Humanitext Reader

普鲁塔克 · 论儿童教育 §1-3

作为教育前提的高贵出身与受孕时的节制

第 1 段,共 13 段 · 希腊语

内容简介

在开始讨论自由出身子嗣的教育时,作者强调了高贵出身的重要性,并结合狄奥根尼的逸事,论证了父母在受孕时克制饮酒的必要性。

§1τί τις ἂν ἔχοι εἰπεῖν περὶ τῆς τῶν ἐλευθέρων παίδων ἀγωγῆς καὶ τίνι χρώμενοι σπουδαῖοι τοὺς τρόπους ἂν ἀποβαῖεν, φέρε σκεψώμεθα.
让我们来探讨一下,关于自由出身之子嗣的教育,人们可以谈些什么,以及他们通过实践何种习惯,才能在品格上变得优秀。
§2βέλτιον δʼ ἴσως ἀπὸ τῆς γενέσεως ἄρξασθαι πρῶτον.
首先从出生开始谈起,或许会更好。
τοῖς τοίνυν ἐπιθυμοῦσιν ἐνδόξων τέκνων γενέσθαι πατράσιν ὑποθείμην ἂν ἔγωγε μὴ ταῖς τυχούσαις γυναιξὶ συνοικεῖν, λέγω δʼ οἷον ἑταίραις ἢ παλλακαῖς τοῖς γὰρ μητρόθεν ἢ πατρόθεν οὐκ εὖ γεγονόσιν ἀνεξάλειπτα παρακολουθεῖ τὰ τῆς δυσγενείας ὀνείδη παρὰ πάντα τὸν βίον καὶ πρόχειρα τοῖς ἐλέγχειν καὶ λοιδορεῖσθαι βουλομένοις.
那么,对于那些渴望成为杰出子嗣之父亲的人,我个人建议他们不要与普通的女人同居——我是指,例如妓女或妾室;因为对于那些母方或父方出身不贵的人,其出身微贱的耻辱将终生不可磨灭地伴随着他们,并且极易被那些想要驳斥和羞辱他们的人所利用。
καὶ σοφὸς ἦν ἄρʼ ὁ ποιητὴς ὅς φησιν " ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους " καλὸς οὖν παρρησίας θησαυρὸς εὐγένεια, ἧς δὴ πλεῖστον λόγον ποιητέον τοῖς νομίμου παιδοποιίας γλιχομένοις.
因此,那位写道: “当家族的基石未能正确奠定,其后代必然遭遇不幸” 的诗人确实是睿智的。 因而,高贵的出身是自由言论的美好宝库,那些渴望合法生育子嗣的人必须对此予以最大的重视。
καὶ μὲν δὴ τὰ φρονήματα τῶν ὑπόχαλκον καὶ κίβδηλον ἐχόντων τὸ γένος σφάλλεσθαι καὶ ταπεινοῦσθαι πέφυκε, καὶ μάλʼ ὀρθῶς ὁ λέγων ποιητής φησι " δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ, ὅταν συνειδῇ μητρὸς ἢ πατρὸς κακά " ὥσπερ ἀμέλει μεγαλαυχίας ἐμπίπλανται καὶ φρυάγματος οἱ γονέων διασήμων.
事实上,那些血统中含有杂质且虚假之人的心气自然容易受挫和变得卑微,而那位说话的诗人极其正确地说道: “因为这使人沦为奴隶,即便他内心勇敢,一旦他意识到母亲或父亲的恶行” 正如同,毫无疑问,名门之后则充满了自豪与傲慢。
Διόφαντον γοῦν τὸν Θεμιστοκλέους πολλάκις λέγουσι φάναι καὶ πρὸς πολλοὺς ὡς ὅ τι ἂν αὐτὸς βούληται, τοῦτο καὶ τῷ δήμῳ συνδοκεῖ τῷ τῶν Ἀθηναίων.
无论如何,人们常说,地米斯托克利的儿子狄奥凡托斯曾多次对许多人说,凡是他自己想要的,这也同样得到雅典民众的赞同。
ἃ μὲν γὰρ αὐτὸς ἐθέλει, καὶ ἡ μήτηρ· ἃ δʼ ἂν ἡ μήτηρ, καὶ Θεμιστοκλῆς ἃ δʼ ἂν Θεμιστοκλῆς, καὶ πάντες Ἀθηναῖοι.
因为他自己想要的,他母亲也想要;而他母亲想要的,地米斯托克利也想要;而地米斯托克利想要的,所有雅典人也都想要。
πάνυ δʼ ἄξιον ἐπαινεῖν καὶ Λακεδαιμονίους τῆς μεγαλοφροσύνης, οἵτινες Ἀρχίδαμον τὸν βασιλέα ἑαυτῶν ἐζημίωσαν χρήμασιν, ὅτι μικρὰν τὸ μέγεθος γυναῖκα γάμῳ λαβεῖν ὑπέμεινεν, ὑπειπόντες ὡς οὐ βασιλέας ἀλλὰ βασιλείδας παρασχεῖν αὐτοῖς διανοοῖτο.
也非常值得赞扬拉刻代蒙人的高傲气节,他们对自己的国王阿耳基达摩斯处以罚款,因为他竟然娶了一位身材矮小的女子为妻,指责他意图为他们提供的不是国王,而是小王。
§3ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν ὅπερ οὐδὲ τοῖς πρὸ ἡμῶν παρεωρᾶτο.
紧接着这些,应当谈谈那些即便是我们前辈也未曾忽略的事。
τὸ ποῖον;
是什么事呢?
ὅτι τοὺς ἕνεκα παιδοποιίας πλησιάζοντας ταῖς γυναιξὶν ἤτοι τὸ παράπαν ἀοίνους ἢ μετρίως γοῦν οἰνωμένους ποιεῖσθαι προσήκει τὸν συνουσιασμόν.
就是为了生育子嗣而接近妻子的男子,在进行性交时,应当要么完全不饮酒,要么至少适度饮酒。
φίλοινοι γὰρ καὶ μεθυστικοὶ γίγνεσθαι φιλοῦσιν ὧν ἂν τὴν ἀρχὴν τῆς σπορᾶς οἱ πατέρες ἐν μέθῃ ποιησάμενοι τύχωσιν.
因为那些在其父亲醉酒时恰好播下生命之种的孩子,往往会变得嗜酒且易醉。
καὶ Διογένης μειράκιον ἐκστατικὸν ἰδὼν καὶ παραφρονοῦν νεανίσκε ἔφησεν, ὁ πατήρ σε μεθύων ἔσπειρε καὶ περὶ μὲν τῆς γενέσεως τοσαῦτʼ εἰρήσθω μοι, περὶ δὲ τῆς ἀγωγῆς καὶ δὴ λεκτέον.
狄奥根尼看到一个神魂颠倒、失去理智的青年,说道: “年轻人,” 他说道, “你父亲是在醉酒时播种了你。 ” 关于出生,我就谈这么多,接下来确实必须谈谈教育了。

词汇与语法注释

  1. ¦1a¦τοὺς τρόπους — 关系宾格(或称尊重宾格),修饰形容词 σπουδαῖοι(优秀的、高尚的),表示“在品格上”或“就性格而言”。
  2. ¦1b¦ἐνδόξων τέκνων — 属格 ἐνδόξων τέκνων 并非 ἐπιθυμοῦσιν 的直接宾语,而是作为不定式 γενέσθαι 的谓语修饰 πατράσιν。整句意为“渴望成为杰出子嗣的父亲”。
  3. ¦1d¦βασιλείδας — 虽然它是女性名词 βασιλίς(女王、王后)的复数宾格形式,但在此语境中(因国王娶矮小女子而处罚他),并结合古典文献中的平行文本,它被解释为表示缩小的指代,意为“小王”或“王样”而非“女王”。
  4. ¦20¦ποιησάμενοι τύχωσιν — 动词 τυγχάνω 连用主格分词的句式,表示“碰巧/偶然做某事”。此处在关系代词 ὧν 引导的关系从句中,与 ἂν 及虚拟语气(τύχωσιν)连用,带有条件意味,意为“凡是其父亲碰巧在醉酒时奠定生命开端的那些人”。

引用这一段

普鲁塔克, 论儿童教育 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg067.humanitext-grc2:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。