσθαι· ὡς Ἀριστείδης ἐν τετάρτῳ Ἰταλικῶν.
并且人们认为,自那以后,那些统治残酷无情的人被称为埃米利乌斯;正如阿里斯蒂德斯在《意大利史》第四卷中所记载的。
§40εὔηνος Ἄρεος καὶ Στερόπης τὴν Οἰνομάου γήμας Ἀλκίππην ἐγέννησε θυγατέρα Μάρπησσαν, ἣν παρθένον ἐφρούρει.
阿瑞斯与斯忒罗佩之子埃埃诺斯娶了俄诺玛俄斯之女阿尔喀佩,生下女儿马尔佩萨,并将她作为处女加以看守。
καὶ Ἴδας ὁ Ἀφαρέως ἀρπάσας ἐκ χοροῦ ἔφυγεν.
而阿法柔斯之子伊达斯将她从舞池中劫走并逃跑了。
ὁ δὲ πατὴρ διώξας καὶ μὴ συλλαβὼν εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν καὶ ἀθάνατος ἐγένετο ὡς Δοσίθεος ἐν πρώτῳ Αἰτωλικῶν.
父亲追赶却未能抓获,便投身于吕科尔马斯河,并成为了不朽之神;正如多西特奥斯在《埃托利亚战记》第一卷中所记载的。
Ἄννιος δὲ Τούσκων βασιλεὺς ἔχων θυγατέρα εὔμορφον τοὔνομα Σαλίαν, παρθένον ἐτήρει.
托斯卡纳人的国王安尼乌斯有一个美貌的女儿,名叫萨莉亚,他将她作为处女看守着。
Κάθητος δʼ ἐκ τῶν ἐπισήμων ἰδὼν τὴν παρθένον παίζουσαν ἠράσθη, καὶ μὴ στέγων τὸν ἔρωτα ἥρπασε καὶ ἦγεν εἰς Ῥώμην.
名门望族出身的卡塞图斯看到正在玩耍的这位处女,便爱上了她,因无法克制爱意而将她劫走并带往罗马。
ὁ δὲ πατὴρ ἐπιδιώξας καὶ μὴ συλλαβὼν ἥλατο εἰς τὸν Παρεούσιον ποταμόν, ὃς Ἀνίων μετωνομάσθη·
父亲追击却未能抓获,便跳入了帕雷乌西乌斯河,这条河后来改名为阿尼奥河。
τῇ δὲ Σαλίᾳ συγγενόμενος Κάθητος ἐποιήσατο Λατῖνον καὶ Σάλιον, ἀφʼ ὧν οἱ εὐγενέστατοι κατῆγον τὸ γένος· ὡς Ἀριστείδης Μιλήσιος καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τρίτῳ Ἰταλικῶν.
卡塞图斯与萨莉亚结合,生下了拉提努斯与萨利乌斯,最显贵的人们便源自于他们的世系;正如米利都的阿里斯蒂德斯以及亚历山大·多学识者在《意大利史》第三卷中所记载的。
§41Ἡγησίστρατος ἀνὴρ Ἐφέσιος ἐμφύλιον φόνον δράσας ἔφυγεν εἰς Δελφοὺς καὶ ἠρώτα τὸν θεὸν ποῦ οἰκήσειεν.
以弗所人赫格西斯特拉托斯犯下杀害同胞之罪,逃往德尔斐,询问神明他应当居住在何处。
ὁ δʼ Ἀπόλλων ἀνεῖλεν ἔνθα ἂν ἴδῃ χορεύοντας ἀγροίκους θαλλοῖς ἐλαίας ἐστεφανωμένους.
阿波罗降下神谕:在他看见头戴橄榄枝、正在跳舞的乡下人的地方。
γενόμενος δὲ κατά τινα τόπον τῆς Ἀσίας καὶ θεασάμενος φύλλοις ἐλαίας ἐστεφανωμένους γεωργοὺς καὶ χορεύοντας, ἔκτισεν αὐτοῦ πόλιν καὶ ἐκάλεσεν Ἐλαιοῦντα· ὡς Πυθοκλῆς ὁ Σάμιος ἐν τρίτῳ Γεωργικῶν.
他来到亚洲的某处地方,看到头戴橄榄叶跳舞的农夫,便在那里建立了一座城市,并命名为埃莱乌斯;正如萨摩斯的皮索克勒斯在《农耕记》第三卷中所记载的。
Τηλέγονος Ὀδυσσέως καὶ Κίρκης ἐπʼ ἀναζήτησιν τοῦ πατρὸς πεμφθεὶς ἔμαθε πόλιν κτίσαι, ἔνθα ἂν ἴδῃ γεωργοὺς ἐστεφανωμένους καὶ χορεύοντας.
奥德修斯与喀耳刻之子特勒格诺斯被派去寻找父亲,他得到启示要在看见头戴冠冕、正在跳舞的农夫的地方建造一座城市。
γενόμενος δὲ κατά τινα τόπον τῆς Ἰταλίας καὶ θεασάμενος ἀγροίκους πρινίνοις κλάδοις ἐστεφανωμένους καὶ ὀρχήσει προσευκαιροῦντας, ἔκτισε πόλιν, ἀπὸ τοῦ συγκυρήματος Πρίνιστον ὀνομάσας, ἣν Ῥωμαῖοι παραγώγως Πραίνεστον καλοῦσιν· ὡς ἱστορεῖ πελ Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.
他来到意大利的某处地方,看到头戴冬青栎枝、正专心跳舞的乡下人,便建立了一座城市,因这一巧合而命名为普里尼斯顿,罗马人将其衍生称作普莱内斯特;正如阿里斯托克勒斯在《意大利史》第三卷中所记载的。

词汇与语法注释

  1. 315bτοὔνομα Πετρωνίου Οὐαλεντίνου — “τοὔνομα”(τὸ ὄνομα 的缩合)是关系宾格(“名为”),其后修饰的姓名“Πετρωνίου Οὐαλεντίνου,”却使用了属格。这是希腊语中一种特殊的命名表达法,即具体姓名不用同格而用属格来限定。
  2. 315dὡς ἂν ... αὐτὸς πάθῃ πρῶτος — “ὡς ἄν” 后接虚拟语气过去时(aorist subjunctive)的 “πάθῃ”,引入一个目的从句或预期结果从句(“以便让他自己首先遭受”)。
  3. 315dτοῦτον συλλαβὼν ἀπὸ τοῦ Ταρπηίου ὄρους ἔρριψε — 主语和宾语的指代在语法上存在模糊性。分词“συλλαβὼν”(抓住后)是阳性单数主格,指向前文的语法主语“ὁ δὲ”(即僭主肯索里努斯),因此语法上应理解为“僭主抓住了赠礼者(帕特尔库鲁斯)并将其投下”。尽管由于僭主被推翻的历史背景,亦可解释为“市民们抓住僭主并将其投下”,但这会导致单数分词在数上出现不一致。

引用这一段

普鲁塔克, 希腊罗马平行故事集 §37-41. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg085.humanitext-grc3:37-41

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。