§26διὸ τοὺς εὖ φρονοῦντας ἐπὶ τοῖς ἀποθνῄσκουσιν οὐ χρὴ πέρα τοῦ φυσικοῦ καὶ μετρίου τῆς περὶ τὴν τύχην λύπης εἰς ἄπρακτα καὶ βαρβαρικὰ πένθη παρεκτρέπεσθαι καὶ τοῦθʼ ὅπερ πολλοῖς ἤδη συνέβη περιμένειν, ὥστε πρὶν ἀπώσασθαι τὰ πένθη κακουχουμένους τελευτῆσαι τὸν βίον καὶ ἐν τοῖς πενθίμοις τῆς κακοδαίμονος ταφῆς μεταλαβεῖν, ἅμα τῶν τε ἀνιαρῶν καὶ τῶν ἐκ τῆς ἀλογιστίας κακῶν συγκηδευομένων αὐτοῖς, ὥστʼ ἐπιφθέγξασθαι τὸ Ὁμηρικὸν
"
μυρομένοισι δὲ τοῖσι μέλας ἐπὶ ἕσπερος ἦλθε.
因此,明智之士不应当为了死者,将对命运的悲伤超出自然与适度的限度,偏转为无益而野蛮的哀悼,也不应等待那已经发生在许多人身上的事,即在他们能够摆脱哀悼之前,便在备受折磨中结束生命,并在丧服中分得不幸的埋葬,同时他们痛苦的灾祸与源于愚蠢的恶事也与他们一同被埋葬,以致于荷马的诗句被加于他们头上: “在他们哭泣之时,黑夜悄然降临。
"
διὸ καὶ πολλάκις αὑτοῖς προσδιαλέγεσθαι χρὴ
τί δέ;
” 因此,我们也应当经常与自己对话:“那又如何?
παυσόμεθά ποτε λυπούμενοι ἢ ἀκαταπαύστῳ συμφορᾷ συνεσόμεθα μέχρι παντὸς τοῦ βίου;
我们会有停止悲伤的一天吗? 还是我们要终生与这无法遏止的厄运相伴?
τὸ γὰρ δὴ ἀτελεύτητον νομίζειν τὸ πένθος ἀνοίας ἐστὶν ἐσχάτης, καίτοι γʼ ὁρῶντας ὡς καὶ οἱ βαρυλυπότατοι καὶ πολυπενθέστατοι πραότατοι γίγνονται πολλάκις ὑπὸ τοῦ χρόνου, καὶ ἐν οἷς ἐδυσχέραινον σφόδρα μνήμασιν ἀνοιμώζοντες καὶ στερνοτυπούμενοι λαμπρὰς εὐωχίας συνίστανται μετὰ μουσουργῶν καὶ τῆς ἄλλης διαχύσεως.
” 因为认为哀悼是永无止境的,乃是极其愚蠢的想法,尤其是当看到,即使是那些最感悲痛、最深切哀悼的人,也常常随着时间推移而变得十分平和,并且在他们曾经极为痛苦、恸哭并捶胸顿足的纪念仪式中,他们如今却与乐师们以及其他娱乐一同举办华丽的宴会。
μεμηνότος οὖν ἐστι τὸ οὕτως ὑπολαμβάνειν παράμονον ἕξειν τὸ πένθος.
因此,认为哀悼会如此持久,乃是疯子的想法。
ἀλλʼ εἰ λογίζοινθʼ ὅτι παύσεταί τινος γενομένου, προσαναλογίσαιντʼ ἂν χρόνου δηλαδή τι ποιήσαντος· τὸ μὲν γὰρ γεγενημένον οὐδὲ θεῷ δυνατόν ἐστι ποιῆσαι ἀγένητον.
但如果他们考虑到,在发生某事之后悲伤就会停止,他们就应当进一步考虑到,这显然是因为时间起了作用;因为已经发生的事,即使是神也无法使其不曾发生。
οὐκοῦν τὸ νῦν παρʼ ἐλπίδα συμβεβηκὸς καὶ παρὰ τὴν ἡμετέραν δόξαν ἔδειξε τὸ εἰωθὸς περὶ πολλοὺς γίγνεσθαι διʼ αὐτῶν τῶν ἔργων.
因此,现在违背我们的预期、违背我们看法而发生的事,已经通过事实本身,展示了常发生在众人身上的事情。
τί οὖν;
那又如何?
ἆρά γʼ ἡμεῖς τοῦτο διὰ τοῦ λόγου μαθεῖν οὐ δυνάμεθα οὐδʼ ἐπιλογίσασθαι, ὅτι
πλείη μὲν γαῖα κακῶν, πλείη δὲ θάλασσα
καὶ τὰ
"
τοιάδε θνητοῖσι κακὰ κακῶν
ἀμφί τε κῆρες εἰλεῦνται, κενεὴ δʼ εἴσδυσις οὐδʼ
αἰθέρι; "
难道我们不能通过理性来学习这一点,也不能考虑到:大地充满恶事,海洋亦充满恶事,以及 “凡人所受的如此恶中之恶,死神在他们周围环绕,连以太中也没有可以躲避的空隙”吗?
§27πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην τοῦτο δέ φησιν Ἀριστοτέλης καὶ τὸν Σειληνὸν συλληφθέντα τῷ Μίδᾳ ἀποφήνασθαι.
” 因为正如克兰托尔所说,许多智者哭泣人类的境遇,非自今日始,而是自古已然,他们认为生命是一种惩罚,而成为人类的开端则是最大的不幸。 亚里士多德也说,被弥达斯捕获的西勒诺斯曾表明过这一点。
βέλτιον δʼ αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι.
最好还是把这位哲学家自己的话列在下面。
φησὶ δὴ ἐν τῷ Εὐδήμῳ ἐπιγραφομένῳ ἢ Περὶ ψυχῆς ταυτί. διόπερ, ὦ κράτιστε πάντων καὶ μακαριστότατε, πρὸς τῷ μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας νομίζειν καὶ τὸ ψεύσασθαί τι κατʼ αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ ὅσιον ὡς κατὰ βελτιόνων ἡγούμεθα καὶ κρειττόνων ἤδη γεγονότων.
他在题为《尤德莫斯,或论灵魂》的著作中如此说道: “因此,在众人中最优秀、最受祝福的人啊,除了认为逝者是幸福和受祝福的之外,我们也认为对他们说谎或亵渎是不敬的,因为我们认为他们已经成为了更好、更高贵的生命。
καὶ ταῦθʼ οὕτως ἀρχαῖα καὶ παλαιὰ παρʼ ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν ἄπειρον αἰῶνα διατελεῖ νενομισμένα.
而且这些做法在我们之中是如此古老,以至于根本没有人知道其时间的开端,也无人知道是谁最初确立的,而是在无限的岁月中一直作为惯俗而存在。
πρὸς δὲ δὴ τούτοις διὰ στόματος ὂν τοῖς ἀνθρώποις ὁρᾷς καὶ ἐκ πολλῶν ἐτῶν περιφέρεται θρυλούμενον.
此外,你看到这不仅在人们口口相传,而且多年来广为流传。
τί τοῦτʼ;
” “那是什么?
ἔφη.
”他问。
κἀκεῖνος ὑπολαβών
ὡς ἄρα μὴ γενέσθαι μέν
ἔφη
ἄριστον πάντων, τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστι κρεῖττον.
而对方回答说, “那就是:不曾出生,”他说,“是所有事情中最好的,而死去比活着更好。
καὶ πολλοῖς· οὕτω παρὰ τοῦ δαιμονίου μεμαρτύρηται.
”而且对许多人来说,神灵也是这样见证的。
τοῦτο μὲν ἐκείνῳ τῷ Μίδᾳ λέγουσι δήπου μετὰ τὴν θήραν ὡς ἔλαβε τὸν Σειληνὸν διερωτῶντι καὶ πυνθανομένῳ τί ποτʼ ἐστὶ τὸ βέλτιστον τοῖς ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώτατον, τὸ μὲν πρῶτον οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀρρήκτως· ἐπειδὴ δέ ποτε μόγις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο φθέγξασθαί τι πρὸς αὐτόν, οὕτως ἀναγκαζόμενον εἰπεῖν
δαίμονος ἐπιπόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με βιάζεσθε λέγειν ἅ ὑμῖν ἄρειον μὴ γνῶναι;
人们说,这正是对那个弥达斯说的,当时他在狩猎后抓获了西勒诺斯,并向他反复询问对人类来说什么是最好的,什么是万物中最值得选择的;起初,他确实不愿说一句话,而是固执地保持沉默;然而,当弥达斯想尽一切办法,终于艰难地引导他开口对自己说些什么时,他被逼无奈,如此说道: “饱受劳苦的神灵与艰难命运的朝生暮死之种啊,你们为何逼迫我说出那对你们而言不晓得更好(反而更糟)的话?
μετʼ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος ὁ βίος.
因为对自身的灾祸一无所知,生活才是最无痛苦的。
ἀνθρώποις δὲ πάμπαν οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φύσεως (ἄριστον ἄρα πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι)· τὸ μέντοι μετὰ τοῦτο καὶ πρῶτον τῶν ἀνθρώπῳ ἀνυστῶν, δεύτερον δέ, τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα.
然而,对人类而言,完全不可能获得那万物中最好的东西,也无法分享那最好之物的本性(因此,对所有的男人和女人来说,最好的事情就是不曾出生);然而,仅次于此、且对人类而言可行的事情中居于首位——但序列上居于第二位的——乃是:既然出生了,就尽早死去。
δῆλον οὖν ὡς οὔσης κρείττονος τῆς ἐν τῷ τεθνάναι διαγωγῆς ἢ τῆς ἐν τῷ ζῆν, οὕτως ἀπεφήνατο
μυρία δʼ ἐπὶ μυρίοις ἄν τις ἔχοι τοιαῦτα παρατίθεσθαι πρὸς ταὐτὸ κεφάλαιον· ἀλλʼ οὐκ ἀναγκαῖον μακρηγορεῖν.
” 显然,他之所以如此表明,是因为认为死后的状态要好过活着的生命。 关于同一个要点,人们可以举出成千上万个这样的例子来引证;但没有必要长篇大论。