Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §28-29

将生命视为神明借款与德尔斐格言

第 14 段,共 18 段 · 希腊语

内容简介

通过将生命比作神明借出的存款,解释了为什么不应过度哀悼年轻逝者,并敦促人们运用“认识你自己”和“凡事勿过度”等德尔斐格言,泰然面对人生的不幸。

§28οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων ἀγαθῶν ἀπεστέρηνται· τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτʼ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν·
因此,我们不应当为年轻死者哀悼,理由是他们被剥夺了在漫长生命中被视为好的事物;因为正如我们经常说的,他们究竟是被剥夺了好的事物还是坏的事物,这是不确定的;因为坏的事物要多得多。
πολλῷ γὰρ πλείονα τὰ κακά. καὶ τὰ μὲν μόγις καὶ διὰ πολλῶν φροντίδων κτώμεθα, τὰ δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δʼ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν.
而且,我们往往艰难地、通过许多忧虑才获得好的事物,而坏的事物却极易得到;因为人们说,坏的事物是球形的,连续不断的,并且由于许多原因而相互吸引,而好的事物则是分散的,且极其艰难地在生命的终点才结合在一起。
ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν Εὐριπίδης, τὰ χρήματα οὐκ ἴδια κέκτηνται βροτοί, ἀλλʼ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν.
因此,我们似乎忘记了,不仅如欧里庇得斯所说: “凡人并不能将财富作为私有财产来占有”,而是根本不占有任何人类的事物。
διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ " τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα. ὅταν δὲ χρῄζωσʼ αὔτʼ ἀφαιροῦνται πάλιν.
因此,对所有事物都应当说: “我们管理着神明的事物,保管着它们;而当神明需要时,他们会再次夺回。
" οὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἃ ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτʼ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις, ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι.
” 因此,如果他们要收回那些曾短期借给我们的东西,我们不应当感到不快;因为正如我们常说的,即使是银行家,当被要求归还存款时,只要他们是讲道理的,也不会因归还而感到不悦。
πρὸς γὰρ τοὺς οὐκ εὐμαρῶς ἀποδιδόντας εἰκότως ἄν τις εἴποι ἐπελάθου ὅτι ταῦτʼ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι;
对于那些不愿轻易归还的人,人们自然会说: “你忘记了你是在承诺归还的条件上收下这些东西的吗?
τοῦτο δὴ τοῖς θνητοῖς ἅπασι συμβέβηκεν.
” 这确实发生在了所有的凡人身上。
ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλʼ ἄδηλον πόθʼ ὁ δοὺς ἀπαιτήσει.
因为我们借着必然性,从作为保管者的神明那里持有生命,而且这笔生命债的偿还并没有限定时间,正如银行家持有的存款没有限定时间一样,而是给予者何时要收回是不确定的。
ὁ οὖν ἢ αὐτὸς μέλλων ἀποθνήσκειν ἢ τέκνων ἀποθανόντων ὑπεραγανακτῶν πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν;
那么,那个自己即将死去的人,或者因为孩子死去而极度愤慨的人,怎么会没有显而易见地忘记,他自己也是人,且生下了终有一死的孩子呢?
οὐ γάρ ἐστι φρένας ἔχοντος ἀνθρώπου ἀγνοεῖν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι θνητόν, οὐδʼ ὅτι γέγονεν εἰς τὸ ἀποθανεῖν.
因为任何有理智的人都不可能不知道人是终有一死的动物,也不可能不知道人是为了死亡而生的。
εἰ γοῦν ἡ Νιόβη κατὰ τοὺς μύθους πρόχειρον εἶχε τὴν ὑπόληψιν ταύτην ὅτι καὶ ἡ " θαλέθοντι βίῳ βλάσταις τε τέκνων βριθομένα γλυκερὸν φάος ὁρῶσα " τελευτήσει, οὐκ ἂν οὕτως ἐδυσχέραινεν ὡς καὶ τὸ ζῆν ἐθέλειν ἐκλιπεῖν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τοὺς θεοὺς ἐπικαλεῖσθαι ἀνάρπαστον αὐτὴν γενέσθαι πρὸς ἀπώλειαν τὴν χαλεπωτάτην.
如果神话中的尼奥贝心里早就准备好了这样的想法,即她自己,“在一个蓬勃发展的生命中,因孩子繁茂而满载,看着甘甜的光芒”,也终将死去,她就不会因灾祸的巨大而如此痛苦,以至于想要放弃生命,并祈求神明将她夺去,送往最残酷的毁灭。
δύʼ ἐστὶ τῶν Δελφικῶν γραμμάτων τὰ μάλιστʼ ἀναγκαιότατα πρὸς τὸν βίον, τὸ γνῶθι σαυτὸν καὶ τὸ μηδὲν ἄγαν· ἐκ τούτων γὰρ ἤρτηται καὶ τἄλλα πάντα.
在德尔斐的铭文中,有两条对人生最必不可少的,就是“认识你自己”和“凡事勿过度”;因为其他所有的一切都依赖于这两条。
ταῦτα γάρ ἐστιν ἀλλήλοις συνῳδὰ καὶ σύμφωνα, καὶ διὰ θατέρου θάτερον ἔοικε δηλοῦσθαι κατὰ δύναμιν.
因为它们彼此和谐一致,而且似乎能根据其力量通过一方来显明另一方。
ἔν τε γὰρ τῷ γιγνώσκειν ἑαυτὸν· περιέχεται τὸ μηδὲν ἄγαν, καὶ ἐν τούτῳ τὸ γιγνώσκειν ἑαυτόν.
因为在“认识你自己”中包含了“凡事勿过度”,而在后者中也包含了“认识你自己”。
διὸ καὶ περὶ μὲν τούτου φησὶν ὁ Ἴων οὕτως " τὸ γνῶθι σαυτὸν τοῦτʼ ἔπος μὲν οὐ μέγα, ἔργον δʼ ὅσον Ζεὺς μόνος·
因此,关于前者,伊翁如此说道: “‘认识你自己’这句话虽不宏大,但其实现,却唯有众神之中的宙斯才懂得。
ἐπίσταται θεῶν, " ὁ δὲ Πίνδαρος " σοφοὶ δέ φησὶ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς "
” 而品达说: “智者们也极度赞赏 ‘凡事勿过度’这句话。
§29ταῦτʼ οὖν ἐν διανοίᾳ τις ἔχων ὡς πυθόχρηστα παραγγέλματα πρὸς πάντα τὰ τοῦ βίου πράγματα ῥᾳδίως ἐφαρμόζειν δυνήσεται καὶ φέρειν αὐτὰ δεξιῶς, εἴς τε τὴν αὑτοῦ φύσιν ἀφορῶν καὶ εἰς τὸ μὴ πέρα τοῦ προσήκοντος ἐν τοῖς προσπίπτουσιν ἢ διαίρεσθαι πρὸς ἀλαζονείαν ἢ ταπεινοῦσθαι καὶ καταπίπτειν πρὸς οἴκτους καὶ ὀλοφυρμοὺς διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν καὶ τὸν ἐμφυόμενον ἡμῖν τοῦ θανάτου φόβον παρὰ τὴν ἄγνοιαν τῶν εἰωθότων ἐν τῷ βίῳ συμβαίνειν κατὰ τὴν τῆς ἀνάγκης ἢ πεπρωμένης μοῖραν.
” 因此,若有人将这些铭文作为阿波罗神谕的劝诫铭记在心,他将能轻易地把它们应用于人生的万事万物,并巧妙地承受它们,这既是通过观察自己的本性,也是为了不让自己在遭遇的事情中超出应有的限度,或因傲慢而自大,或因灵魂的软弱、以及由于不了解生活中依必然性或命运之份而常发生的事情从而在我们心中滋生对死亡的恐惧,以至于在悲痛和哀号中变得卑屈和消沉。
καλῶς δʼ οἱ Πυθαγόρειοι παρεκελεύσαντο λέγοντες " ὅσσα δὲ δαιμονίῃσι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν, ἣν ἂν μοῖραν ἔχῃς, ταύτην ἔχε μηδʼ ἀγανάκτει " καὶ ὁ τραγικὸς Αἰσχύλος " ἀνδρῶν γάρ ἐστιν ἐνδίκων τε καὶ σοφῶν κἀν τοῖσι δεινοῖς μὴ τεθυμῶσθαι θεοῖς " καὶ ὁ Εὐριπίδης " ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν σοφὸς παρʼ ἡμῖν καὶ τὰ θεῖʼ ἐπίσταται " καὶ ἐν ἄλλοις " τὰ προσπεσόντα δʼ ὅστις εὖ φέρει βροτῶν, ἄριστος εἶναι σωφρονεῖν τέ μοι δοκεῖ "
毕达哥拉斯学派的成员做出了极好的劝告,他们说: “凡人因神圣的命运而承受多少痛苦,无论你分得什么命运,都要承受它,不要愤慨” 悲剧作家埃斯库罗斯也说: “因为正直和智慧之人的本分是,在可怕的灾难中也不对神明动怒” 欧里庇得斯也说: “凡人之中顺从必然性的人,在我们看来是智慧的,且懂得神明的事物” 并在其他诗句中说: “凡人之中能很好承受遭遇之事的人,在我看来是最优秀的,且懂得节制。 ”

词汇与语法注释

  1. 28ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων ἀγαθῶν ἀπεστέρηνται — 连词 ὅτι 在此引导原因从句(“因为/由于……”),用以解释哀悼(θρηνεῖν)的原因,而非作为哀悼对象的单纯名词从句。阅读时需注意区分其语法功能。
  2. 116aἐπιλελησμένοις οὖν ἐοίκαμεν — 动词 ἔοικα(“似乎、好像”)在此与与格分词 ἐπιλελησμένοις(完成时中动/被动与格阳性复数)连用,与主句动词第一人称复数 ἐοίκαμεν 中未表达的主语“我们”在数和格上保持一致,表示“我们似乎忘记了”。
  3. 116bπαρὰ καταθεμένοις θεοῖς — 前置词 παρά 连同与格 θεοῖς 表示保管或借贷的来源(“从神明那里”)。中动分词 καταθεμένοις 修饰 θεοῖς,意为“(自行)存放/寄托了(生命)的神明”。
  4. 116cεἰ γοῦν ἡ Νιόβη ... πρόχειρον εἶχε ... οὐκ ἂν οὕτως ἐδυσχέραινεν — 这是一个与过去/现在事实相反的虚拟条件句(反事实假设)。条件从句使用 εἰ 搭配未完成过去直陈式(εἶχε),主句使用 ἄν 搭配未完成过去直陈式(ἐδυσχέραινεν),表示“如果尼奥贝当时预先持有(这种想法),她就不会如此悲伤”。
  5. 29εἰς τὸ μὴ ... ἢ διαίρεσθαι ... ἢ ταπεινοῦσθαι — 前置词短语 εἰς τὸ μὴ 加上不定式(διαίρεσθαι, ταπεινοῦσθαι)表示目的或结果(“为了不/以至于不……”)。并列连词 ἢ ... ἢ ...(“要么……要么……”)将两个被动/中动不定式并列起来,用以表示避免傲慢或自卑这两种极端情绪。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §28-29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:28-29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。