§8ἄνευ δὲ τούτου τὴν περὶ τὴν γλῶτταν ἐγκράτειαν, οὐ μικρὸν ἀρετῆς μέρος οὖσαν, ὑπήκοον ἀεὶ τῷ λογισμῷ καὶ πειθήνιον ἔχειν οὐκ ἔνεστιν, ἂν μή τις ἀσκήσει καὶ μελέτῃ καὶ φιλοπονίᾳ τὰ κάκιστα τῶν παθῶν, οἷόν ἐστιν ἡ ὀργή, κατεργάσηται.
これなしには、徳の少なからぬ部分である、舌に関する自制を、常に理性に服従し従順であるように保つことは不可能である。 もし人が、訓練と練習と労を惜しまぬ努力によって、情念のうちで最も悪いもの、例えば怒りのようなものを征服しないならば。
ἡ γὰρ
ἀκουσίως ἐκπίπτουσα φωνὴ
καὶ τὸ
"
ἔπος φύγεν ἕρκος ὀδόντων,
"
καὶ τὸ ἔνια ἐξίπτασθαι τῶν ῥημάτων αὐτόματα τοῖς ἀνασκήτοις μάλιστα θυμοῖς οἷον ὀλισθάνουσι καὶ διαρρέουσιν ἐπιγίγνεται διʼ ἀσθένειαν θυμοῦ, διʼ ἀκρατῆ γνώμην, διαίτῃ θρασείᾳ.
というのも、意に反して口から漏れる言葉や、「言葉が歯の垣根を逃れ出た」ということ、そして、訓練されていない感情において、いくつかの言葉がひとりでに飛び出してしまうことは、感情が滑り落ちたり流れ出たりするように、感情の弱さ、自制を欠いた精神、そして大胆な生活習慣によって、特に起こるからである。
λόγου δὲ κουφοτάτου πράγματος βαρυτάτη ζημία κατὰ τὸν θεῖον Πλάτωνα καὶ παρὰ θεῶν ἕπεται καὶ παρʼ ἀνθρώπων.
しかし、最も軽いものである言葉に対して、神的なプラトンによれば、最も重い罰が、神々からも人間からも従うのである。
ἡ δὲ σιγὴ πανταχοῦ μὲν ἀνυπεύθυνον οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης, ἐν δὲ λοιδορίαις σεμνὸν καὶ Σωκρατικόν, μᾶλλον δʼ Ἡράκλειον, εἴ γε κἀκεῖνος οὐδʼ
"
ὅσσον μυίας στυγερῶν ἐμπάζετο μύθων
"
οὔτι μὴν τούτου σεμνότερον καὶ κάλλιόν ἐστι, τοῦ λοιδοροῦντος ἐχθροῦ τὴν ἡσυχίαν ἄγειν λισσάδα πέτραν φιλοκέρτομον ὣς παρανηχομένους, οὐδʼ ἄλλη μείζων ἄσκησις.
一方で、沈黙はあらゆる場所で責任を問われないものであり、ヒッポクラテスが言うように、渇きを伴わない(害のない)ものであるばかりでなく、罵りの中では荘厳であり、ソクラテス的であり、むしろヘラクレス的である。 彼もまた「忌まわしい言葉など、蝿ほども気に留めなかった」のだから。 しかし、罵る敵に対して、嘲る者を切り立った岩のように見なし、その傍らを泳ぎ去るかのように、沈黙を守ること以上に荘厳で美しいことはなく、これ以上に大きな訓練もない。
ἂν γὰρ ἐχθρὸν ἐθισθῇς λοιδοροῦντα φέρειν σιωπῇ, πάνυ ῥᾳδίως οἴσεις γυναικὸς ὀργὴν κακῶς λεγούσης, καὶ φίλου φωνὰς καὶ ἀδελφοῦ πικροτάτας ἀκούων ὑπομενεῖς ἀθορύβως·
というのも、もしあなたが罵る敵を沈黙のうちに耐えることに慣れるなら、悪口を言う妻の怒りを非常に容易に耐えるだろうし、友や兄弟の最も辛辣な言葉を聞いても、取り乱すことなく耐え忍ぶだろう。
πατρὶ δὲ καὶ μητρὶ τυπτόμενος καὶ βαλλόμενος παρέξεις ἄθυμον καὶ ἀμήνιτον σεαυτόν.
また、父や母に叩かれ、物を投げつけられても、感情を高ぶらせず怒らないままで自分を保つだろう。
ὁ μὲν γὰρ Σωκράτης ἔφερε τὴν Ξανθίππην θυμοειδῆ καὶ χαλεπὴν οὖσαν, ὡς εὐκόλως συνεσόμενος ἑτέροις, ἂν ἐκείνην ὑπομένειν ἐθισθῇ·
というのも、ソクラテスは、気性の激しく気難しいクサンティッペを、もし彼女を耐え忍ぶことに慣れるなら、他の人々とも容易に付き合っていけるだろうと考えて、耐え忍んでいたからである。
πολὺ δὲ βέλτιον ἐχθρῶν καὶ ἀλλοτρίων ἐγγυμνασάμενον βδελυρίαις καὶ ὀργαῖς καὶ σκώμμασι καὶ λοιδορίαις ἐθίσαι τὸν θυμὸν ἡσυχίαν ἄγειν μηδʼ ἀσχάλλειν ἐν τῷ λοιδορεῖσθαι
しかし、敵や他人の無礼や怒り、冷やかしや罵りによって(自分の心を)訓練し、罵られるときに沈黙を保ち、腹を立てないように感情を慣らすことは、はるかに優れたことである。
§9πραότητα μὲν οὖν καὶ ἀνεξικακίαν οὕτως ἔστιν ἐνεπιδείξασθαι ταῖς ἔχθραις, ἁπλότητα δὲ καὶ μεγαλοφροσύνην καὶ χρηστότητα μᾶλλον ἐν ταῖς φιλίαις.
このように、温厚さと忍耐強さは敵意(敵対関係)において示すことができ、誠実さ、気高さ、親切さはむしろ友情において示すことができる。
φίλον μὲν γὰρ οὐχ οὕτω τὸ εὖ ποιεῖν καλόν, ὡς αἰσχρὸν τὸ μὴ ποιεῖν δεόμενον·
というのも、友人に善いことをすることは、困っている彼に(善いことを)しないことが恥ずべきことであるほどには、名誉なことではないからである。
ἐχθροῦ δὲ καὶ τὸ τιμωρίαν παραλείπειν καιροῦ παρασχόντος ἐπιεικές ἐστι.
しかし、敵に対しては、機会が与えられたときにも復讐を控えることは、寛大で公明正大なことである。
τὸν δὲ καὶ πταίσαντι συμπαθήσαντα καὶ δεηθέντι συλλαβόμενον καὶ παισὶν ἐχθροῦ καὶ οἰκείοις πραγμάτων ἐν χρείᾳ γενομένοις σπουδήν τινα καὶ προθυμίαν ἐνδειξάμενον ὅστις οὐκ ἄγαται τῆς εὐμενείας οὐδʼ ἐπαινεῖ τὴν χρηστότητα, κεῖνος
"
ἐξ ἀδάμαντος
ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν
"
τῷ Καίσαρι κελεύσαντι τὰς Πομπηίου τιμὰς ἀνασταθῆναι καταβεβλημένας ὁ Κικέρων
τοὺς Πομπηίου
φησὶν
ἀνδριάντας ἀνέστησας, τοὺς δὲ σοὺς ἔπηξας
ὅθεν οὐδʼ ἐπαίνου φειστέον οὐδὲ τιμῆς περὶ ἀνδρὸς ἐχθροῦ δικαίως εὐδοκιμήσαντος.
躓いた敵に同情し、助けを求める彼を援助し、敵の子供たちや身内の者たちが困難な状況に陥ったときに、何らかの熱意と熱心さを示した人、そのような人の好意に感嘆せず、その親切さを称賛しない者は、誰であれ、「アダマスか鉄から、黒い心を鍛え上げられた」者である。 カエサルが、倒されていたポンペイウスの像を再び立て直すように命じたとき、キケロは「あなたはポンペイウスの像を立て直したが、それによってあなた自身の像を(しっかりと)打ち立てたのだ」と言った。 それゆえ、正当に名声を得ている敵の人物に対する称賛や敬意を惜しんではならない。
ἔπαινόν τε γὰρ φέρει μείζονα τοῖς ἐπαινοῦσι, καὶ πίστιν ἔχει πάλιν ἐγκαλῶν, ὡς οὐ τὸν ἄνδρα μισῶν ἀλλὰ τὴν πρᾶξιν ἀποδοκιμάζων τὸ δὲ κάλλιστον καὶ χρησιμώτατον, ἀπωτάτω καθίσταται τοῦ φθονεῖν καὶ φίλοις εὐτυχοῦσι καὶ κατορθοῦσιν οἰκείοις ὁ τοὺς ἐχθροὺς ἐθισθεὶς ἐπαινεῖν καὶ μὴ δάκνεσθαι μηδὲ βασκαίνειν εὖ πραττόντων.
なぜなら、それは称賛する者たちにより大きな称賛をもたらし、また(その者が)再び非難するときにも、彼がその人物を憎んでいるのではなく、その行為を不承認としているのだという信頼感を与えるからである。 そして最も美しく、最も有益なことに、敵を称賛し、彼らがうまくいっているときに心を痛めたり妬んだりしないことに慣れている者は、幸運な友人たちや成功している身内の人々を妬むことから最も遠いところに身を置くことになる。
καίτοι τίς ἄσκησις ἑτέρα μείζονα ὠφέλειαν ἐνεργάζεται ταῖς ψυχαῖς ἢ διάθεσιν κρείττονα τῆς ἀφαιρούσης τὸ δύσζηλον ἡμῶν καὶ φιλόφθονον;
それにしても、私たちの嫉妬深く他人の不幸を喜ぶ性質を取り除いてくれるもの以上に、魂に大きな益をもたらし、より優れた心の状態を作り出す訓練が他にあるだろうか。
ὥσπερ γὰρ ἐν πολέμῳ πολλὰ τῶν ἀναγκαίων ἄλλως; δὲ φαύλων ἔθους λαβόντα καὶ νόμου δύναμιν οὐκ ἔστι ῥᾳδίως ἀπώσασθαι καὶ βλαπτομένους, οὕτως ἡ ἔχθρα συνεισάγουσα τῷ μίσει φθόνον, ζηλοτυπίαν ἐπιχαιρεκακίαν μνησικακίαν ἐναπολείπει.
というのも、戦争においては、不可欠ではあるものの他の点では邪悪な多くのことが、習慣となり、法の力を得てしまうと、害を被っているときでも容易に排除することはできないように、そのように、敵意は憎しみとともに嫉妬、妬み、他人の不幸を喜ぶ心、恨みを持ち込み、それを(魂の内に)残してしまうのである。
πρὸς δὲ τούτοις καὶ πανουργία καὶ ἀπάτη καὶ ἐπιβουλή, δοκοῦσα μὴ φαῦλον εἶναι μηδʼ ἄδικον πρὸς ἐχθρόν, ἂν ἐγγένηται, παραμένει δυσαπάλλακτος·
これらに加えて、敵に対しては邪悪でも不義でもないと思われる狡猾さ、欺瞞、陰謀も、ひとたび(魂の内に)生じると、取り除くのが困難なまま残る。
εἶτα χρῶνται πρὸς τοὺς φίλους αὐτοὺς ὑπὸ συνηθείας, ἂν μὴ φυλάξωνται πρὸς τοὺς ἐχθροὺς εἴπερ οὖν ὀρθῶς ὁ Πυθαγόρας, ἐν ἀλόγοις ζῴοις ἐθίζων ὠμότητος ἀπέχεσθαι καὶ πλεονεξίας, ὀρνέων τε θηρευτὰς παρῃτεῖτο καὶ βόλους ὠνούμενος ἰχθύων ἐκέλευεν ἀφιέναι, καὶ παντὸς ἡμέρου ζῴου φόνον ἀπηγόρευε, πολὺ δήπου σεμνότερόν ἐστιν ἐν διαφοραῖς πρὸς ἀνθρώπους καὶ φιλονεικίαις, γενναῖον ἐχθρὸν ὄντα καὶ δίκαιον καὶ ἀψευδῆ, τὰ μοχθηρὰ καὶ ἀγεννῆ καὶ πανοῦργα πάθη κολάζειν καὶ ταπεινὰ ποιεῖν, ὅπως ἐν τοῖς πρὸς τοὺς φίλους συμβολαίοις παντάπασιν ἀτρεμῇ καὶ ἀπέχηται τοῦ κακουργεῖν.
そして、もし他们が敵に対して(これらを)用心しないなら、習慣によって友人たち自身に対してもそれを用いるようになる。 それゆえ、もしピタゴラスが、理性のない動物たちにおいて、残虐さや貪欲さを避けるように人々を慣れさせ、鳥の猟師たちを説得して(鳥を放させ)、魚の網を買い取っては(魚を)放すように命じ、すべての飼い慣らされた動物の殺害を禁止したことが正しいとするなら、人間との争いや対立において、気高く、公正で、偽りのない敵でありつつ、邪悪で卑劣で狡猾な情念を抑え込み、それらを卑小なものにすることは、はるかに崇高なことであるに違いない。 それは、友人たちとの交際において、完全に穏やかであり、悪事を働くことを避けるためである。
Σκαῦρος ἐχθρὸς ἦν Δομιτίου· καὶ κατήγορος.
スカウルスはドミティウスの敵であり、告発者であった。
οἰκέτης οὖν τοῦ Δομιτίου πρὸ τῆς δίκης ἧκε πρὸς αὐτὸν ὡς ἔχων τι μηνῦσαι τῶν λανθανόντων ἐκεῖνον, ὁ δʼ οὐκ εἴασεν εἰπεῖν, ἀλλὰ συλλαβὼν τὸν ἄνθρωπον ἀπήγαγε πρὸς τὸν δεσπότην.
裁判の前に、ドミティウスの家来が、ドミティウスが気づいていないことについて何か告発することがあると言って彼のところに来たが、スカウルスは話すことを許さず、その者を捕らえて主人のもとへ送り返した。
Κάτωνι δὲ Μουρήναν διώκοντι δημοκοπίας καὶ συνάγοντι, τοὺς ἐλέγχους ἐξ, ἔθους παρηκολούθουν οἱ τὰ πραττόμενα παραφυλάττοντες.
また、カトがムレナを(不法な)票の買収で告発し、証拠を集めていたとき、カトの行動を監視していた者たちが習慣的に証拠集めに同行していた。
πολλάκις οὖν αὐτὸν ἠρώτων εἴ τι μέλλει σήμερον συνάγειν ἢ πραγματεύεσθαι πρὸς τὴν κατηγορίαν·
それゆえ、彼らはしばしばカトに、今日、告発のために何か証拠を集めたり準備したりする予定があるかどうかを尋ねた。
εἰ δὲ μὴ φαίη, πιστεύοντες ἀπῄεσαν.
そして、もし彼がないと言えば、彼を信じて立ち去ったのである。
ταῦτα μὲν οὖν αὐτοῦ τῆς δόξης ἔχει τεκμήριον μέγιστον·
これらは、彼の評判についての最大の証拠である。
ἀλλὰ μεῖζον καὶ κάλλιον, ὅτι τῷ δικαίῳ χρῆσθαι καὶ πρὸς ἐχθροὺς ἐθισθέντες οὐδέποτε μὴ προσενεχθῶμεν ἀδίκως καὶ πανούργως τοῖς συνήθεσι καὶ φίλοις.
しかし、それ以上に大きく、より美しいことは、敵に対しても公正に振る舞うことに慣れることによって、私たちが親しい人々や友人に対して不当かつ狡猾に振る舞うことが決してなくなる、ということである。