§2.1Γοργὼ βασιλέως Κλεομένους θυγάτηρ, Ἀρισταγόρου τοῦ Μιλησίου παρακαλοῦντος αὐτὸν ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον ὑπὲρ Ἰώνων καὶ ὑπισχνουμένου χρημάτων πλῆθος καὶ ὅσῳ ἀντέλεγε πλείονα προστιθέντος,
καταφθερεῖ σε,
ἔφη,
ὦ πάτερ, τὸ ξενύλλιον, ἐὰν μὴ τάχιον αὐτὸν τῆς οἰκίας ἐκβάλῃς.
克莱奥梅尼斯王之女戈尔戈,在米利都的阿里斯塔戈拉斯劝诱克莱奥梅尼斯为了爱奥尼亚人而对波斯王发动战争,并许以巨额金钱,且在克莱奥梅尼斯越是反对时就越追加金额时,说道: “父亲,如果您不快点把他赶出家门,这个卑微的外邦人会毁了您的。
§2.2προστάξαντος δέ ποτε αὐτῇ τοῦ; πατρὸς δοῦναί τινι σῖτον εἰς μισθοῦ λόγον καὶ προστιθέντος,
ἐδίδαξε γάρ με τὸν οἶνον χρηστὸν ποιεῖν,
οὐκοῦν, ὦ πάτερ,
ἔφη,
ὃ τʼ οἶνος πλείων ἐκποθήσεται καὶ οἱ πίνοντες θρυπτικώτεροι καὶ χείρονες γενήσονται. ʼ
ʼ
” 有一次,她的父亲命令她把谷物给某人作为报酬,并补充道: “因为他教会了我如何把葡萄酒做好,” 她便说道: “那么,父亲,更多的葡萄酒将被喝光,而喝酒的人会变得更加奢靡和堕落。
§2.3τὸν δʼ Ἀρισταγόραν ὑπό τινος τῶν οἰκετῶν ὑποδούμενον θεασαμένη,
πάτερ,
ἔφη,
ὁ ξένος χεῖρας οὐκ ἔχει.
” 看到阿里斯塔戈拉斯正由一个仆人帮他穿鞋,她说道: “父亲,这个外邦人没有手。
§2.4ξένου δέ τινος μαλακῶς καὶ σχολῇ προσαγαγόντος, παρωσαμένη αὐτόν,
οὐκ ἄπει ἐντεῦθεν,
εἶπεν,
οὐδὲ τὰ τῆς γυναικὸς δυνάμενος; ν
” 当一个外邦人软弱而迟缓地走近时,她推开他说道: “你还不快离开这里,难道你连女人的事都做不了吗?
§2.5ἐρωτηθεῖσα δὲ ὑπό τινος Ἀττικῆς,
διὰ τί ὑμεῖς ἄρχετε μόναι τῶν ἀνδρῶν αἱ Λάκαιναι;
” 当一个阿提卡女人问她: “为什么唯独你们斯巴达女人能统治男人?
ὅτι,
ἔφη,
καὶ τίκτομεν μόναι ἄνδρας.
” 她回答道: “因为也唯独我们才能生出真正的男人。
§2.6Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν ὁ δὲ ἔφη,
ἀγαθὸν γαμεῖν καὶ ἀγαθὰ τίκτειν.
” 当她的丈夫列奥尼达出发前往温泉关时,她勉励他要表现得无愧于斯巴达,并询问自己应该做什么,他回答道: “嫁个好丈夫,生些好孩子。 ”