§34ὅτι γὰρ οἱ ταῖς ἀρεταῖς διενεγκόντες ὡς θεοφιλεῖς νέοι μετέστησαν πρὸς τὸ χρεὼν καὶ πάλαι μὲν διὰ τῶν πρόσθεν ὑπέμνησα λόγων, καὶ νῦν δὲ πειράσομαι διὰ βραχυτάτων ἐπιδραμεῖν, προσμαρτυρήσας τῷ καλῶς ὑπὸ Μενάνδρου ῥηθέντι τούτῳ
"
ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος
"
ἀλλʼ ἴσως ὑποτυχὼν ἂν φαίης Ἀπολλώνιε φίλτατε,σφόδρʼ ἦν ἐπιτεταγμένος ὁ νεανίσκος Ἀπόλλωνι καὶ μοίραις, καὶ σὲ ἔδει ὑπʼ ἐκείνου τελείου γενομένου κηδευθῆναι μεταλλάξαντα τὸν βίον·
因为那些在美德上杰出的人,作为神所爱的人,在年轻时就走向了宿命,这我在先前的论述中已经提醒过你,现在也将尝试用最简短的语言予以概括,并以此证明米南德所说的这句名言: “神所爱的人死得年轻。 ” 但是,我最亲爱的阿波罗纽斯,你或许会插话反驳说:那个年轻人极大地受托于阿波罗和命运女神,应当由他来安葬你这位已经离世的人,在他自己达到成年之后。
τοῦτο γὰρ εἶναι κατὰ φύσιν, τὴν ἡμετέραν δηλονότι καὶ τὴν ἀνθρωπίνην, ἀλλʼ οὐ κατὰ τὴν τῶν ὅλων πρόνοιαν καὶ τὴν κοσμικὴν διάταξιν.
因为你会说这才是符合自然的,显然是指我们人类的本性,而不是指万物的摄理和宇宙的秩序。
ἐκείνῳ δὲ τῷ μακαρισθέντι οὐκ ἦν κατὰ φύσιν περαιτέρω τοῦ ἀπονεμηθέντος αὐτῷ χρόνου πρὸς τὸν ἐνθάδε βίον περιμένειν, ἀλλʼ εὐτάκτως τοῦτον ἐκπλήσαντι πρὸς τὴν εἱμαρμένην ἐπανάγειν πορείαν, καλούσης αὐτῆς, φησίν, ἤδη πρὸς ἑαυτήν.
但对于那个被祝福的儿子来说,在分配给他的时间之外继续留在这世上的生命,并不符合他的本性;相反,秩序井然地完成这一生命,并回到注定的旅途中去,才是符合他的本性,因为命运,正如他所说,已经召唤他回到自身。
ἀλλʼ ἄωρος ἐτελεύτησεν;
然而,他是早逝的吗?
οὐκοῦν εὐποτμότερος διὰ τοῦτο καὶ κακῶν ἀπείρατός ἐστιν·
难道不正是因为这个原因,他才是更幸福的,且免受了痛苦和灾祸吗?
"
ὁ βίος γάρ φησὶν Εὐριπίδης ὄνομʼ ἔχει μόνον
μόρος γεγώς.
“因为生命,”欧里庇得斯说,“徒有其名,实际上却是毁灭。
"
οὗτος δʼ ἐπὶ τῆς εὐανθεστάτης ἡλικίας προαπεφοίτησεν ὁλόκληρος ἠίθεος, ζηλωτὸς καὶ περίβλεπτος πᾶσι τοῖς συνήθεσιν αὐτῷ, φιλοπάτωρ γενόμενος καὶ φιλομήτωρ καὶ φιλοίκειος καὶ φιλόσοφος, τὸ δὲ σύμπαν εἰπεῖν φιλάνθρωπος, αἰδούμενος μὲν τοὺς πρεσβυτέρους τῶν φίλων ὥσπερ πατέρας, στέργων δὲ τοὺς ὁμήλικας καὶ συνήθεις, τιμητικὸς δὲ τῶν καθηγησαμένων, ξένοις δὲ καὶ ἀστοῖς πραότατος, πᾶσι δὲ μείλιχος καὶ φίλος διά τε τὴν ἐξ ὄψεως χάριν καὶ τὴν, εὐπροσήγορον φιλανθρωπίαν.
” 而他,在生命最繁茂的年纪,作为一个完美的青年先一步离去,被他所有的知己所羡慕和瞩目,他热爱父亲、热爱母亲、热爱亲属、热爱智慧,总之,热爱人类;他尊敬年长的朋友如同父亲,关爱同龄人和同伴,尊重他的导师,对待异乡人和市民极其温和,对待所有人,都因其容貌上的优雅和易于亲近的善良而显得和蔼且友好。
ἀλλὰ γὰρ ἐκεῖνος μὲν τῆς τε σῆς εὐσεβείας καὶ τῆς ἑαυτοῦ τὴν πρέπουσαν εὐφημίαν ἔχων πρὸς τὸν ἀεὶ χρόνον προαπεφοίτησε τοῦ θνητοῦ βίου, καθάπερ ἔκ του συμποσίου, πρὶν εἴς τινα παροινίαν ἐκπεσεῖν τὴν τῷ μακρῷ γήρᾳ παρεπομένην.
然而,他带着对你的敬虔和对他自己都极为相称的、万世流芳的令誉,先一步离开了这凡俗的生命,正如从宴席中退出一样,在陷入那伴随着漫长老年而来的任何失态之前。
εἰ δʼ ὁ τῶν παλαιῶν ποιητῶν τε καὶ φιλοσόφων λόγος ἐστὶν ἀληθὴς ὥσπερ εἰκὸς ἔχειν, οὕτω καὶ τοῖς εὐσεβέσι τῶν μεταλλαξάντων ἔστι τις τιμὴ καὶ προεδρία καθάπερ λέγεται, καὶ χῶρός τις ἀποτεταγμένος ἐν ᾧ διατρίβουσιν αἱ τούτων ψυχαί, καλὰς ἐλπίδας ἔχειν σε δεῖ περὶ τοῦ μακαρίτου υἱέος σου, ὅτι τούτοις συγκαταριθμηθεὶς συνέσται.
如果古代诗人和哲学家的说法是真实的(事情自然极有可能是这样),即对于那些离世的敬虔之人,确实有着如人们所说的那种荣耀和上座,以及一个供他们的灵魂栖息的专属之所,那么,你应当对你那幸福的儿子抱有美好的希望,因为他已被列入这些人的行列,并与他们同在。
§35λέγεται δʼ ὑπὸ μὲν τοῦ μελικοῦ Πινδάρου ταυτὶ περὶ τῶν εὐσεβῶν ἐν ᾍδου,
"
τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα
κάτω,
φοινικορόδοις ἐν λειμώνεσσι προάστιον αὐτῶν
καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι βεβριθός.
而抒情诗人品达对哈德斯中敬虔之人的状况有如下阐述: “在我们的夜晚,太阳的光芒在下界为他们闪耀,他们的郊野座落在红玫瑰丛生的草地中,乳香树阴凉爽,挂满了金色的果实。
καὶ τοὶ μὲν ἵπποις γυμνασίοις τε τοὶ δὲ πεσσοῖς,
τοὶ δὲ φορμίγγεσι τέρπονται, παρὰ δέ σφισιν
εὐανθὴς ἅπας τέθαλεν ὄλβος,
ὀδμὰ δʼ ἐρατὸν κατὰ χῶρον κίδναται
αἰεὶ θύα μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα
θεῶν ἐπὶ βωμοῖς.
有的人以骏马和体育竞技自娱,有的人玩着棋戏,有的人则抚弄竖琴,在他们身边,繁花似锦的幸福全然盛开。 爱人的芬芳弥漫在整片土地,因为他们总是将各种祭品与远射光芒的火焰混合在一起,在神明的祭坛之上。
"
καὶ μικρὸν προελθὼν ἐν ἄλλῳ θρήνῳ περὶ ψυχῆς λέγων φησὶν
"
ὀλβίᾳ δʼ ἅπαντες αἴσᾳ λυσίπονον τελευτάν.
” 在另一首关于灵魂的哀歌中,他稍微往前说了一些,说道: “众人皆因幸福的命运而走向解脱痛苦的终点。
καὶ σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ,
ζωὸν δʼ ἔτι λείπεται αἰῶνος εἴδωλον· τὸ γάρ
ἐστι μόνον
ἐκ θεῶν.
虽然众人的身体皆顺从于威力无比的死亡,但生命之似姿依然活着存留;因为只有它是源自神明。
εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ
εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις
δείκνυσι τερπνῶν ἐφέρποισαν χαλεπῶν τε κρίσιν.
当肢体活动时它便入睡,但对于入睡的人,在许多梦境中,它展示了即将临近的甘甜与艰难的判决。
"
”