Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §6

人类必死的宿命与依凭理性的防备

第 3 段,共 18 段 · 希腊语

内容简介

作者指出理性是应对人生变化的良药,并通过引用荷马、品达、西摩尼得斯及腓力等人的言论与逸事,强调人类必死的本性以及受制于命运的现实。

§6κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς.
消除悲伤的最好良药是理性,以及通过它对人生的一切变化所作的准备。
χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως μεθισταμένοις πρὸς τοὐναντίον.
因为我们不仅应该知道自己在本性上是免不了一死的,而且应该知道自己与终有一死的生命以及极易转向相反方向的事物绑定在一起。
ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθʼ ἁπλῶς; τὰ κατὰ τὸν βίον, ἅπερ " οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι " τὸ παράπαν ἀλλὰ " Ταρτάρου πυθμὴν πιέζει σʼ ἀφανοῦς σφυρηλάτοις ἀνάγκαις " ὥς φησι Πίνδαρος.
因为实际上,人类的身体确实是必死且朝生暮死的,他们的命运、遭遇以及生活中的一切事物也都是必死的,这些事物“凡人根本无法逃避,也无法躲闪”,而是 “无形之塔耳塔洛斯的深渊,用铁一般的必然性压迫着你,”正如品达所说。
ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου " ὁ δʼ ὄλβος οὐ βέβαιος ἀλλʼ ἐφήμερος " καὶ ὅτι " μίκρʼ ἄττα τὰ σφάλλοντα, καὶ μίʼ ἡμέρα τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δʼ ἦρʼ ἄνω " τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, βέλτιον δʼ ἄν ἔχου ἦν, εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου " κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς γένει βροτῶν τε.
因此,法莱鲁姆的德米特里在欧里庇得斯说“而繁荣并不稳固,而是朝生暮死的,” 以及“使人跌倒的不过是些微末小事,仅仅一天就能将一些事物从高处拉下,又将另一些事物捧上半空” 时,正确地表示:欧里庇得斯在其他方面说得很好,但如果他说的不是“一天”,而是“一瞬” 之时,那就更好了。 “因为大地上丰饶的植物与凡人的种族有着相同的循环。
τοῖς μὲν αὔξεται βίος, τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.
对一些人来说,生命在增长,而对另一些人来说,生命衰退并再次被收割。
" ὁ δὲ Πίνδαρος ἐν ἄλλοις " τί δέ τις;
”而品达在别处说道:“某人是什么?
τί δʼ οὔ τις;
无人又是什么?
σκιᾶς ὄναρ ἄνθρωπος " ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε.
影子的梦就是人,”他通过极其生动且富有艺术性的夸张手法,展现了人类的生命。
τί γὰρ σκιᾶς ἀσθενέστερον;
因为有什么比影子更软弱呢?
τὸ δὲ ταύτης ὄναρ οὐδʼ ἂν ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς.
而这影子的梦,更没有其他人能够清晰地表达出来。
τούτοις δʼ ἑπόμενος καὶ ὁ Κράντωρ παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησὶ ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται.
追随这些思想,克兰托尔在赫波克勒斯因子女去世而痛苦时安慰他说:因为所有这些古老的哲学都在诉说并劝戒这些。
ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές.
对于这些教诲,即便我们不接受其他任何内容,至少人生在多方面都是艰难困苦的这一事实,是无比真实的。
καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γʼ ἡμῶν εἰς τοῦτʼ ἀφῖκται διαφθορᾶς.
事实上,即便人生在本性上并非如此,它也至少已被我们自己带到了如此败坏的地步。
ἥ τʼ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτʼ ἀπʼ ἀρχῆς ἠκολούθηκεν οὐδʼ ἐφʼ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα·
这种难以捉摸的命运从很早以前、甚至从最初起就跟随着我们,没有留下任何完好的东西;而在我们出生时,所有人身上都掺杂了某种恶的份额。
τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι δὲ καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει.
因为我们的生命种子从一开始就是必死的,分担了这一因由,由此,灵魂的愚钝、疾病、忧心以及凡人的气数便从那里向我们袭来。
τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο;
那么,为了什么我们要转向这个话题呢?
ἵνʼ εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν.
是为了让我们知道,遭遇不幸对人来说并非新鲜事,而是我们所有人都遭受了同样的事。
ἄσκοπος γὰρ ἡ τύχη φησὶν ὁ Θεόφραστος καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόν ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθʼ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν·
“因为命运是难以预料的,”狄奥弗拉斯图说,“且极其擅长夺走先前辛勤得来的东西,并颠覆那表面的繁荣,它没有任何固定的时间。
ὧν πρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών " οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
”这些事以及其他类似的事,每个人自己思考起来很容易,从其他古老而智慧的人那里听闻也很容易;其中第一位便是神圣的荷马,他说:“大地所哺育的,没有比人类更软弱的了。
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ " καὶ " τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε " καὶ ἐν ἄλλοις " Τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
因为他心想,只要神明还赐予他兴旺,他的膝盖还能动弹,他往后就绝不会遭受灾殃;但当福乐的神明降下凄惨的灾祸时,他也只能违心地用隐忍的心去承受。 ”以及:“因为地上的凡人,他们的心境就如同人类与神明之父给他们带来的那一天。 ” 还在别处说道:“大度慷慨的狄俄墨德斯,你为何询问我的家世?
οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
正如落叶的世代,人类的世代也正是如此。
φύλλα τὰ μὲν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δʼ ἀπολήγει " ταύτῃ δʼ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω " βροτῶν ἕνεκα πτολεμίζω δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες·
树叶被风吹落在地,有的树木却又在繁茂的森林中萌芽,随后春季来临;人类的世代也是这般:一代兴起,一代消逝。 ” 他将这一人类生活的比喻运用得多么美妙,从他在另一处所说的话中也清晰可见:“我绝不愿为了凡人而去交战,那些可怜的凡人,他们就像树叶,有时吃着大地的果实而显得生机勃勃,有时却又毫无生机地衰谢,毫无力量可言。
, ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι, οὐδέ τις ἀλκὴ " Σιμωνίδης δʼ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαί τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός ἐστι·
” 抒情诗人西摩尼得斯,在斯巴达国王保萨尼阿斯不断吹嘘自己的功绩,并带着嘲讽命令他讲一些智慧之言时,看穿了他的傲慢,并建议他记住:自己不过是一个凡人。
Φίλιππος δʼ ὁ τῶν Μακεδόνων βασιλεὺς τριῶν αὐτῷ προσαγγελθέντων εὐτυχημάτων ὑφʼ καιρόν, πρώτου μὲν ὅτι τεθρίππῳ νενίκηκεν Ὀλύμπια, δευτέρου δʼ ὅτι Παρμενίων ὁ στρατηγὸς μάχῃ Δαρδανεῖς ἐνίκησε, τρίτου δʼ ὅτι ἄρρεν αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὦ δαῖμον εἶπε, μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα, εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη.
马其顿国王腓力,在同一时间收到三个捷报时——第一是他用四马战车赢得了奥林匹亚赛会,第二是将军帕曼纽在战斗中击败了达尔达尼亚人,第三是奥林匹亚丝为他诞下了一名男婴——他向天空伸出双手说道:“神啊,请对这些好事施予一些适度的挫折吧,”因为他深知命运生来便对巨大的幸运心怀嫉妒。
Θηραμένης δʼ ὁ γενόμενος Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ ὦ τύχη εἶπεν, εἰς τίνα με καιρὸν ἄρα φυλάττεις;
还有曾是雅典三十人僭主之一的塞拉门尼斯,在他与众人一同进餐的房屋倒塌时,他是唯一的幸存者,并受到所有人的祝福。 此时他大声呼喊道:“命运啊,你究竟是为了什么时刻而将我保留至今?
μετʼ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν.
”此后不久,他便被同僚僭主们严刑拷打致死。

词汇与语法注释

  1. 104aἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός ἐστι βίῳ — 受动词 χρὴ 支配的不定式 εἰδέναι 的主语(宾格)是 ἑαυτόν,分词 θνητὸν ὄντα 与其一致;而 τὴν φύσιν 是表示关系/方面的宾格。ἀλλὰ καὶ 之后的 ὅτι 从句同样作为 εἰδέναι 的宾语并列,其中 ἐστι 的主语在上下文里被理解为 ἑαυτόν。
  2. 104bβέλτιον δʼ ἂν ἔχον ἦν, εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου — 这是一个过去相反的虚拟条件句,由条件从句中的 εἰ + 直陈式过去时(εἶπε)以及主句中的 ἄν + 未完成过去时(ἔχον ἦν)构成。
  3. 104dτοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; ἵνʼ εἰδείημεν — 在由 ἵνα 引导的目的从句中,由于主句动词是过去时(直陈式不定过去时 ἐτραπόμεθα),因此使用了希求式过去时(εἰδείημεν)而非虚拟式,这符合历史时态后使用希求式的语法规则。
  4. 105aΠαυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου ... καὶ κελεύοντος — 这是由属格名词(Παυσανίου...)和现在分词(μεγαλαυχουμένου, κελεύοντος)组成的属格独立结构,用以表示时间、让步或伴随状况,其逻辑主语与主句主语西摩尼得斯(Σιμωνίδης)不同。
  5. 105bεἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη — 与主句主语腓力(Φίλιππος)一致的伴随分词(εἰδώς)表示原因(“因为他知道”)。动词 φύω 的完成时形式 πέφυκε 具有现在时意义(“天生具有……的性质”),它支配不定式 φθονεῖν,而不定式又以与格的 τοῖς μεγάλοις εὐτυχήμασι 作为其宾语。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。