Humanitext Reader

プルタルコス · スパルタ人たちの古代の慣習 §1-13

共同食事の規則と青少年の厳しい教育訓練

1 / 3 箇所 · ギリシア語

要旨

スパルタの厳格な共同食堂の規則、黒スープにまつわる逸話、そして青少年に対する過酷な身体訓練、教育、愛のあり方、及び食事制限の利点が論じられている。

§1τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας, διὰ τούτων, φησίν, οὐδεὶς ἐξέρχεται λόγος.
共同食堂に入ってくる一人一人に対して、最年長者が扉を指し示し、「これら(の扉)を通って、いかなる言葉も外に出てはならない」と言う。
§2δοκιμαζομένου μάλιστα παρʼ αὐτοῖς τοῦ μέλανος λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ τοῖς νεανίσκοις, λέγεται Διονύσιος ὁ τῆς Σικελίας τύραννος τούτου χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος·
いわゆる黒スープが彼らの間で何よりも好まれており、高齢者は肉を必要とせず、それを若者に譲るほどであった。 シケリアの僭主ディオニュシオスはこのために、スパルタの料理人を買い取り、いかなる費用も惜しまずに自分のためにそれを調理するよう命じたと言われている。
ἔπειτα γευσάμενον καὶ δυσχεράναντα ἀποπτύσαι καὶ τὸν μάγειρον εἰπεῖν, ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν γυμνασάμενον Λακωνικῶς καὶ τῷ Εὐρώτᾳ λελουμένον ἐποψᾶσθαι.
その後、味わってみたものの不快に感じて吐き出し、料理人が言った。 「王よ、このスープは、スパルタ式に運動し、エウロタス川で沐浴した者がおかずとして食べるべきものなのです。
§3πιόντες οἱ Λάκωνες ἐν τοῖς συσσιτίοις μετρίως ἀπίασι δίχα λαμπάδος·
」スパルタ人たちは共同食堂で適度に飲んだ後、松明なしで立ち去る。
οὐ γὰρ ἔξεστι πρὸς φῶς βαδίζειν οὔτε ταύτην οὔτε ἄλλην ὁδόν, ὅπως ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς καὶ ἀδεῶς ὁδεύειν.
なぜなら、暗闇や夜の間にも勇敢に、かつ恐れずに歩くことに慣れるために、この道も他の道も、明かりを頼りに歩くことは許されていないからである。
§4γράμματα ἕνεκα τῆς χρείας ἐμάνθανον·
彼らは必要最小限のために読み書きを学んだ。
τῶν δὲ ἄλλων παιδευμάτων ξενηλασίαν ἐποιοῦντο, οὐ μᾶλλον ἀνθρώπων ἢ λόγων.
しかし、その他の教育に関しては、人間(外国人)と同様に、言論に対しても追放を行った。
δὲ παιδεία ἦν αὐτοῖς πρὸς τὸ ἄρχεσθαι καλῶς καὶ καρτερεῖν πονοῦντα καὶ μαχόμενον νικᾶν ἢ ἀποθνήσκειν.
彼らの教育は、見事に支配されること、苦難に耐えること、そして戦って勝つかさもなくば死ぬことに向けられていた。
§5διετέλουν δὲ καὶ ἄνευ χιτῶνος, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων κατὰ τὸ πλεῖστον ἀπεχόμενοι.
また彼らは下着をつけずに過ごし、1年に1着の外套を受け取り、身体は汚れ、沐浴や油を塗ることをほとんど控えていた。
§6ἐκάθευδον. δὲ οἱ νέοι ὁμοῦ κατʼ ἴλην καὶ κατὰ ἀγέλην ἐπὶ στιβάδων, ἃς αὐτοὶ συνεφόρουν, τοῦ παρὰ τῷ Εὐρώτᾳ πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες - ἐν δὲ τῷ χειμῶνι τοὺς λεγομένους λυκόφονας ὑπεβάλλοντο καὶ κατεμείγνυσαν ταῖς στιβάσι, θερμαντικὸν ἔχειν τι τῆς ὕλης δοκούσης.
若者たちは部隊ごと、群れごとに、エウロタス川のほとりに生えている葦の先端を、鉄器を使わずに手で折り取って自分たちで集めた藁の寝床の上で一緒に眠った。 冬には、いわゆるリコフォナスと呼ばれる植物を寝床の下に敷き、それを混ぜ合わせた。 その素材はいくらか温める性質があると思われていたからである。
§7ἐρᾶν τῶν τὴν ψυχὴν σπουδαίων παίδων ἐφεῖτο·
魂の優れた少年たちを愛することは許されていた。
τὸ δὲ πλησιάζειν αἰσχρὸν νενόμιστο, ὡς τοῦ σώματος ἐρῶντας ἀλλʼ οὐ τῆς ψυχῆς·
しかし、肉体を愛し魂を愛さない者として肉体関係を持つことは恥ずべきこととみなされていた。
ὁ δὲ ἐγκληθεὶς ὡς ἐπʼ αἰσχύνῃ πλησιάζων ἄτιμος διὰ βίου ἦν.
恥ずべき目的で近づいていると告発された者は、生涯にわたって市民権を失った。
§8ἔθος ἦν καὶ τοὺς νεωτέρους ὑπὸ τῶν πρεσβυτέρων ἐρωτᾶσθαι ποῦ πορεύονται καὶ ἐπὶ τί, καὶ τὸν μὴ ἀποκρινόμενον ἢ προφάσεις πλέκοντα ἐπιπλήττειν ὁ δὲ μὴ ἐπιπλήττων παρόντος αὐτοῦ ἁμαρτάνοντα ἔνοχος ἦν τῷ ἴσῳ ἐπιτιμίῳ ᾧπερ καὶ ὁ ἁμαρτών·
年少者が年長者から、どこへ何のために行くのかを尋ねられ、答えない者や言い訳をでっち上げる者を叱責することも習慣であった。 また、目の前で若者が過ちを犯しているのに叱責しない者は、過ちを犯した者と同じ罰に服さねばならなかった。
καὶ ὁ δυσχεραίνων δέ, εἰ ἐπιτιμῷτο, ἐν μεγάλῳ ὀνείδει ἦν.
そして、叱責された場合に不満を抱く者も、大いなる恥辱とされた。
§9εἴ τις φωραθείη ἁμαρτάνων, ἔδει τοῦτον βωμόν τινα τῶν ἐν τῇ πόλει κύκλῳ περιιέναι, ψόγον ᾄδοντα πεποιημένον εἰς ἑαυτόν·
もし誰かが過ちを犯して捕まったなら、その者は市内のいずれかの祭壇を回り、自分自身に対する非難を歌った詩を歌わなければならなかった。
ὅπερ ἦν οὐδὲν ἕτερον ἢ ἐπιπλήττειν αὐτὸν ἑαυτῷ.
それは自分自身を非難することに他ならなかった。
§10καὶ τοὺς νέους δὲ οὐ μόνον τοὺς ἰδίους αἰδεῖσθαι πατέρας καὶ ὑπηκόους τούτοις εἶναι, ἀλλὰ πάντας τοὺς πρεσβυτέρους ἐντρέπεσθαι, καὶ ὁδῶν ὑποχωροῦντας καὶ καθέδρας ὑπεξισταμένους καὶ παρόντων ἡσυχάζοντας.
また若者たちは、自分の父親たちを敬い、これに従うだけでなく、すべての年長者を敬うべきであり、道では譲り、席を立ち、彼らの前では静かにしていなければならなかった。
διὸ καὶ ἦρχεν ἕκαστος οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις πόλεσι τῶν αὑτοῦ τέκνων καὶ δούλων καὶ κτημάτων, ἀλλʼ ὥσπερ τῶν αὑτοῦ καὶ τῶν τοῦ πλησίον, ὅπως ὅτι μάλιστα κοινωνῶσι καὶ φροντίζωσιν ὡς οἰκείων.
それゆえ、誰もが他の都市のように自分の子供や奴隷や財産だけを支配するのではなく、自分自身のものと同様に隣人のものをも支配し、それによって可能な限り共有し、自分の家族のように気遣うようにしたのである。
§11παῖς δὲ ὑπό τινος κολασθείς, εἰ τῷ πατρὶ ἐξήγγειλεν, αἰσχρὸν ἦν τῷ πατρὶ μὴ προσεντεῖναι ἀκούσαντα πάλιν ἑτέρας·
子供が誰かから罰せられ、それを父親に報告した場合、父親がこれを聞いてさらに別の鞭打ちを加えないことは恥であった。
ἐπίστευον γὰρ ἑαυτοῖς ἐκ τῆς πατρίου ἀγωγῆς μηδὲν αἰσχρὸν προστάξαι τοῖς τέκνοις.
なぜなら彼らは、祖国の教育のおかげで、自分たちが子供たちに不名誉なことを決して命じないと、互いに信頼し合っていたからである。
§12κλέπτουσι δὲ οἱ νέοι καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάττουσι·
また若者たちは、眠っている者や怠慢に監視している者に巧みに襲いかかることを学び、食べ物のうち盗めるものは何でも盗む。
τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν.
捕まった者への罰は、鞭打ちと飢えである。
γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως διʼ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν.
彼らの夕食は質素であった。 それは、自らの力で飢えを凌ぐことで、大胆さと悪知恵を働かせるよう強制されるためであった。
§13τόδε ἔργον τῆς σιτοδείας·
食糧不足の機能は以下の通りである。
διά τε ταῦτα γλίσχρα ἦν καὶ ἵνʼ ἐθίζωνται μηδέποτε γίγνεσθαι πλήρεις, δύνασθαι δὲ πεινῆν·
これら(の夕食)が質素であったのは、彼らを決して満腹にならず、飢えに耐えられるように慣れさせるためでもあった。
οὕτω γὰρ ᾤοντο καὶ ἐν πολέμῳ χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες ἐπιπονῆσαι·
なぜなら、食事を取らずに努力し続けられるならば、戦時においてもより役に立つようになると彼らは考えたからである。
καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης·
また、少ない費用で長い時間を過ごせるならば、より自制心が強く、倹約家になる。
τὴν δʼ ἀνοψίαν ὑποφέρειν, ὡς βρῶμα τὸ τυχὸν προσφέρεσθαι, ᾤοντο ὑγιεινότερα τὰ σώματα ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλάτος ὁρμῇ πιεζόμενα ἐπαίρειν εἰς ὕψος τὰ σώματα, καὶ καλὰ δὲ ποιεῖν·
また、おかずがないことに耐え、手に入った食べ物をそのまま食べるようにすることは、不足する食物によって身体をより健康にすると考えていた。 というのも、身体が縦や横に広がろうとする衝動を抑制されることで、上へと引き上げられ、かつ美しくなると考えていたからである。
τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους διὰ βάρος ἀντιβαίνειν.
すなわち、痩せて隙間のある体つきは関節の形成に従いやすいが、栄養過多な体つきは重さのためにそれに抵抗するからである。

語釈・文法注

  1. 237aγυμνασάμενον Λακωνικῶς καὶ τῷ Εὐρώτᾳ λελουμένον ἐποψᾶσθαι — 非人称動詞 δεῖ(〜せねばならない)の対格主語として、対格分詞 γυμνασάμενον および λελουμένον が用いられており、これらは暗黙のうちに「このスープを食べる人(ここではディオニュシオス)」を指している。
  2. 237cὡς τοῦ σώματος ἐρῶντας ἀλλʼ οὐ τῆς ψυχῆς — 接続詞 ὡς(〜として)に続く対格分詞 ἐρῶντας は、前文の πλησιάζειν の主語である「若者に近づく者たち」を主観的な理由づけを伴って修飾している。属格の τοῦ σώματος および τῆς ψυχῆς は、感情の動詞 ἐράω(愛する)の目的語である。
  3. 237eμὴ προσεντεῖναι ἀκούσαντα πάλιν ἑτέρας — 不定詞 προσεντεῖναι は αἰσχρὸν ἦν の主語として働き、分詞 ἀκούσαντα(それを聞いて)は父親を指す対格主語。ἑτέρας は「別の鞭打ち(πληγάς)」が省略された名詞句である。
  4. 237fνομίζοντες εἰς βάθος τε καὶ πλάτος ὁρμῇ πιεζόμενα ἐπαίρειν εἰς ὕψος τὰ σώματα — 対格不定詞構文で、ἐπαίρειν の主語は τὰ σώματα。分詞 πιεζόμενα(抑えられる)は τὰ σώματα を修飾する受動分詞。εἰς βάθος τε καὶ πλάτος ὁρμῇ は「奥行きや幅へと向かう衝動において」を意味する。

この箇所を引用する

プルタルコス, スパルタ人たちの古代の慣習 §1-13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg082a.humanitext-grc3:1-13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。