§8ἄνευ δὲ τούτου τὴν περὶ τὴν γλῶτταν ἐγκράτειαν, οὐ μικρὸν ἀρετῆς μέρος οὖσαν, ὑπήκοον ἀεὶ τῷ λογισμῷ καὶ πειθήνιον ἔχειν οὐκ ἔνεστιν, ἂν μή τις ἀσκήσει καὶ μελέτῃ καὶ φιλοπονίᾳ τὰ κάκιστα τῶν παθῶν, οἷόν ἐστιν ἡ ὀργή, κατεργάσηται.
确实,如果没有这一点,要想让舌头的自制——这在美德中并非微不足道的一部分——始终服从并听命于理性,是不可能的,除非人通过锻炼、实践和勤奋,战胜最恶劣的激情,例如愤怒。
ἡ γὰρ
ἀκουσίως ἐκπίπτουσα φωνὴ
καὶ τὸ
"
ἔπος φύγεν ἕρκος ὀδόντων,
"
καὶ τὸ ἔνια ἐξίπτασθαι τῶν ῥημάτων αὐτόματα τοῖς ἀνασκήτοις μάλιστα θυμοῖς οἷον ὀλισθάνουσι καὶ διαρρέουσιν ἐπιγίγνεται διʼ ἀσθένειαν θυμοῦ, διʼ ἀκρατῆ γνώμην, διαίτῃ θρασείᾳ.
因为在未受锻炼的脾气中,由于脾气的软弱、无法自控的心智以及放纵的生活方式,往往会发生不由自主地吐露言语、“言语脱出口齿的栅栏”以及某些词句自发地飞出的情况,就如同滑落和流失一般。
λόγου δὲ κουφοτάτου πράγματος βαρυτάτη ζημία κατὰ τὸν θεῖον Πλάτωνα καὶ παρὰ θεῶν ἕπεται καὶ παρʼ ἀνθρώπων.
然而,根据神圣的柏拉图,对于言语这最轻微的事物,却会从神灵和人类那里带来最沉重的惩罚。
ἡ δὲ σιγὴ πανταχοῦ μὲν ἀνυπεύθυνον οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης, ἐν δὲ λοιδορίαις σεμνὸν καὶ Σωκρατικόν, μᾶλλον δʼ Ἡράκλειον, εἴ γε κἀκεῖνος οὐδʼ
"
ὅσσον μυίας στυγερῶν ἐμπάζετο μύθων
"
οὔτι μὴν τούτου σεμνότερον καὶ κάλλιόν ἐστι, τοῦ λοιδοροῦντος ἐχθροῦ τὴν ἡσυχίαν ἄγειν λισσάδα πέτραν φιλοκέρτομον ὣς παρανηχομένους, οὐδʼ ἄλλη μείζων ἄσκησις.
至于沉默,它不仅在任何地方都是无需负责的,而且正如希波克拉底所说,它是“无渴的”(无害的),在辱骂中更是庄重且具有苏格拉底风格,或者说更具有赫拉克勒斯风格,因为甚至连他也“对可恶的话语连一只苍蝇的程度都不放在心上”。 然而,最庄重、最美妙的事莫过于此:对辱骂你的敌人保持静默,就如同把嘲讽者视作平滑的岩石而从旁游过一般,也没有其他更伟大的锻炼了。
ἂν γὰρ ἐχθρὸν ἐθισθῇς λοιδοροῦντα φέρειν σιωπῇ, πάνυ ῥᾳδίως οἴσεις γυναικὸς ὀργὴν κακῶς λεγούσης, καὶ φίλου φωνὰς καὶ ἀδελφοῦ πικροτάτας ἀκούων ὑπομενεῖς ἀθορύβως· πατρὶ δὲ καὶ μητρὶ τυπτόμενος καὶ βαλλόμενος παρέξεις ἄθυμον καὶ ἀμήνιτον σεαυτόν.
因为如果你习惯于在沉默中忍受谩骂的敌人,你就能非常容易地忍受妻子口出恶言的愤怒,在听到朋友和兄弟最刺耳的话语时,也能平静地忍受;在被父亲和母亲殴打和投掷物品时,你也能展现出无怒且无怨的自己。
ὁ μὲν γὰρ Σωκράτης ἔφερε τὴν Ξανθίππην θυμοειδῆ καὶ χαλεπὴν οὖσαν, ὡς εὐκόλως συνεσόμενος ἑτέροις, ἂν ἐκείνην ὑπομένειν ἐθισθῇ· πολὺ δὲ βέλτιον ἐχθρῶν καὶ ἀλλοτρίων ἐγγυμνασάμενον βδελυρίαις καὶ ὀργαῖς καὶ σκώμμασι καὶ λοιδορίαις ἐθίσαι τὸν θυμὸν ἡσυχίαν ἄγειν μηδʼ ἀσχάλλειν ἐν τῷ λοιδορεῖσθαι
因为苏格拉底确实忍受了性情急躁且难以相处的克桑蒂贝,以便在他习惯于忍受她之后,能够容易地与他人相处;但是,通过在敌人和陌生人的无礼、愤怒、嘲讽和辱骂中进行锻炼,使自己的脾气习惯于保持静默,并在被辱骂时不感到烦恼,这是好得多的。
§9πραότητα μὲν οὖν καὶ ἀνεξικακίαν οὕτως ἔστιν ἐνεπιδείξασθαι ταῖς ἔχθραις, ἁπλότητα δὲ καὶ μεγαλοφροσύνην καὶ χρηστότητα μᾶλλον ἐν ταῖς φιλίαις.
因此,温和与宽容可以这样在仇恨中展现出来,而真诚、豪爽和善良则更多在友谊中展现。
φίλον μὲν γὰρ οὐχ οὕτω τὸ εὖ ποιεῖν καλόν, ὡς αἰσχρὸν τὸ μὴ ποιεῖν δεόμενον· ἐχθροῦ δὲ καὶ τὸ τιμωρίαν παραλείπειν καιροῦ παρασχόντος ἐπιεικές ἐστι.
因为对朋友做好事,并不像在他有需要时不做那样令人感到羞耻和高尚;但是,在有机会时放弃对敌人的报复,则是合情合理的。
τὸν δὲ καὶ πταίσαντι συμπαθήσαντα καὶ δεηθέντι συλλαβόμενον καὶ παισὶν ἐχθροῦ καὶ οἰκείοις πραγμάτων ἐν χρείᾳ γενομένοις σπουδήν τινα καὶ προθυμίαν ἐνδειξάμενον ὅστις οὐκ ἄγαται τῆς εὐμενείας οὐδʼ ἐπαινεῖ τὴν χρηστότητα, κεῖνος
"
ἐξ ἀδάμαντος
ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν
"
τῷ Καίσαρι κελεύσαντι τὰς Πομπηίου τιμὰς ἀνασταθῆναι καταβεβλημένας ὁ Κικέρων
τοὺς Πομπηίου
φησὶν
ἀνδριάντας ἀνέστησας, τοὺς δὲ σοὺς ἔπηξας
ὅθεν οὐδʼ ἐπαίνου φειστέον οὐδὲ τιμῆς περὶ ἀνδρὸς ἐχθροῦ δικαίως εὐδοκιμήσαντος.
而对于那些在敌人跌倒时予以同情、在其需要时予以协助,并在敌人的子女和亲属陷入困境时展现出某种热忱和积极的人,谁若不赞美其善意,也不歌颂其善良,那人 “就是用金刚石或铁锻造了一颗黑色的心”。 当恺撒下令重新竖立被推倒的庞培的雕像时,西塞罗说:“你竖立了庞培的雕像,却巩固了自己的雕像。 ”因此,对于公正地享有盛誉的敌人,绝不能吝啬赞美和敬意。
ἔπαινόν τε γὰρ φέρει μείζονα τοῖς ἐπαινοῦσι, καὶ πίστιν ἔχει πάλιν ἐγκαλῶν, ὡς οὐ τὸν ἄνδρα μισῶν ἀλλὰ τὴν πρᾶξιν ἀποδοκιμάζων τὸ δὲ κάλλιστον καὶ χρησιμώτατον, ἀπωτάτω καθίσταται τοῦ φθονεῖν καὶ φίλοις εὐτυχοῦσι καὶ κατορθοῦσιν οἰκείοις ὁ τοὺς ἐχθροὺς ἐθισθεὶς ἐπαινεῖν καὶ μὴ δάκνεσθαι μηδὲ βασκαίνειν εὖ πραττόντων.
因为这会给赞美者带来更大的赞誉,并且在再次指责时具有可信度,表明他并非憎恨其人,而是不赞成其行为。 而最美好、最实用的是,习惯于赞美敌人、在他们兴旺时不感到痛苦或嫉妒的人,将置身于最远离嫉妒成功的朋友和兴旺的亲属的地方。
καίτοι τίς ἄσκησις ἑτέρα μείζονα ὠφέλειαν ἐνεργάζεται ταῖς ψυχαῖς ἢ διάθεσιν κρείττονα τῆς ἀφαιρούσης τὸ δύσζηλον ἡμῶν καὶ φιλόφθονον; ὥσπερ γὰρ ἐν πολέμῳ πολλὰ τῶν ἀναγκαίων ἄλλως;
而且,究竟还有什么其他的锻炼,能比消除我们嫉妒和幸灾乐祸的性质,对灵魂产生更大的益处或带来更好的心境呢?
δὲ φαύλων ἔθους λαβόντα καὶ νόμου δύναμιν οὐκ ἔστι ῥᾳδίως ἀπώσασθαι καὶ βλαπτομένους, οὕτως ἡ ἔχθρα συνεισάγουσα τῷ μίσει φθόνον, ζηλοτυπίαν ἐπιχαιρεκακίαν μνησικακίαν ἐναπολείπει.
因为正如在战争中,许多必要但在其他方面邪恶的事情,一旦形成了习惯并获得了法律的力量,即使在受害时也无法轻易摆脱,同样,敌意在带来憎恨的同时,也留下了嫉妒、眼红、幸灾乐祸和怨恨。
πρὸς δὲ τούτοις καὶ πανουργία καὶ ἀπάτη καὶ ἐπιβουλή, δοκοῦσα μὴ φαῦλον εἶναι μηδʼ ἄδικον πρὸς ἐχθρόν, ἂν ἐγγένηται, παραμένει δυσαπάλλακτος·
除此以外,还有狡黠、欺骗和阴谋,在针对敌人时似乎并非邪恶或不义,但一旦产生,就难以摆脱;接着,如果他们不对敌人加以防范,他们就会由于习惯而将这些手段用在朋友自己身上。
εἶτα χρῶνται πρὸς τοὺς φίλους αὐτοὺς ὑπὸ συνηθείας, ἂν μὴ φυλάξωνται πρὸς τοὺς ἐχθροὺς εἴπερ οὖν ὀρθῶς ὁ Πυθαγόρας, ἐν ἀλόγοις ζῴοις ἐθίζων ὠμότητος ἀπέχεσθαι καὶ πλεονεξίας, ὀρνέων τε θηρευτὰς παρῃτεῖτο καὶ βόλους ὠνούμενος ἰχθύων ἐκέλευεν ἀφιέναι, καὶ παντὸς ἡμέρου ζῴου φόνον ἀπηγόρευε, πολὺ δήπου σεμνότερόν ἐστιν ἐν διαφοραῖς πρὸς ἀνθρώπους καὶ φιλονεικίαις, γενναῖον ἐχθρὸν ὄντα καὶ δίκαιον καὶ ἀψευδῆ, τὰ μοχθηρὰ καὶ ἀγεννῆ καὶ πανοῦργα πάθη κολάζειν καὶ ταπεινὰ ποιεῖν, ὅπως ἐν τοῖς πρὸς τοὺς φίλους συμβολαίοις παντάπασιν ἀτρεμῇ καὶ ἀπέχηται τοῦ κακουργεῖν.
因此,如果毕达哥拉斯让人们习惯于在无理性的动物身上戒除残忍和贪婪,劝阻捕鸟者,并买下整网的鱼命令放生,还禁止宰杀任何驯服的动物,这确实是正确的,那么,在与人的分歧和竞争中,作为一个高尚、公正且诚实的敌人,去惩治并压制邪恶、卑劣和狡诈的激情,以便在与朋友的交往中完全平静并戒除作恶,这无疑要庄重得多。
Σκαῦρος ἐχθρὸς ἦν Δομιτίου· καὶ κατήγορος.
斯卡乌鲁斯是多米提乌斯的敌人,也是他的控告者。
οἰκέτης οὖν τοῦ Δομιτίου πρὸ τῆς δίκης ἧκε πρὸς αὐτὸν ὡς ἔχων τι μηνῦσαι τῶν λανθανόντων ἐκεῖνον, ὁ δʼ οὐκ εἴασεν εἰπεῖν, ἀλλὰ συλλαβὼν τὸν ἄνθρωπον ἀπήγαγε πρὸς τὸν δεσπότην.
在审判前,多米提乌斯的一个奴隶来到他那里,似乎要透露一些多米提乌斯未曾察觉的事情,但他不允许他说,而是抓住那个人,把他带回到了他的主人那里。
Κάτωνι δὲ Μουρήναν διώκοντι δημοκοπίας καὶ συνάγοντι, τοὺς ἐλέγχους ἐξ, ἔθους παρηκολούθουν οἱ τὰ πραττόμενα παραφυλάττοντες.
当加图因贿选而起诉并搜集证据起诉穆雷纳时,那些监视其行为的人按照习惯跟随他以观察所做的事。
πολλάκις οὖν αὐτὸν ἠρώτων εἴ τι μέλλει σήμερον συνάγειν ἢ πραγματεύεσθαι πρὸς τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύοντες ἀπῄεσαν.
因此,他们经常问他今天是否要搜集什么证据或为起诉而忙碌;如果他说不,他们信任他就离去了。
ταῦτα μὲν οὖν αὐτοῦ τῆς δόξης ἔχει τεκμήριον μέγιστον· ἀλλὰ μεῖζον καὶ κάλλιον, ὅτι τῷ δικαίῳ χρῆσθαι καὶ πρὸς ἐχθροὺς ἐθισθέντες οὐδέποτε μὴ προσενεχθῶμεν ἀδίκως καὶ πανούργως τοῖς συνήθεσι καὶ φίλοις.
这些事情确实是他的名望的最大证据;但更大、更美好的是,由于习惯了甚至对敌人也坚守公正,我们绝不会对熟人和朋友做出不公和诡诈的举动。