Humanitext Reader

普鲁塔克 · 论运气 §3

使人类胜过野兽的理性与预见

第 2 段,共 3 段 · 希腊语

内容简介

作者论证指出,尽管单凭感官或生理特征人类还不如野兽,但正是由于人类拥有理性与预见(以普罗米修斯为象征),才得以克服劣势,统治并利用所有动物。

§3καίτοι φέρε λέγειν τινὰ ἡμῶν ὡς τύχη τὰ τῶν βλεπόντων πράγματα, οὐκ ὄψις οὐδʼ ὄμματα φωσφόρα φησὶ Πλάτων, καὶ τύχη τὰ τῶν ἀκουόντων, οὐ δύναμις ἀντιληπτικὴ πληγῆς ἀέρος διʼ ὠτὸς καὶ ἐγκεφάλου προσφερομένης·
然而,且让我们其中一人说,看得见的人的事务属于命运,而非视力,也非柏拉图所说的“带来光芒的双眼”;听得见的人的事务属于命运,而非通过耳朵和大脑传导的、接收空气撞击的能力。
καλὸν δʼ, ὡς ἔοικεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν.
但是,正如所显明的那样,尊重感觉是件好事。
ἀλλὰ μὴν τὴν ὄψιν καὶ ἀκοὴν καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος καὶ τάς δυνάμεις αὐτῶν ὑπηρεσίαν εὐβουλίας καὶ φρονήσεως ἡ φύσις ἤνεγκεν ἡμῖν, καὶ νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα δὲ κωφὰ καὶ τυφλά καὶ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνην ἂν ἤγομεν, ὥς φησιν Ἡράκλειτος, οὕτως ἕνεκα τῶν αἰσθήσεων, εἰ μὴ νοῦν μηδὲ λόγον ὁ ἄνθρωπος ἔσχεν, οὐδὲν ἂν διέφερε τῷ βίῳ τῶν θηρίων.
然而,自然将视觉、听觉、味觉、嗅觉以及身体的其他部分及其能力,带给我们作为明智与智慧的仆役;并且“心在看,心在听,而其他一切则是聋的和瞎的”。 正像赫拉克利特所说,如果没有太阳,尽管有其他星辰,我们也会处于黑夜之中;同样,就感觉而言,如果人类没有心智和理性,在生活上与野兽将毫无区别。
νῦν δʼ οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλʼ ὁ Προμηθεύς, τουτέστιν ὁ λογισμὸς αἴτιος " ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονὰς δοὺς ἀντίδωρα καὶ πόνων ἐκδέκτορα " κατʼ Αἰσχύλον.
但如今,我们并非由于命运或自发地超越并统治它们,而是普罗米修斯,即理性,才是原因,正如埃斯库罗斯所说,他 “赐予马匹、驴子的配偶与公牛的后代,作为替代和劳苦的承担者”。
ἐπεὶ τύχῃ γε καὶ φύσει γενέσεως ἀμείνονι τὰ πλεῖστα τῶν ἀλόγων κέχρηται.
因为在命运和更优越的天生资质上,大多数无理性的动物确实更为优越。
τὰ μὲν γὰρ ὥπλισται κέρασι καὶ ὀδοῦσι καὶ κέντροις, αὐτὰρ ἐχίνοις φησὶν Ἐμπεδοκλῆς " ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι, " τὰ δʼ ὑποδέδεται καὶ ἠμφίεσται φολίσι καὶ λάχναις καὶ χηλαῖς καὶ ὁπλαῖς ἀποκρότοις· μόνος δʼ ὁ ἄνθρωπος κατὰ τὸν Πλάτωνα γυμνὸς καὶ ἄοπλος καὶ ἀνυπόδητος καὶ ἄστρωτος ὑπὸ τῆς φύσεως ἀπολέλειπται.
因为有些动物装备有角、牙齿和刺,正如恩培多克勒所说:“然而刺猬,锐利的箭状毛发在背上耸立。 ” 还有些动物则穿戴着鳞片、柔毛、爪子和坚硬鸣响的蹄;而唯独人类,根据柏拉图的说法,被自然遗留为“赤裸、无防备、无鞋且无覆被”的状态。
" ἀλλʼ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε, " τὸν λογισμὸν καὶ τὴν ἐπιμέλειαν καὶ τὴν πρόνοιαν.
“但她通过赐予一件东西,便使这一切变得温和,” 即理性、勤勉与预见。
" ἦ βραχὺ μὲν σθένος ἀνέρος· ἀλλὰ ποικιλίᾳ πραπίδων δεινὰ μὲν φῦλα πόντου χθονίων τʼ ἀερίων τε δάμναται βουλεύματα.
“确实,人的力量微小;但凭借心灵的巧妙,大海、陆地与天空的凶猛族类,皆被其计谋所征服。
" κουφότατον ἵπποι καὶ ὠκύτατον, ἀνθρώπῳ δὲ θέουσι· μάχιμον κύων καὶ θυμοειδές, ἀλλʼ ἄνθρωπον φυλάττει· ἡδύτατον ἰχθὺς καὶ πολύσαρκον ὗς, ἀνθρώπῳ δὲ τροφὴ καὶ ὄψον ἐστί.
”马最轻捷迅疾,却为人类奔跑;狗好斗且勇猛,却看守人类;鱼最美味,猪多肉,却成为人类的食物与肴馔。
τί μεῖζον ἐλέφαντος;
有什么比大象更巨大?
ἢ φοβερώτερον ἰδεῖν;
或看起来更可怕?
ἀλλὰ καὶ τοῦτο παίγνιον γέγονεν ἀνθρώπου καὶ θέαμα πανηγυρικόν, ὀρχήσεις τε μανθάνει καὶ χορείας καὶ προσκυνήσεις, οὐκ ἀχρήστως τῶν τοιούτων παρεισαγομένων, ἀλλʼ ἵνα μανθάνωμεν ποῖ τὸν ἄνθρωπον ἡ φρόνησις αἴρει καὶ τίνων ὑπεράνω ποιεῖ, καὶ πῶς κρατεῖ πάντων καὶ περίεστιν.
但这甚至也成了人类的玩具和节日集会的观赏物,它学习舞蹈、合舞与跪拜,此类事情的引入并非毫无用处,而是为了让我们学习智慧将人提升到何处,使人处于哪些事物之上,以及人如何统治和超越一切。
" οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, οὐδὲ ποσὶ κραιπνῶς θέομεν, " ἀλλʼ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμέν· ἐμπειρίᾳ δὲ καὶ μνήμῃ καὶ σοφίᾳ καὶ τέχνῃ κατʼ Ἀναξαγόραν σφῶν τʼ αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες, ὥστʼ, ἐνταῦθα τῆς τύχης ἀλλὰ πάντα τῆς εὐβουλίας εἶναι.
“因为我们并非无瑕的拳击手或摔跤手,亦不能用双脚疾驰,” 反而在所有这些方面,我们都比野兽更为不幸;但根据阿那克萨哥拉的说法,凭借经验、记忆、智慧与技术,我们利用它们自身,捕获它们并采蜜、挤奶、运送和驱赶,因此在这里没有属于命运的东西,而一切都属于明智。

词汇与语法注释

  1. 98bκαλὸν δʼ, ὡς ἔοικεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν — 动词 εὐλαβεῖσθαι 通常意为“警惕”或“戒备”,但在此语境下,为了驳斥将一切归因于命运而否定感官作用的极端观点,它表示“尊重”或“保护”感官。
  2. 98cἕνεκα τῶν αἰσθήσεων — 前置词短语 ἕνεκα + 属格通常表示“为了……”或“因为……”,但在此处具有让步或限制的作用(“就感官而言”或“即使有感官”),与后文“如果人类没有心智与理性”的假设条件相呼应。
  3. 98fσφῶν τʼ αὐτῶν — 此处第三人称反身代词 σφῶν αὐτῶν 指代前文中的 θηρίων(野兽),作为动词 χρώμεθα 的直接宾语,意为“利用它们自身”。

引用这一段

普鲁塔克, 论运气 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg074.humanitext-grc2:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。