Humanitext Reader

普鲁塔克 · 斯巴达妇女名言集 §5.1-5.13

斯巴达母亲的爱国言行与对待儿子的轶事

第 5 段,共 6 段 · 希腊语

内容简介

一系列展现斯巴达母亲极度爱国主义与勇气的轶事,她们亲手处死懦弱的儿子,为战死的儿子感到自豪,并将城邦的胜利置于一切之上。

§5.1ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα, οὐκ ἐμὸν τὸ φίτυμα.
另一个斯巴达妇女杀死了她临阵脱逃的儿子,认为他配不上祖国,并说道: “这不是我的子嗣。
ἐφʼ ἧς τὸ ἐπίγραμμα τόδε, " ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος Εὐρώτας δειλαῖς μηδʼ ἐλάφοισι ῥέοι.
” 关于她的碑文如下: "去吧,邪恶的子嗣,走向黑暗,因为对你的憎恨,愿埃夫罗塔斯河甚至不为胆怯的鹿群流淌。
ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ Ἅιδαν, ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον. "
无用的狗崽,卑劣的碎屑,去冥界吧,去吧;因为配不上斯巴达的孩子,我根本没有生过。
§5.2ἄλλη ἀκούσασα τὸν υἱὸν ἐν παρατάξει πεσόντα ἔφη, " δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε, τέκνον, ἄδακρυς θάπτω τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.
"另一个妇女,听说儿子在战线中阵亡,说道: "让懦夫们被哀悼吧;而你,孩子,我将毫无泪水地将你埋葬,你既是我的孩子,又是拉栖代梦的勇士。
" §5.3ἀκούσασά τις τὸν υἱὸν σεσῳσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ, κακὰ φάμα τευ κακκέχυται· ἢ ταύταν νῦν ἔκνιψαι ἢ μὴ ἔσο.
"一个妇女听说儿子在敌人面前生还并逃跑,写信给他: “关于你的恶名已传开;要么现在洗刷它,要么不要存在。
§5.4ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενομένων ὡς αὐτήν, ποῦ, φησίν, ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα;
” 另一个妇女,当她的儿子们从战场逃回她身边时,说道: “你们逃到哪里去,你们这些逃跑的、邪恶的奴隶?
ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι;
难道你们想钻回你们出来的这里吗?
ἀνασυραμένη καὶ ἐπιδείξασα αὐτοῖς.
” 同时她掀起衣服向他们展示。
§5.5προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο, τί πράττει ἡ πατρίς;
一个妇女看到儿子走近,便询问: “我们的祖国怎么样了?
εἰπόντος δέ, πάντες ἀπολώλασι, κεραμίδα ἄρασα ἐπαφῆκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα, σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν;
” 当儿子说: “全都灭亡了,” 她拿起一块瓦片朝他扔去并杀了他,说道: “那么他们派你回来,是作为带给我们的报丧者吗?
§5.6διηγουμένου τινὸς τῇ μητρὶ γενναῖον θάνατον τοῦ ἀδελφοῦ, εἶτʼ οὐκ αἰσχρόν, εἶπε, τῆς τοιαύτης συνοδίας ἀποτυχεῖν;
” 当有人向一位母亲讲述她兄弟高尚的死时,她说道: “那么,未能加入那样的旅伴,难道不是一件可耻的事吗?
§5.7ἐκπέμψασά τις τοὺς υἱοὺς αὑτῆς πέντε ὄντας ἐπὶ πόλεμον, ἐν τοῖς προαστείοις εἱστήκει καραδοκοῦσα τί ἐκ τῆς μάχης ἀποβήσοιτο·
” 一个妇女送她的五个儿子去打仗,自己站在城郊焦急地等待战斗的结果。
ὡς δὲ παραγενόμενός τις πυθομένῃ ἀπήγγειλε τοὺς παῖδας ἅπαντας τετελευτηκέναι, ἀλλʼ οὐ τοῦτο ἐπυθόμην, εἶπε, κακὸν ἀνδράποδον, ἀλλὰ τί πράττει ἡ πατρίς.
当有人回来,并在她的询问下报告说她的孩子们全都牺牲了,她说道: “但我问的不是这个,你这邪恶的奴隶,而是我们的祖国怎么样了。
φήσαντος δὲ ὅτι νικᾷ, ἀσμένη τοίνυν, εἶπε, δέχομαι καὶ τὸν τῶν παίδων θάνατον.
” 当那人说祖国胜利了,她说道: “那么我欣然接受孩子们的死。
§5.8Θάπτουσά τις τὸν υἱόν, ὡς γραΐδιον εὐτελὲς προσελθὸν αὐτῇ, ὦ γύναι, τᾶς τύχας, εἶπε, νὴ.
” 当一个妇女正在埋葬儿子时,一个贫穷的老妇人走上前对她说: “妇人啊,这是多么不幸的命运!
τὼ σιώ ἀλλὰ τᾶς καλᾶς γʼ, ἔφη·
” 她回答说: “凭着双子神起誓,这分明是极美的命运!
καὶ γὰρ αὐτὸν οὗ ἕνεκεν ἔτεκον, ἵνʼ ὑπὲρ τᾶς Σπάρτας ἀποθάνῃ, τοῦτό μοι συνέβη.
” “因为我生下他的目的,就是为了让他为斯巴达而死,这件事如今已经实现了。
§5.9Σεμνυνομένης γυναικός τινος Ἰωνικῆς ἐπί τινι τῶν ἑαυτῆς ὑφασμάτων ὄντι πολυτελεῖ, Λάκαινα ἐπιδείξασα τοὺς τέτταρας υἱοὺς ὄντας κοσμιωτάτους, τοιαῦτα, ἔφη, δεῖ εἶναι τὰ τῆς καλῆς καὶ ἀγαθῆς γυναικὸς ἔργα καὶ ἐπὶ τούτοις ἐπαίρεσθαι καὶ μεγαλαυχεῖν.
” 一个爱奥尼亚妇女为自己的一件十分昂贵的织物感到自豪,一个斯巴达妇女向她展示了自己四个品行极佳的儿子,并说:“一个优秀高尚的妇女的作品应当是这样的,她应当为此感到自豪和夸耀。
§5.10ἄλλη ἀκούσασα περὶ τοῦ υἱοῦ, ὡς κακῶς ἐπὶ τῆς ξένης ἀναστρέφοιτο, ἔγραψε, κακά τευ φάμα κακκέχυται· ταύταν ἀπώθευ ἢ μὴ ἔσο.
” 另一个妇女,听说儿子在异国他乡品行不端,写道: “关于你的恶名已传开;摆脱它,要么不要存在。
§5.11παραπλησίως δὲ καὶ Χίων φυγάδες ἐλθόντες εἰς Σπάρτην πολλὰ Παιδαρήτου κατηγόρουν μεταπεμφαμένη δὲ αὐτοὺς ἡ μήτηρ αὐτοῦ Τελευτία καὶ ἀκούσασα ὧν ἐνεκάλουν, ἐπεὶ ἐδόκει αὐτῇ ἁμαρτάνειν ὁ υἱός, ἐπέστειλεν, ἁ μάτηρ Παιδαρήτῳ· ἢ βελτίονα πρᾶσσε ἢ αὖθι μένε, ἀπογνοὺς τὰν ἐς Σπάρταν σωτηρίαν.
” 类似地,当希奥斯的流亡者来到斯巴达,指控派达里托斯犯有许多罪行时,他的母亲特勒乌提亚召见了他们,在听取了指控后,由于她认为儿子确实犯了错,便写信道: “母亲致派达里托斯:要么做得更好,要么留在当地,放弃回到斯巴达的希望。
§5.12ἑτέρα ἐπʼ ἀδικήματι τῷ παιδὶ κρινομένῳ, τέκνον, εἶπεν, ἢ τᾶς αἰτίας ἢ σεαυτὸν τοῦ ζῆν ἀπόλυσον.
” 另一个妇女,当她的儿子因某项罪行接受审判时,说道: “孩子,要么洗清你的罪名,要么让你自己脱离生命。
§5.13ἄλλη χωλὸν υἱὸν ἐπὶ παράταξιν προπέμπουσα, τέκνον, εἶπε, κατὰ βῆμα τῆς ἀρετῆς μέμνησο.
” 另一个妇女,送她瘸腿的儿子上战场时,说道: “孩子,每走一步都要记住美德。 ”

词汇与语法注释

  1. 5.1οὗ διὰ μῖσος — 关系代词属格 οὗ 指代先行词 κακὸν φίτυμα(恶种),修饰受介词 διὰ 支配的属格名词 μῖσος。整句意为“因为对他的憎恨”。
  2. 5.3ἢ μὴ ἔσο — ἔσο 是存在动词 εἰμί 的命令式(多利亚方言,相当于雅典方言的 ἴσθι)。字面意思是“不要存在”,即“去死”或“不要做我的儿子”。
  3. 5.4καταδυσόμενοι — 动词 καταδύομαι(潜入、躲藏)的将来时分词,修饰主要动词 ἥκετε,表示目的(“为了躲藏起来”)。
  4. 5.8νὴ τὼ σιώ — 斯巴达妇女常用的誓言,带有双数宾格 τὼ σιώ(相当于雅典方言的 τὼ θεώ,“双子神”,即卡斯托尔和波吕得乌克斯)。

引用这一段

普鲁塔克, 斯巴达妇女名言集 §5.1-5.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg082b.humanitext-grc3:5.1-5.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。