§7ἐπειδὰν τοίνυν ἡλικίαν λάβωσιν ὑπὸ παιδαγωγοῖς τετάχθαι, ἐνταῦθα δὴ πολλὴν ἐπιμέλειαν ἑκτέον ἐστὶ τῆς τούτων καταστάσεως, ὡς μὴ λάθωσιν ἀνδραπόδοις ἢ βαρβάροις ἢ παλιμβόλοις τὰ τέκνα παραδόντες.
因此,当他们到了被安置在教育员手下的年龄时,此时就必须对这些人的任命倾注极大的关注,以免他们在不知不觉中将孩子托付给奴隶、野蛮人或反复无常的人。
ἐπεὶ νῦν γε τὸ γιγνόμενον πολλοῖς ὑπερκαταγέλαστόν ἐστι.
因为现在所发生的事情在许多人看来是极其荒谬的。
τῶν γὰρ δούλων τῶν σπουδαίων τοὺς μὲν γεωργοὺς ἀποδεικνύουσι, τοὺς δὲ ναυκλήρους τοὺς δʼ ἐμπόρους τοὺς δʼ οἰκονόμους τοὺς δὲ δανειστάς· ὅ τι δʼ ἂν εὕρωσιν ἀνδράποδον οἰνόληπτον καὶ λίχνον, πρὸς πᾶσαν πραγματείαν ἄχρηστον, τούτῳ φέροντες ὑποβάλλουσι τοὺς υἱούς.
在优秀的奴隶中,他们指定一些人当农民,一些人当船长,一些人当商人,一些人当管家,一些人当债权人;但如果他们发现有任何一个奴隶嗜酒、贪吃,对任何实际事务毫无用处,他们就会把儿子带去交给他。
δεῖ δὲ τὸν σπουδαῖον παιδαγωγὸν τοιοῦτον εἶναι τὴν φύσιν οἷόσπερ ἦν ὁ Φοῖνιξ ὁ τοῦ Ἀχιλλέως παιδαγωγός.
优秀的教育员在天性上应当像阿基琉斯的教育员菲尼克斯那样。
τὸ δὲ πάντων μέγιστον καὶ κυριώτατον τῶν εἰρημένων ἔρχομαι φράσων.
而在已说过的所有事情中最大、最关键的一点,我将要阐明。
διδασκάλους γὰρ ζητητέον τοῖς τέκνοις, οἳ καὶ τοῖς βίοις εἰσὶν ἀδιάβλητοι καὶ τοῖς τρόποις ἀνεπίληπτοι καὶ ταῖς ἐμπειρίαις ἄριστοι· πηγὴ γὰρ καὶ ῥίζα καλοκαγαθίας τὸ νομίμου τυχεῖν παιδείας.
必须为孩子们寻找教师,他们不仅在生活上无可指责,在品格上无可挑剔,而且在经验上最为优秀;因为获得正规教育是高尚与美德的源泉和根基。
καὶ καθάπερ τὰς χάρακας οἱ γεωργοὶ τοῖς φυτοῖς παρατιθέασιν, οὕτως οἱ νόμιμοι τῶν διδασκάλων ἐμμελεῖς τὰς ὑποθήκας καὶ παραινέσεις παραπηγνύουσι τοῖς νέοις, ἵνʼ ὀρθὰ τούτων βλαστάνῃ τὰ ἤθη.
正如农民在植物旁立起支柱,优秀的教师也是这样在年轻人心中树立得体的规诫和劝告,以便他们的品德能够端正地生长。
νῦν δέ τις κἂν καταπτύσειε τῶν πατέρων ἐνίων, οἵτινες πρὶν δοκιμάσαι τοὺς μέλλοντας διδάσκειν, διʼ ἄγνοιαν, ἔσθʼ ὅτε καὶ διʼ ἀπειρίαν, ἀνθρώποις ἀδοκίμοις καὶ παρασήμοις ἐγχειρίζουσι τοὺς παῖδας.
但如今,有些人甚至会唾弃某些父亲,他们未对将要授课的人进行考察,由于无知,有时也由于无经验,便将孩子委付给没有信誉和不合格的人。
καὶ οὔπω τοῦτʼ ἐστὶ καταγέλαστον εἰ διʼ ἀπειρίαν αὐτὸ πράττουσιν, ἐκεῖνο δʼ ἐσχάτως ἄτοπον.
如果他们是因为无经验而这样做,这还算不上荒谬,而那另一件事才是极其奇特。
τὸ ποῖον;
那是哪种事?
ἐνίοτε γὰρ εἰδότες, αἰσθόμενοι δὲ καὶ ἄλλων αὐτοῖς τοῦτο λεγόντων, τὴν ἐνίων τῶν παιδευτῶν ἀπειρίαν ἅμα καὶ μοχθηρίαν, ὅμως τούτοις ἐπιτρέπουσι τοὺς παῖδας, οἱ μὲν ταῖς τῶν ἀρεσκευομένων ἡττώμενοι κολακείαις, εἰσὶ δʼ οἳ καὶ δεομένοις χαριζόμενοι φίλοις, παρόμοιον ποιοῦντες ὥσπερ ἂν εἴ τις τῷ σώματι κάμνων τὸν σὺν ἐπιστήμῃ δυνηθέντʼ ἂν σῶσαι παραλιπών, φίλῳ χαριζόμενος τὸν διʼ ἀπειρίαν ἀπολέσαντʼ ἂν αὐτὸν προέλοιτο, ἢ ναύκληρον τὸν ἄριστον ἀφεὶς τὸν χείριστον δοκιμάσειε φίλου δεηθέντος.
因为有时他们明明知道,甚至听别人对他们说过某些教育者的无经验与恶劣品行,却依然把孩子托付给他们,有的人是屈从于讨好者们奉承的甜言蜜语,还有的人则是向恳求他们的朋友妥协,其所作所为正如一个人身体患病,却撇开那些有知识能救治他的人,为了取悦朋友,反而选择了一个会因无经验而害死他的人,或者撇开最优秀的船长,因朋友的恳求而选用了最差的一个。
Ζεῦ καὶ θεοὶ πάντες, πατήρ τις καλούμενος πλείω λόγον τῆς τῶν δεομένων ποιεῖται χάριτος ἢ τῆς τῶν τέκνων παιδεύσεως;
凭宙斯和众神起誓,一个被称为父亲的人,难道更看重恳求者的面子,而不是自己孩子的教育吗?
εἶτʼ οὐκ εἰκότα πολλάκις Σωκράτης ἐκεῖνος ὁ παλαιὸς ἔλεγεν, ὅτι εἴπερ ἄρα δυνατὸν ἦν, ἀναβάντα ἐπὶ τὸ μετεωρότατον τῆς πόλεως ἀνακραγεῖν μέρος
ὦ ἄνθρωποι, ποῖ φέρεσθε, οἵτινες χρημάτων μὲν κτήσεως πέρι πᾶσαν, ποιεῖσθε σπουδήν, τῶν δʼ υἱέων, οἷς ταῦτα καταλείψετε, μικρὰ φροντίζετε;
那么,古时的苏格拉底不是经常理所当然地说道,如果可能的话,他要登上城里最高的地方大声疾呼: “人们啊,你们正走向何方? 你们在获取财富上倾注了所有的热忱,却对将要继承这些财产的儿子们毫不关心!
τούτοις δʼ ἂν ἔγωγε προσθείην ὅτι οἱ τοιοῦτοι πατέρες παραπλήσιον ποιοῦσιν, οἷον εἴ τις τοῦ μὲν ὑποδήματος φροντίζοι, τοῦ δὲ ποδὸς ὀλιγώρως ἔχοι.
” 对此,我自己会补充说,这样的父亲所做的事,就像一个人关心鞋子却轻视脚一样。
πολλοὶ δʼ εἰς τοσοῦτο τῶν πατέρων προβαίνουσι φιλαργυρίας ἅμα καὶ μισοτεκνίας, ὥσθʼ ἵνα μὴ πλείονα μισθὸν τελέσειαν, ἀνθρώπους τοὺς μηδενὸς τιμίους αἱροῦνται τοῖς τέκνοις παιδευτάς, εὔωνον ἀμαθίαν διώκοντες.
许多父亲在贪财和憎恨孩子上走得如此之远,以至于为了不支付更多的报酬,他们为孩子选择毫无价值的人作教育者,追求廉价的无知。
ᾗ καὶ Ἀρίστιππος οὐκ ἀκόμψως ἀλλὰ καὶ πάνυ ἀστείως ἐπέσκωψε τῷ λόγῳ πατέρα νοῦ καὶ φρενῶν κενόν.
为此,亚里斯提卜也以极其优雅而又充满机智的语言,讽刺了一个缺乏理智和头脑的父亲。
ἐρωτήσαντος γάρ τινος αὐτὸν πόσον αἰτοίη μισθὸν ὑπὲρ τῆς τοῦ τέκνου παιδεύσεως,
χιλίας
ἔφησε
δραχμάς.
因为当有人问他,为了教育孩子他要求多少报酬时,他说“一千德拉克马”。
τοῦ δʼ
Ἡράκλεις
εἰπόντος,
ὡς ὑπέρπολυ τὸ αἴτημα·
那人回答说“凭赫拉克勒斯起誓! 这要求太高了。
δύναμαι γὰρ ἀνδράποδον χιλίων πρίασθαι,
τοιγαροῦν
εἶπε δύο
ἕξεις ἀνδράποδα, καὶ τὸν υἱὸν καὶ ὃν ἂν πρίῃ.
我用一千德拉克马就能买一个奴隶了。 ”于是他说:“因此你将拥有两个奴隶,即你的儿子和你买来的那个。
τὸ δʼ ὅλον πῶς οὐκ ἄτοπον τῇ μὲν δεξιᾷ συνεθίζειν τὰ παιδία δέχεσθαι τὰς τροφάς, κἂν εἰ προτείνειε τὴν ἀριστεράν, ἐπιτιμᾶν, μηδεμίαν δὲ ποιεῖσθαι πρόνοιαν τοῦ λόγων ἐπιδεξίων καὶ νομίμων ἀκούειν;
” 总之,习惯于让孩子们用右手接受食物,如果他们伸出左手就加以惩戒,却对他们倾听得体和正规的教导不作任何预备,这难道不是荒谬吗?
τί οὖν συμβαίνει τοῖς θαυμαστοῖς πατράσιν, ἐπειδὰν κακῶς μὲν θρέψωσι κακῶς δὲ παιδεύσωσι τοὺς υἱεῖς, ἐγὼ φράσω.
那么,当这些令人惊叹的父亲们把儿子养得不好、教得不好时,会发生什么,我来告诉你。
ὅταν γὰρ εἰς ἄνδρας ἐγγραφέντες τοῦ μὲν ὑγιαίνοντος καὶ τεταγμένου βίου καταμελήσωσιν, ἐπὶ δὲ τὰς ἀτάκτους καὶ ἀνδραποδώδεις ἡδονὰς ἑαυτοὺς κρημνίσωσι, τότε δὴ μεταμέλονται τὴν τῶν τέκνων προδεδωκότες παιδείαν, ὅτʼ οὐδὲν ὄφελος, τοῖς ἐκείνων ἀδικήμασιν ἀδημονοῦντες.
因为当他们登记为成年人,忽视健康而有条理的生活,并投身于无秩序和奴隶般的快乐中时,此时他们才会后悔背弃了孩子的教育,但已无济于事,只是为孩子们的罪错感到忧心忡忡。
οἱ μὲν γὰρ αὐτῶν κόλακας καὶ παρασίτους ἀναλαμβάνουσιν, ἀνθρώπους ἀσήμους καὶ καταράτους καὶ τῆς νεότητος ἀνατροπέας καὶ λυμεῶνας, οἱ δέ τινες ἑταίρας καὶ χαμαιτύπας λυτροῦνται σοβαρὰς καὶ πολυτελεῖς, οἱ δὲ κατοψοφαγοῦσιν, οἱ δʼ εἰς κύβους καὶ κώμους ἐξοκέλλουσιν, ἤδη δέ τινες καὶ τῶν νεανικωτέρων ἅπτονται κακῶν, μοιχεύοντες καὶ οἰκοφθοροῦντες καὶ μίαν ἡδονὴν θανάτου τιμώμενοι.
因为他们中的一些人招揽奉承者和寄生虫,那些声名狼藉、受诅咒的、年轻一代的颠覆者和毁灭者;另一些人则赎出傲慢且昂贵的高级妓女或娼妓;另一些人贪图美食;另一些人沉溺于掷骰和狂欢;甚至还有一些年轻人开始染指更严重的恶行,通奸、败家,并将生命等同于单一快乐的代价。
φιλοσοφίᾳ δʼ ὁμιλήσαντες οὗτοι οὐ τοιούτοις ἴσως πράγμασιν ἑαυτοὺς καταπειθεῖς παρέσχοντο, καὶ τό γε παράγγελμα τοῦ Διογένους ἔμαθον ἄν, ὃς φορτικῶς μὲν τοῖς ῥήμασιν ἀληθῶς δὲ τοῖς πράγμασι παραινεῖ καί φησιν
εἴσελθε εἰς πορνεῖόν παῖ, ἵνα μάθῃς ὅτι τῶν ἀναξίων τὰ τίμια οὐδὲν διαφέρει
但如果他们与哲学为伍,这些人也许不会让自己顺从于这样的事情,也定会学会第欧根尼的教导,他虽然言辞粗俗却在事实上说出了真理,说道: “孩子,进妓院去吧,好让你明白,高贵之物与无价值之物毫无区别。 ”