Humanitext Reader

普鲁塔克 · 如何从敌人身上获益 §10-11

将嫉妒与争斗引向敌人以保全友朋

第 6 段,共 6 段 · 希腊语

内容简介

作者讨论了如何将嫉妒、竞争等人类本性引向敌人而非朋友,以避免内部不和并磨炼自身。同时,他建议将敌人的无耻滥权和失态作为反面教材,以此追求公正和美德。

§10ἐπεὶ δὲ πάσαις κορυδαλλίσι χρὴ λόφον ἐγγενέσθαι κατὰ τὸν Σιμωνίδην, καὶ πᾶσα φύσις ἀνθρώπου φέρει φιλονεικίαν καὶ ζηλοτυπίαν καὶ φθόνον, κενεοφρόνων ἀνδρῶν ἑταῖρον, ὥς φησι Πίνδαρος, οὐ μετρίως ἄν τις ὠφελοῖτο τῶν παθῶν τούτων ποιούμενος εἰς τοὺς ἐχθροὺς ἀποκαθάρσεις καὶ ἀποστρέφων ὥσπερ ὀχετοὺς πορρωτάτω τῶν ἑταίρων καὶ οἰκείων.
因为正如西蒙尼德所说,每只云雀都必须长有羽冠,且人类的所有本性都带有好胜、嫉妒和虚荣,正如品达所说,它们是“空腹(愚蠢)之人的伙伴”,如果人把这些激情排泄在敌人身上,并像疏通渠道一样,将它们引向远离同伴和亲属的最深处,那么他将获得不小的益处。
καὶ τοῦτο, ὡς ἔοικε, συνιδὼν πολιτικὸς ἀνὴρ Ὀνομάδημος, ἐν Χίῳ τῆς κρατούσης μερίδος ἐν στάσει γενόμενος, παρῄνει τοῖς ἑταίροις μὴ πάντας ἐξελάσαι τοὺς ἀντιστασιάσαντας, ἀλλʼ ὑπολιπέσθαι τινάς, ὅπως ἔφη μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν ἀπαλλαγέντες.
政治家奥诺马德莫斯似乎也看出了这一点,当基奥斯岛发生内讧而他处于统治派别时,他劝告同伴们不要把所有的反对派成员都驱逐出去,而是留下一些人,正如他所说:“免得我们一旦完全摆脱了敌人,就又开始与朋友们争吵起来。
οὐκοῦν καὶ ἡμῶν καταναλισκόμενα ταῦτα τὰ πάθη πρὸς τοὺς ἐχθροὺς ἧττον, ἐνοχλήσει τοῖς φίλοις.
”因此,如果我们把这些激情消耗在敌人身上,它们对朋友的骚扰就会减少。
οὐ γὰρ κεραμεῖ δεῖ κεραμέα φθονεῖν οὐδʼ ἀοιδὸν ἀοιδῷ καθʼ Ἡσίοδον, οὐδὲ γείτονα ζηλοῦν οὐδʼ ἀνεψιὸν οὐδʼ ἀδελφὸν εἰς ἄφενος σπεύδοντα καὶ τυγχάνοντα χρηστῶν πραγμάτων.
因为正如赫西俄德所说:“陶工不应静态地嫉妒陶工,歌手不应嫉妒歌手”,我们也不应嫉妒那些正向着财富奔忙、并遇到好运的邻人、堂表亲或兄弟。
ἀλλʼ εἰ μηδεὶς τρόπος ἐστὶν ἄλλος ἀπαλλαγῆς ἐρίδων καὶ φθόνων καὶ φιλονεικιῶν, ἔθιζε σεαυτὸν δάκνεσθαι τῶν ἐχθρῶν εὐημερούντων, καὶ παρόξυνε καὶ χάραττε τὸ φιλόνεικον ἐν ἐκείνοις θηγόμενον.
但是,如果实在没有其他方法可以摆脱纷争、嫉妒和争端,那就习惯于在敌人兴旺时感到刺痛,并刺激和挑动你的好胜心,在他们身上将其磨砺得更加锋利。
ὥσπερ γὰρ οἱ χαρίεντες γεωργοὶ τὰ ῥόδα καὶ τὰ ἴα βελτίω ποιεῖν νομίζουσι σκόροδα καὶ κρόμμυα παραφυτεύοντες ἀποκρίνεται γὰρ εἰς ἐκεῖνα πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμὺ καὶ δυσῶδες, οὕτω καὶ ὁ ἐχθρὸς ἀναλαμβάνων καὶ περιέπων τὸ κακόηθες καὶ βάσκανον, εὐμενέστερον παρέξει σε τοῖς φίλοις εὖ πράττουσι καὶ ἀλυπότερον.
因为正如聪明的农夫认为在玫瑰和紫罗兰旁种植大蒜和洋葱能让它们长得更好一样(因为养分中所含有的辛辣和恶臭之物都会被分流到这些植物中),同样地,敌人通过接管并照料你的恶意和妒忌,也会使你对待那些兴旺的朋友时变得更加温和与无害。
διὸ καὶ τὰς ἁμίλλας πρὸς ἐκείνους ἐστὶ ποιητέον ὑπὲρ δόξης ἢ ἀρχῆς ἢ πορισμῶν δικαίων, μὴ δακνομένους μόνον, ἄν τι πλέον ἡμῶν ἔχωσιν, ἀλλὰ καὶ πάντα παραφυλάττοντας ἐξ ὧν πλέον ἔχουσι, καὶ πειρωμένους ὑπερβαλέσθαι ταῖς ἐπιμελείαις καὶ φιλοπονίαις καὶ τῷ σωφρονεῖν καὶ προσέχειν ἑαυτοῖς, ὡς Θεμιστοκλῆς ἔλεγεν οὐκ ἐᾶν αὐτὸν καθεύδειν τὴν ἐν Μαραθῶνι Μιλτιάδου νίκην.
因此,为了名誉、官职或正当的收获,我们也应该同他们展开竞争。 当他们比我们拥有更多优势时,我们不应仅仅感到痛苦,还要密切观察他们获得优势的一切途径,并努力在勤勉、刻苦、克己和自我关注上超越他们,正如特米斯托克勒曾说的那样,“米太亚德在马拉松的胜利让他无法入眠”。
ὁ μὲν γὰρ εὐτυχίᾳ διαφέρειν αὐτοῦ τὸν ἐχθρὸν ἡγούμενος ἐν ἀρχαῖς ἢ συνηγορίαις ἢ πολιτείαις ἢ παρὰ φίλοις καὶ ἡγεμόσιν, ἐκ τοῦ πράττειν τι καὶ ζηλοῦν εἰς τὸ βασκαίνειν παντάπασι καὶ ἀθυμεῖν καταδυόμενος, ἀργῷ τῷ φθόνῳ καὶ ἀπράκτῳ σύνεστιν· ὁ δὲ μὴ τυφλούμενος περὶ τὸ μισούμενον ἀλλὰ καὶ βίου καὶ ἤθους καὶ λόγων καὶ ἔργων γιγνόμενος θεατὴς; δίκαιος τὰ πλεῖστα κατόψεται τῶν ζηλουμένων, ἐξ ἐπιμελείας καὶ προνοίας καὶ πράξεων χρηστῶν περιγιγνόμενα τοῖς κεκτημένοις, καὶ πρὸς ταῦτα συντείνων ἐπασκήσει τὸ φιλότιμον αὑτοῦ καὶ φιλόκαλον, τὸ δὲ χασμῶδες ἐκκόψει καὶ ῥᾴθυμον.
因为,如果有人认为敌人在官职、辩护、政治,或者在朋友和统治者面前因幸运而超越了自己,从而从积极行动和竞争堕入到完全的嫉妒和沮丧中,那么他所伴随的便是懒惰且无益的嫉妒;然而,若有人不因恨意而盲目,而是成为其生活、品格、言论和行为的公正观察者,他就会发现,绝大多数令人羡慕的事物,都是其所有者通过勤勉、远见和善行而获得的;通过向这些目标努力,他将锻炼自己对荣誉和美好的热爱,并根除自己的懒散与怠惰。
§11εἰ δέ τινας οἱ ἐχθροὶ κολακεύοντες ἢ πανουργοῦντες ἢ δεκάζοντες ἢ μισθαρνοῦντες αἰσχρὰς καὶ ἀνελευθέρους δοκοῦσι καρποῦσθαι δυνάμεις ἐν αὐλαῖς ἢ πολιτείαις, οὐκ ἐνοχλήσουσιν ἡμᾶς ἀλλὰ μᾶλλον εὐφρανοῦσι, τὴν αὑτῶν ἐλευθερίαν καὶ τὸ καθαρὸν τοῦ βίου καὶ ἀνύβριστον ἀντιτιθέντας· ἅπας γὰρ ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος κατὰ Πλάτωνα, καὶ τὸ τοῦ Σόλωνος; ἔχειν ἀεὶ δεῖ πρόχειρον " ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον " οὐδέ γε βοὰς δεδειπνισμένων θεάτρων οὐδὲ τιμὰς καὶ προεδρίας παρʼ εὐνούχοις καὶ παλλακαῖς καὶ σατράπαις βασιλέων· ζηλωτὸν γὰρ οὐδὲν οὐδὲ καλὸν ἐξ αἰσχροῦ φυόμενον.
而如果我们的敌人通过阿谀奉承、狡诈行事、贿赂或受雇,在宫廷或政界中享受着可耻且卑劣的权力,他们也不会困扰我们,反而会让我们感到高兴,只要我们将我们自己的自由、纯洁且不受侮辱的生活与之对比;因为根据柏拉图,“地上和地下的所有黄金都不值美德之价”,而且我们必须始终牢记梭伦的话:“但我们决不与他们交换,用美德去换取财富”,我们也决不换取那被宴请的剧场之欢呼,也不换取在太监、妾侍和国王的总督们身边的荣誉和前排座次;因为任何从可耻之中生长出来的东西,都绝非可羡慕或美好的。
ἀλλʼ ἐπεὶ τυφλοῦται τὸ φιλοῦν περὶ τὸ φιλούμενον, ὥς φησιν ὁ Πλάτων, καὶ μᾶλλον ἡμῖν οἱ ἐχθροὶ παρέχουσιν αἴσθησιν ἀσχημονοῦντες, δεῖ μήτε τὸ χαῖρον ἐφʼ οἷς ἁμαρτάνουσιν ἀργὸν εἶναι μήτε τὸ λυπούμενον ἐφʼ οἷς κατορθοῦσιν, ἀλλʼ ἐπιλογίζεσθαι διʼ ἀμφοτέρων ὅπως τὰ μὲν φυλαττόμενοι βελτίονες ὦμεν αὐτῶν, τὰ δὲ μιμούμενοι μὴ χείρονες.
然而,正如柏拉图所说,“爱人者在被爱者面前是盲目的”,而我们的敌人在行为失态时,反而能让我们更加警觉,因此我们既不应该让对他们犯错的幸灾乐祸流于无用,也不应该对他们的成功感到白白痛心,而是要结合这两者进行思考,以便通过防范前者使我们比他们更好,通过效仿后者使我们不至于比他们更差。

词汇与语法注释

  1. 91fτῶν παθῶν τούτων — 动词 `ὠφελοῖτο` 通常要求宾格,在此处却与属格 `τῶν παθῶν τούτων` 连用。这可以理解为修饰 `ἀποκαθάρσεις` 的宾格性属格(即“对这些激情的排泄”),或者作为表示益处来源的部分属格。
  2. 92bτῶν ἐχθρῶν εὐημερούντων — 属格独立结构,表示时间(“当敌人兴旺时”),为依赖于主句的动词不定式 `δάκνεσθαι`(感到刺痛)提供了环境契机。
  3. 92eτὸ τοῦ Σόλωνος — 中性单数冠词 `τό` 与属格 `τοῦ Σόλωνος` 连用,构成名词短语,意为“梭伦的名言”,作为由非人称动词 `δεῖ` 所支配的不定式 `ἔχειν` 的直接宾语。
  4. 92fτὸ χαῖρον ... τὸ λυπούμενον — 中性单数名词化分词,分别意为“喜悦之情”与“悲伤之情”,用以指代抽象的精神状态,并在由 `δεῖ` 引导的系动词 `εἶναι` 结构中充当主语。

引用这一段

普鲁塔克, 如何从敌人身上获益 §10-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg072.humanitext-grc2:10-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。