Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §1-3

对丧子之痛的慰问与节制悲伤的劝导

第 1 段,共 18 段 · 希腊语

内容简介

作者对阿波罗尼乌斯痛失爱子表示同情,同时指出虽然自然的悲痛无法避免,但过度哀悼是有害的,应该保持适度的悲伤(梅特里奥帕泰亚)。

§1καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος; καὶ διαφερόντως τά τε πρὸς θεοὺς καὶ τὰ πρὸς γονεῖς καὶ φίλους ὅσια καὶ δίκαια διαφυλάξαντος.
阿波罗尼乌斯啊,当听说我们大家最挚爱的、你那英年早逝的儿子的离世——他是一位极其端庄且克制的年轻人,并且特别是在对待神明、父母和朋友们的事上,恪守了虔敬与正义——我早已向你表示同情并一同感到悲伤。
τότε μὲν οὖν ὑπὸ τὸν τῆς τελευτῆς καιρὸν ἐντυγχάνειν σοι καὶ παρακαλεῖν ἀνθρωπίνως φέρειν τὸ συμβεβηκὸς ἀνοίκειον ἦν, παρειμένον τό τε σῶμα καὶ τὴν ψυχὴν ὑπὸ τῆς,·
因此,在那个死难临头的时刻,去拜访你并劝你像常人一样承受所发生的事是不合时宜的,因为你的身体和灵魂都因这突如其来的不幸而陷入了麻木;而且,同情你也是必要的。
παραλόγου συμφορᾶς, καὶ συμπαθεῖν δʼ ἦν 10 ἀναγκαῖον οὐδὲ γὰρ οἱ βέλτιστοι τῶν ἰατρῶν πρὸς τὰς ἀθρόας τῶν ῥευμάτων ἐπιφορὰς εὐθὺς· προσφέρουσι τὰς διὰ τῶν φαρμάκων βοηθείας, ἀλλʼ ἐῶσι τὸ βαρῦνον τῆς φλεγμονῆς δίχα τῆς τῶν ἔξωθεν περιχρίστων ἐπιθέσεως αὐτὸ διʼ αὑτοῦ λαβεῖν πέψιν.
因为即使是最优秀的医生,面对体液的急剧泛滥,也不会立即施以药物治疗,而是让红肿发炎的沉重部分在不涂抹外部药膏的情况下,依靠其自身达到消散。
§2ἐπεὶ δὲ νῦν καὶ χρόνος ὁ πάντα πεπαίνειν εἰωθὼς ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν.
\n 但既然现在,那惯于让一切成熟的时间已经介入了这不幸,而你的境况似乎也需要来自朋友们的帮助,我认为分赠予你一些安慰之辞是合宜的,以缓解你的悲伤,并结束那悲悼而徒劳的哀恸。
" ψυχῆς γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι, ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ.
\n“因为语言是病中灵魂的医生,只要有人在合宜的时刻温和其心。
" κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην " ἄλλο δὲ γʼ ἐπʼ ἄλλῃ φάρμακον κεῖται νόσῳ· λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων, ἄγαν δὲ μωραίνοντι νουθετήματα " πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν, ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων·
”\n因为正如智者欧里庇得斯所说:\n“此药治此病,彼药治彼病:\n对悲伤者,有朋友温和的言语,\n对过度愚妄者,有劝诫。
διὰ λύπην γάρ φασὶ καὶ μανίαν γίγνεσθαι πολλοῖς " καὶ νοσήματʼ οὐκ ἰάσιμα, αὑτούς τʼ ἀνῃρήκασι διὰ λύπην τινές "
”\n 因为在灵魂的众多激情中,悲伤天生是所有激情中最难忍受的;\n人们说,因为悲伤,许多人甚至变得疯狂,\n“以及患上不治之症,\n有些人也因为悲伤而自寻短见。
§3τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι τελευτήσαντος υἱοῦ φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφʼ ἡμῖν.
”\n 因此,当儿子去世时感到痛苦和刺痛,这悲伤有着其自然的开端,并不取决于我们。
οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς ὑμνοῦσι τὴν ἄγριον καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν· ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον.
因为我绝不同意那些歌颂野蛮且冷酷的无情念的人,这既超出了可能,也无益处;因为这会剥夺我们因被爱与去爱而产生的善意,而这种善意是比任何事物都更需要去守护的。
τὸ δὲ πέρα τοῦ μετρίου παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης.
但是,超越适度地过度悲伤并扩大哀悼,我认为是违背自然的,并且是由我们内心不良的成见造成的。
διὸ καὶ τοῦτο μὲν ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ ἀποδοκιμαστέον.
因此,这固然应当作为有害、卑劣且极不适合优秀之人的东西而被放弃,但适度的悲伤绝不应被否定。
μὴ γὰρ νοσοῖμεν φησὶν ὁ ἀκαδημαϊκὸς Κράντωρ, νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτʼ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτʼ ἀποσπῷτο.
\n“愿我们不要生病,”雅典学园派的克兰托尔说,“但若生了病,愿某种感觉能留存,无论是我们身上的某一部分被切除,还是被撕裂。
τὸ γὰρ ἀνώδυνον τοῦτʼ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται μισθῶν τῷ ἀνθρώπῳ· τεθηριῶσθαι γὰρ εἰκὸς ἐκεῖ μὲν σῶμα τοιοῦτον ἐνταῦθα δὲ ψυχήν.
因为这种无痛的状态,并不是不需要人类付出巨大代价就能产生的;因为很可能,在前者中,这样的身体,在后者中,这样的灵魂,已经变得如野兽般麻木了。 ”

词汇与语法注释

  1. 102aπαρειμένον — 这是 παρίημι(使麻痹、使松弛)的完美被动分词中性单数宾格。此处最自然地解释为宾格绝对结构(accusative absolute),意为“在身体和灵魂都被麻痹的状态下”。或者,尽管它在句意上修饰 σοι(与格),但由于句法上的松弛,它在格上与不定式 ἐντυγχάνειν 的逻辑主语(宾格)保持了一致。
  2. 102cφυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης — 处于谓语位置的形容词 φυσικὴν 作为宾语 τὴν ἀρχήν 的谓语性修饰语发挥作用,意思是“将其悲伤的开端作为自然之物而具有”。在句法上,它强调主语 τὸ ἀλγεῖν 所拥有的“开端”具有“自然”这一属性。
  3. 102eτεθηριῶσθαι γὰρ εἰκὸς ἐκεῖ μὲν σῶμα τοιοῦτον ἐνταῦθα δὲ ψυχήν — 无人称形容词 εἰκός(很可能)支配着完美不定式 τεθηριῶσθαι(变得如野兽般麻木)。形成对比的副词 ἐκεῖ(在那边,即身体的疾病中)和 ἐνταῦθα(这边,即灵魂的疾病中)分别作用于 σῶμα 和 ψυχήν,而 τοιοῦτον(如此状态,即无痛状态)修饰或补充说明各自的名词。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。