Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §14

死为神明恩赐的证据与克勒奥比斯等人的逸事

第 7 段,共 18 段 · 希腊语

内容简介

介绍了克勒奥比斯与比托、阿伽墨得斯与特罗波尼乌斯、品达以及尤西努斯之死的传说与历史逸事,以此作为死亡是神明赐予的最好礼物的证据。

§14λέγεται δὲ τούτοις μαρτυρεῖν καὶ τὸ θεῖον.
据说神意也为这些事作证。
πολλοὺς γὰρ παρειλήφαμεν διʼ εὐσέβειαν παρὰ θεῶν ταύτης τυχόντας τῆς δωρεᾶς.
因为我们承袭了许多人因敬虔而从神明那里获得这份礼物的说法。
ὧν τοὺς μὲν ἄλλους φειδόμενος τῆς συμμετρίας τοῦ συγγράμματος παραλείψω μνησθήσομαι δὲ τῶν ὄντων ἐμφανεστάτων καὶ πᾶσι διὰ στόματος.
其中,为了顾及本书的篇幅对称,我将省略其他的人,而只提及那些最显著的且在所有人嘴边流传的故事。
πρῶτα δή σοι τὰ περὶ Κλέοβιν καὶ Βίτωνα τοὺς Ἀργείους νεανίσκους διηγήσομαι.
首先,我将向你讲述关于阿尔戈斯青年克勒奥比斯和比托的故事。
φασὶ γὰρ τῆς μητρὸς αὐτῶν ἱερείας οὔσης τῆς Ἥρας ἐπειδὴ τῆς εἰς τὸν νεὼν ἀναβάσεως ἧκεν καιρός, τῶν ἑλκόντων τὴν ἀπήνην ὀρέων ὑστερησάντων καὶ τῆς ὥρας ἐπειγούσης, τούτους· ὑποδύντας ὑπὸ τὴν ἀπήνην ἀγαγεῖν εἰς τὸ ἱερὸν τὴν μητέρα, τὴν δʼ ὑπερησθεῖσαν τῇ τῶν υἱῶν εὐσεβείᾳ κατεύξασθαι τὸ κράτιστον αὐτοῖς; παρὰ τῆς θεοῦ δοθῆναι τῶν ἐν ἀνθρώποις, τοὺς δὲ κατακοιμηθέντας μηκέτʼ ἀναστῆναι, τῆς θεοῦ τὸν θάνατον αὐτοῖς τῆς εὐσεβείας ἀμοιβὴν δωρησαμένης.
因为据说当他们的母亲担任赫拉的祭司时,前往神庙的时间已到,而拉车的牛迟到,时间又紧迫,这两个青年便自己套上车,将母亲拉到了神庙;而母亲因儿子们的敬虔而无比喜悦,祈求女神赐予他们人间最好的东西,而他们入睡后便再也没有醒来,女神将死亡作为对他们敬虔的报偿赐予了他们。
καὶ περὶ Ἀγαμήδους δὲ καὶ Τροφωνίου φησὶ Πίνδαρος τὸν νεὼν τὸν ἐν Δελφοῖς οἰκοδομήσαντας αἰτεῖν παρὰ τοῦ Ἀπόλλωνος μισθόν, τὸν δʼ αὐτοῖς ἐπαγγείλασθαι εἰς ἑβδόμην ἡμέραν ἀποδώσειν, ἐν τοσούτῳ δʼ εὐωχεῖσθαι παρακελεύσασθαι· τοὺς δὲ ποιήσαντας τὸ προσταχθὲν τῇ ἑβδόμῃ νυκτὶ κατακοιμηθέντας τελευτῆσαι.
关于阿伽墨得斯和特罗波尼乌斯,品达说,他们在德尔斐建造了神庙后,向阿波罗请求奖赏,而神承诺在第七天赐予他们,并吩咐他们在此期间尽情宴饮;他们听从了吩咐,在第七天晚上入睡后便去世了。
λέγεται δὲ καὶ αὐτῷ Πινδάρῳ ἐπισκήψαντι τοῖς παρὰ τῶν Βοιωτῶν πεμφθεῖσιν εἰς θεοῦ πυθέσθαι τί ἄριστόν ἐστιν ἀνθρώποις ἀποκρίνασθαι τὴν πρόμαντιν ὅτι οὐδʼ αὐτὸς ἀγνοεῖ, εἴ γε τὰ γραφέντα περὶ Τροφωνίου καὶ Ἀγαμήδους ἐκείνου ἐστίν· εἰ δὲ καὶ πειραθῆναι βούλεται, μετʼ οὐ πολὺ ἔσεσθαι αὐτῷ πρόδηλον.
据说品达本人也是如此,当他吩咐波奥提亚人派遣的使者去向神询问:什么是对人类最好的? 女祭司回答说,他自己并非不知道,如果关于特罗波尼乌斯和阿伽墨得斯的诗作确实是他写的话;但如果他也想尝试一下,不久之后他就会明白。
καὶ οὕτω πυθόμενον τὸν Πίνδαρον συλλογίζεσθαι τὰ πρὸς τὸν θάνατον, διελθόντος δʼ ὀλίγου χρόνου τελευτῆσαι.
品达得知后,便开始考虑关于死亡的事,不久之后就去世了。
τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι.
关于意大利人尤西努斯的故事,据说情况是这样的。
εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς Τεριναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτῳ καὶ δόξῃ, τελευτῆσαι δʼ ἐξαπίνης αἰτίᾳ τινὶ ἀδήλῳ.
他是特里纳人埃利西乌斯的儿子,埃利西乌斯在当地无论在美德、财富还是名望上都是首屈一指的,而他的儿子因某种不明原因突然去世。
τὸν οὖν Ἠλύσιον εἰσελθεῖν ὅπερ ἴσως κἂν ἄλλον εἰσῆλθε, μήποτʼ εἴη φαρμάκοις ἀπολωλώς· τοῦτον γὰρ εἶναι μόνον αὐτῷ ἐπʼ οὐσίᾳ πολλῇ καὶ χρήμασιν.
因此,埃利西乌斯心中产生了或许任何其他人也会产生的疑虑:儿子是否死于毒药;因为他是他庞大产业和财富的唯一继承人。
ἀποροῦντα δʼ ὅτῳ τρόπῳ βάσανον λάβοι τούτων, ἀφικέσθαι ἐπί τι ψυχομαντεῖον, προθυσάμενον δʼ ὡς νόμος ἐγκοιμᾶσθαι καὶ ἰδεῖν ὄψιν τοιάνδε.
由于不知用何种方法来验证此事,他来到了某个死者神谕所,按照习俗进行了预先祭祀并留宿神庙,见到了这样的幻象。
δόξαι παραγενέσθαι τὸν πατέρα τὸν ἑαυτοῦ ἰδόντα δὲ διεξέρχεσθαι πρὸς αὐτὸν περὶ τῆς τύχης τῆς κατὰ τὸν υἱόν, καὶ ἀντιβολεῖν τε καὶ δεῖσθαι συνεξευρεῖν τὸν αἴτιον τοῦ θανάτου.
他似乎看到自己的父亲来到跟前,看到他后,便与他谈论起关于他儿子的命运,并恳求、请求他一起查明死因。
καὶ τὸν ἐπὶ τούτῳ φάναι ἥκω.
父亲说:“我正是为此而来。
ἀλλὰ δέξαι παρὰ τοῦδʼ ἅ σοι φέρει, ἐκ γὰρ τούτων ἅπαντʼ εἴσῃ ὧν πέρι λυπῇ εἶναι δʼ ὃν ἐσήμηνε νεανίσκον ἑπόμενον αὐτῷ, ἐμφερῆ τε τῷ υἱῷ καὶ τὰ τοῦ χρόνου τε καὶ τὰ τῆς ἡλικίας ἐγγύς.
但请接受这个人给你带来的东西,因为通过这些,你将知道关于你所悲伤的一切事情。 ”而他所指的青年正跟在后面,其样貌与他的儿子极其相似,年纪和年龄也相仿。
ἐρέσθαι οὖν ὅστις εἴη.
于是他询问这个人是谁。
καὶ τὸν φάναι δαίμων τοῦ υἱέος σου, καὶ οὕτω δὴ ὀρέξαι οἱ γραμματίδιον.
那人回答说:“我是你儿子的守护神。 ”并随之递给他一卷小字条。
ἀνειλήσαντα οὖν αὐτὸ ἰδεῖν ἐγγεγραμμένα τρία ταῦτα " ἧ που νηπιέῃσιν ἀλύουσιν φρένες ἀνδρῶν.
他展开它,看到上面写着这三行诗: "人类的心灵实是在愚妄中迷茫。
Εὐθύνοος κεῖται μοιριδίῳ θανάτῳ.
尤西努斯死于注定的命运。
οὐκ ἦν γὰρ ζώειν καλὸν αὐτῷ οὐδὲ γονεῦσι.
因为活着对他,对他的父母,都不是好事。
" Τοιαῦτα δή σοι καὶ τὰ τῶν διηγημάτων τῶν παρὰ τοῖς ἀρχαίοις ἀναγεγραμμένων.
"古代人所记录的故事,也正是如此。

词汇与语法注释

  1. 108fτούτους ὑποδύντας ὑπὸ τὴν ἀπήνην ἀγαγεῖν — 受间接引语动词 φασί 支配的“宾格加不定式”结构。强意的指示代名词 τούτους 是不定式 ἀγαγεῖν 的逻辑主语。
  2. 108fκατεύξασθαι τὸ κράτιστον αὐτοῖς παρὰ τῆς θεοῦ δοθῆναι τῶν ἐν ἀνθρώποις — 不定式 δοθῆναι 的逻辑主语是冠词加中性形容词组成的名词化短语 τὸ κράτιστον ... τῶν ἐν ἀνθρώποις(人间最好的东西)。
  3. 109bεἴ γε τὰ γραφέντα περὶ Τροφωνίου καὶ Ἀγαμήδους ἐκείνου ἐστίν — 属格 ἐκείνου 表示所有关系,此处指代诗人品达。
  4. 109cμήποτʼ εἴη φαρμάκοις ἀπολωλώς — 在隐含的表示担忧、疑虑的概念后,由 μή 引导的从属句,使用希求法 εἴη ἀπολωλώς(完成时主动分词与 εἴη 连用),表示“担心他是否被毒害”。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。