Humanitext Reader

普鲁塔克 · 斯巴达妇女名言集 §5.14-5.30

斯巴达妇女对勇德的倡导与不屈的节义

第 6 段,共 6 段 · 希腊语

内容简介

斯巴达妇女在面对儿子的负伤与牺牲时展示出视美德和勇敢高于一切的格言,同时在面对诱惑、羞耻或被卖为奴时,也表现出坚贞不屈的尊严与自决的强大精神。

§5.14ἄλλη, τοῦ παιδὸς αὐτῇ ἀφικομένου ἀπὸ παρατάξεως τετρωμένου τὸν πόδα καὶ σφόδρα ἀλγοῦντος, ἐὰν τῆς ἀρετῆς, εἶπε, μέμνῃ, ὦ τέκνον, καὶ ἄπονος ἔσῃ καὶ θαρρήσεις.
另一个妇女,当她的儿子从战场回来、脚部受伤且极其痛苦时,说道: “孩子,如果你记住美德,你既不会感到痛苦,也会充满勇气。
§5.15Λάκων τρωθεὶς ἐν πολέμῳ καὶ βαδίζειν μὴ δυνάμενος, τετραποδιστὶ ὥδευεν.
” 一个斯巴达人在战争中受伤,无法行走,于是四肢爬行。
αἰσχυνομένῳ δʼ αὐτῷ εἶναι γελοίῳ ἡ μήτηρ, καὶ πόσῳ βέλτιον, ὦ τέκνον, εἶπε, μᾶλλον ἐπὶ τῇ ἀνδρείᾳ γεγηθέναι ἢ αἰσχύνεσθαι ἐπὶ γέλωτι ἀνοήτῳ;
当他为自己显得滑稽而感到羞耻时,他的母亲说: “孩子,因勇敢而欣喜,比因无知的嘲笑而感到羞耻,要好得多,不是吗?
ν §5.16ἄλλη προσαναδιδοῦσα τῷ παιδὶ τὴν ἀσπίδα καὶ παρακελευομένη, τέκνον, ἔφη, ἢ τὰν ἢ ἐπὶ τᾶς.
” 另一个妇女,把盾牌递给她的孩子并勉励他,说道: “孩子,要么带着它(回来),要么躺在它上面(回来)。
§5.17ἄλλη προϊόντι τῷ υἱῷ ἐπὶ πόλεμον ἀναδιδοῦσα τὴν ἀσπίδα, ταύτην, ἔφη, ὁ πατήρ σοι ἀεὶ ἔσῳζε· καὶ σὺ οὖν ἢ ταύτην σῷζε ἢ μὴ ἔσο.
” 另一个妇女,在儿子出发去打仗时递给他盾牌,说道: “这面盾牌,你的父亲曾一直为你保全;因此,你主要么保全它,要么不要存在。
§5.18ἄλλη πρὸς τὸν υἱὸν λέγοντα μικρὸν ἔχειν τὸ ξίφος εἶπε, καὶ βῆμα πρόσθες.
” 另一个妇女,对说自己的剑太短的儿子说道: “那你就往前跨一步。
§5.19ἄλλη ἀκούσασα, ὅτι ὁ υἱὸς αὐτῆς ἐν παρατάξει ἀνδραγαθήσας ἀπέθανεν, ἐμὸς γὰρ ἦν, εἶπε.
” 另一个妇女,听说她的儿子在战线中英勇战死,说道: “因为他是我的儿子。
περὶ δὲ τοῦ ἑτέρου πυθομένη ὅτι ἀποδειλιάσας σῴζεται, οὐ γὰρ ἦν ἐμός, ἔφη.
” 而当她询问另一个儿子,听说他因胆怯而活了下来时,她说道: “因为他不是我的儿子。
§5.20ἑτέρα ἀκούσασα τεθνάνα τὸν υἱὸν ἐν μάχῃ καθάπερ ἐτέτακτο κάτθετε αὐτόν, ἔφη, ἀναπληρωσάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφός.
” 另一个妇女,听说儿子在战斗中坚守岗位而死,说道: “安葬他吧,让他的弟弟去填补他的岗位。
§5.21ἄλλη πομπὴν τελοῦσα πάνδημον ἤκουσεν ἐπὶ τῆς παρατάξεως νικᾶν τὸν υἱόν, ἐκ δὲ τῶν τραυμάτων πολλῶν γενομένων θνήσκειν.
” 另一个妇女,在主持全民游行时,听说儿子在战线上获得了胜利,但因伤势严重而即将死去。
οὐ περιελομένη οὖν τὸν στέφανον, ἀλλὰ σεμνυνθεῖσα πρὸς τὰς πλησίον εἶπεν, ὡς πολλῷ κάλλιον, ὦ φίλαι, ἐστὶν ἐν παρατάξει νικῶντα τελευτᾶν ἢ τὰ Ὀλύμπια περιγιγνόμενον ζῆν.
她没有摘下花冠,而是自豪地对身旁的人说: “朋友们,在战线上获胜而死,比赢得奥林匹亚竞技而活着,要美丽得多。
§5.22διηγουμένου τινὸς τῇ ἀδελφῇ γενναῖον θάνατον τοῦ παιδὸς αὐτῆς, ἐκείνη εἶπεν ὅτι ὅσον ἐπʼ ἐκείνῳ γέγηθα, τοσοῦτον ἐπὶ σοὶ ἄχθομαι, ἐναρέτου συνοδίας ἀπολειφθέντι.
” 当有人向一位姐妹讲述她孩子的崇高牺牲时,她说道: “我为他感到多么欣喜,就为你感到多么悲伤,因为你被一个有德行的同伴落下了。
§5.23Λακαίνῃ τις προσέπεμψεν, εἰ φθορᾷ συνεπινεύει.
” 有人向一个斯巴达妇女传话,问她是否同意通奸。
ἡ δʼ ἔφη, παῖς μὲν οὖσα ἔμαθον τῷ πατρὶ πείθεσθαι, καὶ τοῦτο ἔπραξα· γυνὴ δὲ γενομένη τῷ ἀνδρί·
她说道: “我还是个孩子时,就学会了顺从父亲,我也照做了;当我成为妻子时,我顺从丈夫。
εἰ οὖν δίκαιά με παρακαλεῖ, τούτῳ φανερὸν ποιησάτω πρῶτον.
因此,如果你提出的是合理的要求,先让他把这事对我的丈夫说清楚。
§5.24παρθένος πενιχρὰ ἐρωτηθεῖσα τίνα δίδωσι τῷ γαμοῦντι προῖκα, τὴν πάτριον, ἔφη, σωφροσύνην.
” 一个贫穷的少女被问到她给新郎什么嫁妆时,说道: “祖传的贞洁。
§5.25Λάκαινα ἐρωτηθεῖσα εἰ τἀνδρὶ προσελήλυθεν, οὐκ ἐγώ, εἶπεν, ἀλλʼ ὁ ἀνὴρ ἐμοί.
” 一个斯巴达妇女被问及她是否主动亲近丈夫时,说道: “不是我,而是丈夫亲近我。
§5.26κρύφα τις διαπαρθενευθεῖσα καὶ διαφθείρασα τὸ βρέφος οὕτως ἐνεκαρτέρησε μηδεμίαν προενεγκαμένη φωνήν, ὥστε καὶ τὸν πατέρα καὶ ἄλλους πλησίον ὄντας λαθεῖν ἀποκυήσασα· τὸ γὰρ μέγεθος τῶν ἀλγηδόνων τῇ εὐσχημοσύνῃ τὸ ἄσχημον προσπεσὸν ἐνίκησε.
” 一个女孩私下失去了贞操,并弄死了婴儿,她极力忍耐,没有发出一点声音,以至于她生产的事,连她的父亲和身旁的其他人都毫无察觉;因为极大的痛苦被她那面对耻辱时的端庄体面所战胜。
§5.27Λάκαινα πιπρασκομένη καὶ ἐρωτωμένη τί ἐπίσταται, ἔφη, πιστὰ ἦμεν.
一个斯巴达妇女被贩卖,在被问到她会做什么时,说道: “保持忠诚。
§5.28ἄλλη αἰχμαλωτευθεῖσα καὶ ἐρωτωμένη παραπλησίως, εὖ οἰκεῖν οἶκον, ἔφη.
” 另一个女俘虏被问及类似的问题,说道: “理好家务。
§5.29ἐρωτηθεῖσά τις ὑπό τινος, εἰ ἔσται ἀγαθή, ἂν αὐτὴν ἀγοράσῃ, εἶπε, κἂν μὴ ἀγοράσῃς.
” 一个妇女被某人问及,如果买下她,她是否会表现好,她说道: “即使你不买我。
§5.30ἄλλη πιπρασκομένη, τοῦ κήρυκος πυνθανομένου τί ἐπίσταται, ἐλευθέρα, εἶπεν, ἦμεν.
” 另一个被贩卖的妇女,当宣告官问她会做什么时,她说道: “保持自由。
νὡς δὲ ὁ ὠνησάμενος προσέταττέ τινα αὐτῇ οὐχ ἁρμόζοντα ἐλευθέρᾳ, εἰποῦσα, οἰμώξῃ φθονήσας σεαυτῷ τοιούτου κτήματος, ἐξήγαγεν ἑαυτήν.
” 当买下她的人命令她做一些不配自由女人的事时,她说道: “你会为你自己失去这样的财产而痛苦的。 ” 说完便自尽了。

词汇与语法注释

  1. 241fτοῦ παιδὸς αὐτῇ ἀφικομένου — 属格绝对句,其中与格代词 αὐτῇ 表示“向她”或作为伦理与格,表达母亲个人与其子的关联。
  2. 242aτοῦ παιδὸς αὐτῆς — 代词 αὐτῆς 指代前文的 τῇ ἀδελφῇ(姐妹),意为“她(该姐妹)的孩子”(即叙述者的外甥),叙述者正在向其母亲报告该青年的崇高牺牲。
  3. 242cτὸ γὰρ μέγεθος τῶν ἀλγηδόνων τῇ εὐσχημοσύνῃ τὸ ἄσχημον προσπεσὸν ἐνίκησε — 主语为 τὸ μέγεθος τῶν ἀλγηδόνων(痛苦的程度),动词为 ἐνίκησε(战胜),宾语为 τὸ ἄσχημον(不名誉之事)。与格 τῇ εὐσχημοσύνῃ(靠着端庄体面)与修饰宾语的分词 προσπεσὸν(袭来)相结合,整句意为“尽管肉体痛苦极大,但她为了保持体面而战胜了即将到来的不名誉”。
  4. 242dἐξήγαγεν ἑαυτήν — 古典希腊语中的一种委婉惯用语,字面意思是“她把自己带了出去”,在此处指“自尽”。

引用这一段

普鲁塔克, 斯巴达妇女名言集 §5.14-5.30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg082b.humanitext-grc3:5.14-5.30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。