Humanitext Reader

普鲁塔克 · 论运气 §4-6

技艺中运气的局限与指导生活的智慧

第 3 段,共 3 段 · 希腊语

内容简介

通过手工业中命运的微小作用及画家的轶事,论证在人类幸福与生活的治理中,真正需要的是智慧与理性而非运气。

§4ἀλλὰ μὴν καὶ τὰ τεκτόνων δήπου πράγματα θνητῶν ἐστι, καὶ τὰ χαλκοτύπων καὶ οἰκοδόμων καὶ ἀνδριαντοποιῶν, ἐν οἷς οὐδὲν αὐτομάτως οὐδʼ ὡς ἔτυχε κατορθούμενον ὁρῶμεν.
然而,木匠的事务想必也属于凡人,锻工、建筑师和雕塑家的事务也是如此,在这些事务中,我们没有看到任何事情是凭空或偶然成功的。
ὅτι γὰρ τούτοις βραχεῖά τις παρεμπίπτει τύχη, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν ἔργων αἱ τέχναι συντελοῦσι διʼ αὑτῶν, καὶ οὗτος ὑποδεδήλωκε " βᾶτʼ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς, οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην στατοῖς λίκνοισι προστρέπεσθε.
因为,尽管在这些事务中会夹杂着某些微小的运气,但绝大多数和最重大的工作都是由技艺本身来完成的,甚至那位诗人也暗示了这一点: “所有手艺人啊,上路吧,你们这些用立着的簸箕向宙斯那面目狰狞的工神俄耳伽涅祈求的人。
" τὴν γὰρ Ἐργάνην αἱ τέχναι πάρεδρον οὐ τὴν Τύχην ἔχουσι.
” 因为,诸般技艺是以工神俄耳伽涅而非命运为伴的。
Νεάλκη μέντοι φασὶν ἵππον ζωγραφοῦντα τοῖς μὲν ἄλλοις κατορθοῦν εἴδεσι καὶ χρώμασι, τοῦ δʼ ἀφροῦ τὴν περὶ τῷ χαλινῷ κοπτομένην χαυνότητα καὶ τὸ συνεκπῖπτον ἆσθμα κατορθοῦντα γράφειν τε πολλάκις καὶ ἐξαλείφειν, τέλος δʼ ὑπʼ ὀργῆς προσβαλεῖν τῷ πίνακι τὸν σπόγγον ὥσπερ εἶχε τῶν φαρμάκων ἀνάπλεων, τὸν δὲ προσπεσόντα θαυμαστῶς ἐναπομάξαι καὶ ποιῆσαι τὸ δέον.
然而据说,尼阿尔克斯在画马时,虽然在其他外形和色彩上都画得很好,但在表现嚼子周围被拍击的泡沫的蓬松感和伴随排出的喘息时,却难以成功地画好,因而画了又擦,擦了又画,如此反复多次。 最后他因愤怒,把那只沾满颜料的海绵照原样扔向画板,而这扔过去的海绵奇迹般地留下了痕迹,达到了预期的效果。
τοῦτʼ ἔντεχνον τύχης μόνον ἱστορεῖται.
这是唯一作为命运的“技巧性”成功而被记录下来的。
κανόσι καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀριθμοῖς πανταχοῦ χρῶνται, ἵνα μηδαμοῦ τὸ εἰκῆ καὶ ὡς ἔτυχε τοῖς ἔργοις ἐγγένηται.
工匠们在任何地方都使用尺、铅锤、度量和数字,以便在他们的作品中决不出现随意和偶然。
καὶ μὴν αἱ τέχναι μικραί τινες εἶναι λέγονται φρονήσεις, μᾶλλον δʼ ἀπορροαὶ φρονήσεως καὶ ἀποτρίμματα ἐνδιεσπαρμένα ταῖς χρείαις ταῖς περὶ τὸν βίον, ὥσπερ αἰνίττεται τὸ πῦρ ὑπὸ τοῦ Προμηθέως μερισθὲν ἄλλο ἄλλῃ διασπαρῆναι.
实感上,技艺被说成是某种微小的智慧,或者更确切地说是智慧的流溢物和散落于生活各种需要中的碎屑,正如普罗米修斯分发火种并将其散布到各处的隐喻一样。
καὶ γὰρ τῆς φρονήσεως μόρια καὶ σπάσματα μικρὰ θραυομένης καὶ κατακερματιζομένης εἰς τάξεις κεχώρηκε.
因为,智慧被击碎、细分后的微小部分和碎片,确实已经归入了各自的行列。
§5θαυμαστὸν οὖν ἐστι πῶς αἱ μὲν τέχναι τῆς τύχης οὐ δέονται πρὸς τὸ οἰκεῖον τέλος, ἡ δὲ πασῶν μεγίστη καὶ τελειοτάτη τέχνη καὶ τὸ κεφάλαιον τῆς ἀνθρωπίνης εὐφημίας καὶ δικαιώσεως οὐδέν ἐστιν.
那么,令人惊异的是,为什么技艺为了其自身的目的并不需要命运,而一切技艺中最大、最完美的技艺,即人类声誉和正义的纲领,却什么都不是?
ἀλλʼ ἐπιτάσει μὲν καὶ ἀνέσει χορδῶν εὐβουλία τίς ἔνεστιν ἣν μουσικὴν καλοῦσι, καὶ περὶ ἄρτυσιν ὄψων ἣν μαγειρικὴν ὀνομάζομεν, καὶ περὶ πλύσιν ἱματίων ἣν γναφικήν, τούς τε παῖδας καὶ ὑποδεῖσθαι καὶ περιβάλλεσθαι διδάσκομεν καὶ τῇ δεξιᾷ λαμβάνειν τοῦ ὄψου τῇ δʼ ἀριστερᾷ κρατεῖν τὸν ἄρτον, ὡς οὐδὲ τούτων γιγνομένων ἀπὸ τύχης ἀλλʼ ἐπιστάσεως καὶ προσοχῆς δεομένων τὰ δὲ μέγιστα καὶ κυριώτατα πρὸς εὐδαιμονίαν οὐ παρακαλεῖ τὴν φρόνησιν, οὐδὲ μετέχει τοῦ κατὰ λόγον καὶ πρόνοιαν;
但是,在琴弦的拉紧和放松中,存在着某种被称为音乐的明智,在食物的调味中存在着我们称为烹饪的,在衣服的洗涤中存在着被称为漂洗的;我们教孩子们穿鞋、穿衣,用右手拿食物,用左手拿面包,因为这些事情也都不是偶然发生的,而是需要监督和注意。 然而,对于幸福来说最重大和最关键的事物,难道却不召唤智慧,也不分享理性与预见吗?
ἀλλὰ γῆν μὲν οὐδεὶς ὕδατι δεύσας ἀφῆκεν, ὡς ἀπὸ τύχης καὶ αὐτομάτως πλίνθων ἐσομένων, οὐδʼ ἔρια καὶ σκύτη κτησάμενος κάθηται τῇ τύχῃ προσευχόμενος ἱμάτιον αὐτῷ καὶ ὑποδήματα γενέσθαι·
但是,没有人会用水浸湿泥土后就丢下不管,指望砖块会凭命运和自发地形成;也没有人在获得羊毛和皮革后,坐着祈求命运给他做成衣服和鞋子。
χρυσίον δὲ πολὺ συμφορήσας καὶ ἀργύριον καὶ πλῆθος ἀνδραπόδων καὶ πολυθύρους αὐλὰς περιβαλόμενος καὶ κλίνας προσθέμενος πολυτελεῖς καὶ τραπέζας οἴεται ταῦτα φρονήσεως αὐτῷ μὴ παραγενομένης εὐδαιμονίαν ἔσεσθαι καὶ βίον ἄλυπον καὶ μακάριον καὶ ἀμετάβλητον;
然而,有人积聚了大量的黄金、白银,占有了众多的奴隶,建造了多门的大宅,添置了豪华的卧榻和餐桌,却认为在没有智慧陪伴他的情况下,这些东西就能成为幸福,并带来无忧无虑、福乐且不可动摇的生活吗?
ἠρώτα τις Ἰφικράτην τὸν στρατηγόν, ὥσπερ ἐξελέγχων, τίς ἐστιν; οὔτε γὰρ ὁπλίτης οὔτε τοξότης οὔτε πελταστής.
有人曾问将军伊菲克拉特斯,仿佛是在质问他是什么人: “因为你既不是重装步兵,也不是弓箭手,也不是轻盾兵。
κἀκεῖνος ὁ τούτοις ἔφη πᾶσιν ἐπιτάττων καὶ χρώμενος.
” 而他答道: “我是对所有这些人发号施令并利用他们的人。
§6Οὐ χρυσίον ἡ φρόνησίς ἐστιν οὐδʼ ἀργύριον οὐδὲ δόξα οὐδὲ πλοῦτος οὐδʼ ὑγίεια οὐδʼ ἰσχὺς οὐδὲ κάλλος. τί οὖν ἐστι;
” 智慧不是黄金,也不是白银,不是名声,不是财富,不是健康,不是力量,也不是美貌。 那么,它是什么?
τὸ πᾶσι τούτοις καλῶς χρῆσθαι δυνάμενον καὶ διʼ ὃ τούτων ἕκαστον ἡδὺ γίγνεται καὶ ἔνδοξον καὶ ὠφέλιμον ἄνευ δὲ τούτου δύσχρηστα καὶ ἄκαρπα καὶ βλαβερά, καὶ· βαρύνει καὶ καταισχύνει τὸν κεκτημένον.
它是能够很好地利用所有这些东西的能力,通过它,这些东西中的每一样才变得令人愉快、显赫和有益;而没有它,这些东西就难以使用、毫无成果且有害,并且会使占有者感到沉重和羞耻。
ἦ που καλῶς ὁ Ἡσιόδου Προμηθεὺς τῷ Ἐπιμηθεῖ παρακελεύεται " μή ποτε δῶρα δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν " τὰ τυχηρὰ λέγων καὶ τὰ ἐκτός, ὡς εἰ παρεκελεύετο μὴ συρίζειν ἄμουσον ὄντα μηδʼ ἀναγιγνώσκειν ἀγράμματον μηδʼ ἱππεύειν ἄνιππον, οὕτω παρακελευόμενος αὐτῷ μὴ ἄρχειν ἀνόητον ὄντα μηδὲ πλουτεῖν ἀνελεύθερον μηδὲ γαμεῖν κρατούμενον ὑπὸ γυναικός.
想必,赫西俄德笔下的普罗米修斯对埃庇米修斯的告诫是极好的: “绝不要接受来自奥林匹斯宙斯的礼物,而是要送回去,” 他所指的是运气带来的东西和外在的事物;正好像他若告诫一个不懂音乐的人不要吹笛,一个不识字的人不要阅读,一个不会骑马的人不要骑马一样,他这样告诫他:如果愚蠢就不要统治,如果鄙陋就不要富有,如果被妻子控制就不要结婚。
οὐ γὰρ μόνον τὸ εὖ πράσσειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται, ὡς Δημοσθένης εἶπεν, ἀλλὰ τὸ εὐτυχεῖν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς πράττειν τοῖς μὴ φρονοῦσιν.
因为,不仅如德摩斯梯尼所说, “分外得志是无知者犯糊涂的契机,” 而且分外的幸运是那些没有智慧之人作恶的契机。

词汇与语法注释

  1. 99aὅτι γὰρ τούτοις — 连词“ὅτι”引导一个名词性从句,作为后置动词“ὑποδεδήλωκε”(暗示)的宾语(因倒置而起强调作用)。与“γάρ”(因为)连用,译为“因为,在这当中夹杂着微小的运气……这一点这位诗人也暗示了”。
  2. 99bτοῦ δʼ ἀφροῦ τὴν... χαυνότητα... κατορθοῦντα γράφειν — “Νεάλκη ... γράφειν τε ... καὶ ἐξαλείφειν”(据说尼阿尔克斯画了又擦)这一不定式带宾格句型的内部结构。现在分词“κατορθοῦντα”修饰宾格主语“Νεάλκη”,表示尝试或努力(“试图成功地画出……”)。
  3. 99cὥσπερ αἰνίττεται τὸ πῦρ ὑπὸ τοῦ Προμηθέως μερισθὲν ἄλλο ἄλλῃ διασπαρῆναι — 不定式“διασπαρῆναι”作为被动/中动动词“αἰνίττεται”(隐喻)的主语(或充当宾格不定式从句),其逻辑主语为宾格的“τὸ πῦρ ... μερισθέν”。短语“ἄλλο ἄλλῃ”是古典希腊语的惯用表达,意为“一部分在这儿,另一部分在那儿”。
  4. 99eοἴεται ταῦτα φρονήσεως αὐτῷ μὴ παραγενομένης εὐδαιμονίαν ἔσεσθαι — “φρονήσεως ... μὴ παραγενομένης”是具有条件意义的属格独立结构(“如果智慧不伴随他”)。在依附于“οἴεται”(认为)的宾格不定式从句中,“ταῦτα”(这些东西)作主格宾格,“εὐδαιμονίαν”作表语宾格。
  5. 100aτὸ εὖ πράσσειν παρὰ τὴν ἀξίαν — 引用自德摩斯梯尼。普鲁塔克在此引用了德摩斯梯尼关于“tò eû prássein”(顺遂/得志)与“toû kakôs phroneîn”(犯糊涂/恶劣思考)的对比,并进一步平行对比了自创的“tò eutucheîn”(幸运)与“toû kakôs prássein”(作恶/落魄),以此强调运气与智慧的区别。

引用这一段

普鲁塔克, 论运气 §4-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg074.humanitext-grc2:4-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。