Humanitext Reader

普鲁塔克 · 如何从敌人身上获益 §6-7

从敌人的指责与辱骂中获得反省的益处

第 4 段,共 6 段 · 希腊语

内容简介

阐述被敌人辱骂的有益之处。敌人比朋友更容易发现我们的缺点,即使是不实的指责也能成为反省自身言行的契机。作者通过历史逸话和希隆的故事说明了这一道理。

§6τουτὶ μὲν οὖν ἔνεστι τῷ λοιδορεῖν τὸν ἐχθρὸν ὠφέλιμον καὶ χρήσιμον οὐκ ἔλαττον δʼ ἕτερον, τὸ λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν αὐτὸν ὑπὸ τῶν ἐχθρῶν.
因此,在辱骂敌人中包含着这一有益且实用的点;而同样重要的另一点是,被敌人们辱骂和说坏话。
ὅθεν ὀρθῶς ὁ Ἀντισθένης εἶπεν ὅτι τοῖς μέλλουσι σῴζεσθαι φίλων δεῖ γνησίων ἢ διαπύρων ἐχθρῶν οἱ μὲν γὰρ νουθετοῦντες τοὺς ἁμαρτάνοντας οἱ δὲ λοιδοροῦντες ἀποτρέπουσι.
由此,安提斯泰尼说得很对:想要得救的人,需要真诚的朋友或炽热的敌人;因为前者通过劝诫犯错者,后者通过辱骂,使他们(免于犯错)而回头。
ἐπεὶ δʼ ἡ φιλία τὰ νῦν ἰσχνόφωνος γέγονεν ἐν τῷ παρρησιάζεσθαι, καὶ τὸ κολακεῦον αὐτῆς λάλον ἐστὶ τὸ δὲ νουθετοῦν ἄναυδον, ἀκουστέον ἐστὶ παρὰ τῶν ἐχθρῶν τὴν ἀλήθειαν.
但是,由于如今的友谊在坦率直言上已经变得声音微弱,它的谄媚部分喋喋不休,而劝诫部分则哑口无言,因此我们必须从敌人那里听取真理。
ὡς γὰρ ὁ Τήλεφος οἰκείου μὴ τυγχάνων ἰατροῦ τῷ πολεμίῳ δόρατι τὸ ἕλκος ὑπέθηκεν, οὕτω τοὺς ἀποροῦντας εὐνοίας νουθετούσης ὑπομένειν ἀνάγκη μισοῦντος ἐχθροῦ λόγον, ἂν ἐλέγχῃ καὶ κολάζῃ τὴν κακίαν, σκοποῦντας τὸ ἔργον ἀλλὰ μὴ τὴν γνώμην τοῦ κακῶς λέγοντος ὥσπερ γὰρ ὁ τὸν Θεσσαλὸν Προμηθέα κτεῖναι διανοηθεὶς ἔπαισε τῷ ξίφει τὸ φῦμα καὶ διεῖλεν οὕτως ὥστε σωθῆναι τὸν ἄνθρωπον καὶ ἀπαλλαγῆναι τοῦ φύματος ῥαγέντος, οὕτω πολλάκις ὑπʼ ὀργῆς ἢ ἔχθρας προσπεσοῦσα λοιδορία κακὸν ψυχῆς ἢ ἀγνοούμενον ἢ ἀμελούμενον ἐθεράπευσεν.
正如泰勒福斯由于找不到自己的医生,而将伤口对准敌人的长枪一样,同样,那些缺乏善意劝诫的人,如果敌人的话语能揭露并惩治他们的邪恶,就必须忍受仇恨敌人的话语,去关注那事实,而不是说坏话者的意图。 因为正如企图杀死色萨利人普罗米修斯的人,用剑刺中了他的肿瘤并将其切开,从而使那个人在肿瘤破裂时得以获救并摆脱肿瘤一样,同样,往往因愤怒或敌意而迎面袭来的辱骂,治愈了灵魂中未被察觉或被忽视的恶德。
ἀλλʼ οἱ πολλοὶ λοιδορηθέντες οὐ σκοποῦσιν εἰ πρόσεστιν αὐτοῖς τὸ λεγόμενον, ἀλλὰ τί πρόσεστιν ἕτερον τῷ λοιδοροῦντι, καὶ καθάπερ οἱ παλαίοντες τὴν κόνιν οὐχ ἑαυτῶν ἀποψῶσι τὰς λοιδορίας, ἀλλὰ συμπάσσουσιν ἀλλήλους εἶτα φύρονται καὶ ἀναχρώννυνται συμπεσόντες ὑπʼ ἀλλήλων.
但是,大多数人在被辱骂时,并不审视所说的是否符合自己,而是看有什么别的事符合辱骂者,正如摔跤者不擦掉自己身上的尘土,他们也不擦掉那些辱骂,而是互相撒在对方身上,然后在扭打中被彼此弄得浑身泥泞和污浊。
δεῖ δʼ ἀκούσαντα κακῶς ὑπʼ ἐχθροῦ τὸ μὲν προσὸν ἀφαιρεῖν αὑτοῦ μᾶλλον ἢ κηλῖδα προσοῦσαν ἱματίῳ καὶ δειχθεῖσαν ἂν δέ τις λέγῃ τὰ μὴ προσόντα, ὅμως ζητεῖν τὴν αἰτίαν ἀφʼ ἧς ἡ βλασφημία γέγονε, καὶ φυλάττεσθαι καὶ δεδιέναι μή τι λανθάνωμεν ἢ σύνεγγυς ἢ ὅμοιον τῷ λεγομένῳ παραμαρτάνοντες.
但是,在听到敌人的坏话后,应当把符合自己的部分从自己身上除去,这甚至比除去衣服上被指出的一处污渍更为紧要。 如果有人说了不符合事实的话,仍然要寻找这诽谤所由产生的起因,并防范和恐惧,免得我们在不知不觉中犯下与所说的话相近或相似的错误。
οἷον Λακύδην τὸν Ἀργείων βασιλέα κόμης τις διάθεσις καὶ βάδισμα τρυφερώτερον εἰς μαλακίαν διέβαλε, καὶ Πομπήιον τὸ ἑνὶ κνᾶσθαι τὴν κεφαλὴν δακτύλῳ πορρωτάτω θηλύτητος καὶ ἀκολασίας ὄντα.
例如,某种发型的打理方式和较为轻柔的步态,使阿耳戈斯人的国王拉居德斯被诽谤为软弱;用一个手指挠头,使庞培被诽谤,尽管他与女性化和放荡相去最远。
Κράσσος δὲ τῶν ἱερῶν μιᾷ παρθένων αἰτίαν ἔσχε πλησιάζειν, χωρίον τι καλὸν ὠνήσασθαι παρʼ αὐτῆς βουλόμενος καὶ διὰ τοῦτο πολλάκις ἐντυγχάνων ἰδίᾳ καὶ θεραπεύων.
克拉苏则被指控与一位圣洁的处女(女祭司)亲近,这实际上是因为他想从她那里购买一块好地产,并为此多次私下会面和讨好她。
Ποστουμίαν δὲ τὸ γελᾶν προχειρότερον καὶ λαλιᾷ χρῆσθαι θρασυτέρᾳ πρὸς ἄνδρας διέβαλεν, ὥστε κριθῆναι φθορᾶς, εὑρέθη μὲν οὖν καθαρὰ τῆς αἰτίας, ἀπολύσας δʼ αὐτὴν ὁ ἀρχιερεὺς Σπόριος Μινούκιος ὑπέμνησε μὴ χρῆσθαι λόγοις ἀσεμνοτέροις τοῦ βίου.
而过于轻易的笑和对男性使用较为大胆的言谈,使帖斯图米娅受到诽谤,以至于被控犯有失贞罪。 她虽然被发现是清白的,但大祭司斯波里乌斯·米努基乌斯在宣告她无罪时,仍告诫她不要使用与她的生活相比不那么庄重的言辞。
Θεμιστοκλεῖ δὲ Παυσανίας μηδὲν ἀδικοῦντι προσετρίψατο τὴν ὑποψίαν τῆς προδοσίας διὰ τὸ χρῆσθαι φίλῳ καὶ γράφειν συνεχῶς καὶ πέμπειν πρὸς αὐτόν.
而对毫无过错的忒弥斯托克勒,保萨尼亚斯却将背叛的嫌疑强加于他,只因为忒弥斯托克勒将他视为朋友,并不断给他写信和派遣使者。
§7ὅταν οὖν λεχθῇ τι μὴ ἀληθές, οὐχ ὅτι ψεῦδός ἐστι δεῖ καταφρονεῖν καὶ ἀμελεῖν, ἀλλὰ σκοπεῖν τί τῶν ὑπὸ σοῦ λεγομένων ἢ πραττομένων ἢ σπουδαζομένων ἢ συνόντων ὁμοιότητα τῇ διαβολῇ παρέσχηκε, καὶ τοῦτο διευλαβεῖσθαι καὶ φεύγειν.
因此,当听到不真实的言论时,不应因为它是谎言就予以蔑视和忽略,而要审视在你所说、所做、所追求或所结交的事物中,有什么与这诽谤产生了相似性,并对此加以警惕和规避。
εἰ γὰρ ἕτεροι πράγμασιν ἀβουλήτοις περιπεσόντες διδάσκονται; τὸ χρήσιμον, ὥσπερ ἡ Μερόπη φησὶν " αἱ τύχαι δέ με μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα σοφὴν ἔθηκαν, " τί κωλύει διδάσκαλον ἄμισθον λαβόντα τὸν ἐχθρὸν ὠφεληθῆναι καὶ μαθεῖν τι τῶν λανθανόντων;
因为,如果其他人陷入不情愿的境遇中能学到有益的东西,正如梅罗佩所说: “命运拿走了我最心爱的东西作为我的代价,使我变得聪明”,那么,有什么能阻止我们把敌人当作免费的老师,从而获益并学到一些未被察觉的事情呢?
πολλὰ γὰρ ὁ ἐχθρὸς αἰσθάνεται τοῦ φίλου μᾶλλον ( τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον ὡς ὁ Πλάτων φησί), τῷ δὲ μισεῖν μετὰ τοῦ πολυπραγμονεῖν καὶ τὸ λαλεῖν ἔνεστιν.
因为敌人比朋友能察觉到更多的事情(因为正如普拉托所说: “爱者对于所爱者是盲目的”),而且,在仇恨中,除了爱管闲事之外,还包含着喋喋不休。
ὁ Ἱέρων ὑπό τινος τῶν ἐχθρῶν εἰς τὴν δυσωδίαν ἐλοιδορήθη τοῦ στόματος.
希隆曾因口臭被他的一个敌人辱骂。
ἐλθὼν οὖν οἴκαδε πρὸς τὴν γυναῖκα τί λέγεις;
他回到家里对妻子说: “你怎么说?
εἶπεν, οὐδὲ σύ μοι τοῦτʼ ἔφρασας;
难道连你也没跟我提过这件事吗?
ἡ δʼ οὖσα σώφρων καὶ ἄκακος ᾤμην εἶπεν ὅτι τοιοῦτο πάντες ὄζουσιν οἱ ἄνδρες.
” 而她,既贤惠又单纯,说道: “我以为所有男人的味道都是这样的。
οὕτω καὶ τὰ αἰσθητὰ καὶ τὰ σωματικὰ καὶ τὰ καταφανῆ πᾶσι παρὰ τῶν ἐχθρῶν μαθεῖν πρότερον ἔστιν ἢ τῶν φίλων καὶ συνήθων.
” 这样,无论是有感觉的、身体上的,还是对所有人而言都显而易见的事情,都可以先从敌人那里学到,而不是从朋友和熟人那里。

词汇与语法注释

  1. 89cτῷ πολεμίῳ δόρατι τὸ ἕλκος ὑπέθηκεν — 带有前置词 ὑπό 的复合动词 ὑποτίθημι 结合了工具或手段与格(τῷ πολεμίῳ δόρατι),意为“他将伤口置于敌人的长枪之下”,指的是泰勒福斯被阿喀琉斯之枪的铁锈治愈的神话背景。
  2. 89dὥσπερ γὰρ ὁ τὸν Θεσσαλὸν Προμηθέα κτεῖναι διανοηθεὶς... — 这是比较句 ὥσπερ... οὕτως... 的前半部分。主语是分词短语“ὁ... διανοηθεὶς”(企图杀死色萨利人普罗米修斯的人),后接带不定式的连续 ὥστε 从句(“οὕτως ὥστε σωθῆναι...”),表示该行为意想不到的结果,与主句“οὕτω... ἐθεράπευσεν”的结构相呼应。
  3. 89dκαὶ καθάπερ οἱ παλαίοντες τὴν κόνιν οὐχ ἑαυτῶν ἀποψῶσι τὰς λοιδορίας — 这是一个比喻与现实相融合的句式。严格来说,意思是“正如摔跤手不擦掉尘土(τὴν κόνιν),人们也不擦掉辱骂(τὰς λοιδορίας)”。在此处,“辱骂”(τὰς λοιδορίας)被直接作为“不擦掉”(οὐχ... ἀποψῶσι)的宾语,将摔跤手的形象与实际情况结合在一起。
  4. 89eἂν δέ τις λέγῃ τὰ μὴ προσόντα — 在条件从句 ἂν... λέγῃ 中,短语 τὰ μὴ προσόντα 使用了主观否定词 μή 搭配分词,用以表示一个泛指或假设的类别(“不符合事实的事”),适用于假设性的诽谤而非具体事实。
  5. 89fΠοστουμίαν δὲ τὸ γελᾶν προχειρότερον... διέβαλεν — 动词 διέβαλεν(诽谤/陷害)的主语由两个带冠词的不定式短语构成:“τὸ γελᾶν προχειρότερον”(过于轻易地笑)和“(τὸ) λαλιᾷ χρῆσθαι θρασυτέρᾳ”(使用较为大胆的言谈)。宾格的 Ποστουμίαν 是该动词的直接宾语。
  6. 90aτί κωλύει διδάσκαλον ἄμισθον λαβόντα τὸν ἐχθρὸν ὠφεληθῆναι — 在这个反问句中,τί 是非人称动词 κωλύει 的主语,该动词带不定式 ὠφεληθῆναι 和 μαθεῖν。分词 λαβόντα 是单数阳性宾格,与不定式隐含的主语(“一个人/我们”)一致,而 τὸν ἐχθρὸν 则是该分词的直接宾语。

引用这一段

普鲁塔克, 如何从敌人身上获益 §6-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg072.humanitext-grc2:6-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。