Humanitext Reader

普鲁塔克 · 新婚赠言 §47-48

夫妻间的相互尊重与以学问涵养美德

第 7 段,共 7 段 · 希腊语

内容简介

强调夫妻间相互尊重和良好教育的重要性,建议丈夫通过分享哲学和学问来提升妻子的内在美德。

§47ὁ Πλάτων τοῖς πρεσβύταις μᾶλλον παρῄνει αἰσχύνεσθαι τοὺς νέους, ἵνα κἀκεῖνοι πρὸς αὐτοὺς αἰδημόνως ἔχωσιν· ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, οὐδεμίαν αἰδῶ τοῖς νέοις οὐδʼ εὐλάβειαν ἐγγίγνεσθαι.
柏拉图曾建议长者们更应当尊重年轻人,以便年轻人也能对他们心存敬畏;因为在老人不知羞耻的地方,年轻人的心中也不会产生任何羞耻感和谨慎。
τούτου δεῖ μεμνημένον τὸν ἄνδρα μηδένα μᾶλλον αἰδεῖσθαι τῆς γυναικός, ὡς τὸν θάλαμον αὐτῇ διδασκαλεῖον εὐταξίας ἢ ἀκολασίας γενησόμενον.
丈夫应当记住这一点,尊重妻子胜过任何人,因为婚房对她而言将成为规矩或放荡的学校。
ὁ δὲ τῶν αὐτῶν ἡδονῶν αὐτὸς μὲν ἀπολαύων ἐκείνην δʼ ἀποτρέπων οὐδὲν διαφέρει τοῦ κελεύοντος διαμάχεσθαι τὴν γυναῖκα πρὸς τοὺς πολεμίους, οἷς αὐτὸς ἑαυτὸν παρέδωκε.
一个自己享受着同样的快乐却阻止她享受的人,与一个命令妻子去和自己已经投靠的敌人战斗的人毫无二致。
§48περὶ δὲ φιλοκοσμίας σὺ μέν, ὦ Εὐρυδίκη, τὰ πρὸς Ἀρίστυλλαν ὑπὸ Τιμοξένας γεγραμμένα ἀναγνοῦσα πειρῶ διαμνημονεύειν σὺ δέ, ὦ Πολλιανέ, μὴ νόμιζε περιεργίας ἀφέξεσθαι τὴν γυναῖκα καὶ πολυτελείας, ἂν ὁρᾷ σε μὴ καταφρονοῦντα τούτων ἐν ἑτέροις, ἀλλὰ καὶ χαίροντα χρυσώσεσιν ἐκπωμάτων καὶ γραφαῖς οἰκηματίων καὶ χλίδωσιν ἡμιόνων καὶ ἵππων περιδεραίοις.
关于喜爱装饰,欧律狄刻啊,你要试着阅读并记住提莫克塞娜写给阿里斯提拉的内容;而你,波里亚努斯,如果妻子看到你并不鄙视他人的奢侈,反而喜爱镀金的杯子、房间的壁画、骡子的华丽装饰和马的颈圈,就不要指望她会远离虚荣和奢华。
οὐ γὰρ ἔστιν ἐξελάσαι τῆς γυναικωνίτιδος ἐν μέσῃ τῇ ἀνδρωνίτιδι τὴν πολυτέλειαν ἀναστρεφομένην.
因为当奢侈在男子的房间中踱步时,是不可能将其从女子的房间中驱逐出去的。
καὶ σὺ μὲν ὥραν ἔχων ἤδη φιλοσοφεῖν τοῖς μετʼ ἀποδείξεως καὶ κατασκευῆς λεγομένοις ἐπικόσμει τὸ ἦθος, ἐντυγχάνων καὶ πλησιάζων τοῖς ὠφελοῦσι· τῇ γυναικὶ πανταχόθεν τὸ χρήσιμον συνάγων ὥσπερ αἱ μέλιτται καὶ φέρων αὐτὸς ἐν σεαυτῷ μεταδίδου καὶ προσδιαλέγου, φίλους αὐτῇ ποιῶν καὶ συνήθεις τῶν λόγων τοὺς ἀρίστους.
你既然已经到了可以研究哲学的年纪,就应当用带有论证和体系的言论来修饰自己的品德,去结交和接近那些有益的人;像蜜蜂一样,从各处为妻子收集有益的东西,并把它们带在自己身上,与她分享并交流,让她与最优秀的言论成为好朋友和知己。
πατὴρ μὲν γάρ ἐσσι αὐτῇ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος οὐχ ἧττον σεμνὸν ἀκοῦσαι γαμετῆς λεγούσης ἄνερ, ἀτὰρ σὺ μοί ἐσσι καθηγητὴς καὶ φιλόσοφος καὶ διδάσκαλος τῶν καλλίστων καὶ θειοτάτων, τὰ τοιαῦτα μαθήματα πρῶτον ἀφίστησι τῶν ἀτόπων τὰς γυναῖκας·
“因为你对她而言,既是父亲,又是尊敬的母亲,也是兄弟。 ” 听到一个妻子对丈夫说: “丈夫啊,但你对我而言是引导者、哲学家,以及最美丽和最神圣之物的教师,” 这同样令人感到无比自豪。
αἰσχυνθήσεται γὰρ ὀρχεῖσθαι γυνὴ γεωμετρεῖν μανθάνουσα, καὶ φαρμάκων ἐπῳδὰς οὐ προσδέξεται τοῖς Πλάτωνος ἐπᾳδομένη λόγοις καὶ τοῖς Ξενοφῶντος.
这样的学习首先会使女子远离不当的行为;因为一个正在学习几何学的女子会羞于跳舞,而一个被柏拉图和色诺芬的话语所吸引的女子,将不会接受毒药或咒语。
ἂν δέ τις ἐπαγγέλληται καθαιρεῖν τὴν σελήνην, γελάσεται τὴν ἀμαθίαν καὶ τὴν ἀβελτερίαν τῶν ταῦτα πειθομένων γυναικῶν, ἀστρολογίας ἀνηκόως ἔχουσα καὶ περὶ Ἀγλαονίκης ἀκηκουῖα τῆς Ἡγήτορος τοῦ Θεσσαλοῦ θυγατρὸς ὅτι τῶν ἐκλειπτικῶν ἔμπειρος οὖσα πανσελήνων καὶ προειδυῖα τὸν χρόνον, ἐν ᾧ συμβαίνει τὴν σελήνην ὑπὸ τῆς σκιᾶς ἁλίσκεσθαι, παρεκρούετο καὶ συνέπειθε τὰς γυναῖκας ὡς αὐτὴ καθαιροῦσα τὴν σελήνην.
如果有人声称能够把月亮拉下来,她将会嘲笑那些相信这些事情的女性的无知和愚蠢,因为她并非不懂天文学,并且听说过塞萨利人黑革托尔的女儿阿格劳妮刻的故事——她因为熟悉满月时发生的月食,并预先知道月亮被阴影遮挡的时间,从而欺骗并说服那些妇女,说她自己把月亮拉了下来。
παιδίον μὲν γὰρ οὐδεμία ποτὲ γυνὴ λέγεται ποιῆσαι δίχα κοινωνίας ἀνδρός, τὰ δʼ ἄμορφα κυήματα καὶ σαρκοειδῆ καὶ σύστασιν ἐν ἑαυτοῖς ἐκ διαφθορᾶς λαμβάνοντα μύλας καλοῦσι.
因为据说没有任何女人能在没有男子参与的情况下生育孩子,而那些由于腐败在体内形成的、无固定形状的肉质胚胎,人们称之为“胎块”。
τοῦτο δὴ φυλακτέον ἐν ταῖς ψυχαῖς γίγνεσθαι τῶν γυναικῶν.
应当防止这种事情在妇女的灵魂中发生。
ἂν γὰρ λόγων χρηστῶν σπέρματα μὴ δέχωνται μηδὲ κοινωνῶσι παιδείας· τοῖς ἀνδράσιν, αὐταὶ καθʼ αὑτὰς ἄτοπα πολλὰ καὶ φαῦλα βουλεύματα καὶ πάθη κυοῦσι.
因为如果她们不接受优良言论的种子,也不与丈夫分享教养,她们就会在自己内部孕育出许多不当、邪恶的图谋和激情。
σὺ δʼ ὦ Εὐρυδίκη μάλιστα πειρῶ τοῖς τῶν σοφῶν καὶ ἀγαθῶν ἀποφθέγμασιν ὁμιλεῖν καὶ διὰ στόματος ἀεὶ τὰς φωνὰς ἔχειν ἐκείνας ὧν καὶ παρθένος οὖσα παρʼ ἡμῖν ἀνελάμβανες, ὅπως εὐφραίνῃς μὲν τὸν ἄνδρα, θαυμάζῃ δʼ ὑπὸ τῶν ἄλλων γυναικῶν, οὕτω κοσμουμένη περιττῶς καὶ σεμνῶς ἀπὸ μηδενός.
但是,欧律狄刻啊,你应当特别努力去结交贤者和善人的格言,并常常将你少女时代在我们这里所学的那些话语挂在嘴边,这样你既能让丈夫高兴,又能受到其他妇女的赞美,从而以这种无需花费分文的方式,使自己显得格外庄重和体面。
τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς, καὶ Κορνηλίας τῆς Σκιπίωνος καὶ ὅσαι ἐγένοντο θαυμασταὶ καὶ περιβόητοι, ταῦτα δʼ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως.
因为,要获得并戴上这个富妇的珍珠,或者那个异国妇女的丝绸,不花大价钱买下来是不可能的;但是提阿诺、克雷欧布里娜、列奥尼达之妻戈尔戈、提阿革涅斯之妹提摩克蕾亚、古时的克劳迪娅、西庇阿之女科尔内利亚,以及所有那些变得令人惊叹和闻名遐迩的女性的装饰品,戴着它们作为嫁妆,并因它们而装扮得荣耀,同时快乐地生活,却是完全可能的。
εἰ γὰρ ἡ Σαπφὼ διὰ τὴν ἐν τοῖς μέλεσι καλλιγραφίαν ἐφρόνει τηλικοῦτον ὥστε γράψαι πρός τινα πλουσίαν " κατθάνοισα δὲ κείσεαι, οὐδέ τις μναμοσύνα σέθεν ἔσεται· οὐ γὰρ πεδέχεις ῥόδων τῶν ἐκ Πιερίας " , πῶς οὐχί σοι μᾶλλον ἐξέσται μέγα φρονεῖν ἐφʼ ἑαυτῇ καὶ λαμπρόν, ἂν μὴ τῶν ῥόδων ἀλλὰ καὶ τῶν καρπῶν μετέχῃς, ὧν αἱ Μοῦσαι φέρουσι καὶ χαρίζονται τοῖς παιδείαν καὶ φιλοσοφίαν θαυμάζουσιν;
因为,如果萨福因其诗歌中的优美写作而如此自负,以至于写信给某个富有的妇人道: "你死后将躺下,关于你将没有任何纪念,因为你没有分享来自皮埃里亚的玫瑰 ",那么,如果你不仅能分享玫瑰,还能分享缪斯带给并赐予那些赞美教养和哲学之人的果实,你又怎能不为自己感到更加伟大和荣耀呢?

词汇与语法注释

  1. 145aτοῦτο δεῖ μεμνημένον τὸν ἄνδρα — 分词 μεμνημένον(动词 μεμνήσκω 的完结中被动分词单数阳性宾格)修饰 τὸν ἄνδρα,后者作为无人称动词 δεῖ 所支配的不定式 αἰδεῖσθαι 的主语。
  2. 145cπατὴρ μὲν γάρ ἐσσι αὐτῇ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος — 引用自荷马《伊利亚特》第六卷第429行安德洛玛刻对赫克托耳说出的名言。此处将丈夫的角色重新定义为继承了父母和兄弟角色的引导者,通过哲学向妻子传授最高深的教养。
  3. 145eμύλας καλοῦσι — 指“胎块”,是在没有男子参与的情况下,仅在女子体内形成的未发育完全的胚胎。此处用作灵魂的隐喻,意指如果妇女不接受来自丈夫的正确且有益的言论,她们就会在自己内部滋生出扭曲的情欲和邪恶的想法。

引用这一段

普鲁塔克, 新婚赠言 §47-48. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg078.humanitext-grc2:47-48

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。