§18ταῦτα μὲν οὖν καλὰ καὶ συμφέροντα· ἃ δὲ μέλλω λέγειν, ἀνθρώπινα.
这些事是美好且有益的;但我将要说的,则是合乎人情(人性)的事。
οὐδὲ γὰρ αὖ πάλιν τοὺς πατέρας ἔγωγʼ ἀξιῶ τελέως τραχεῖς καὶ σκληροὺς εἶναι τὴν φύσιν, ἀλλὰ πολλαχοῦ καὶ συγχωρῆσαί τινα τῷ νεωτέρῳ τῶν ἁμαρτημάτων, καὶ ἑαυτοὺς ἀναμιμνῄσκειν ὅτι ἐγένοντο νέοι.
因为我并不认为父亲们应当在本性上完全粗暴和严苛,反而应当在许多地方宽恕年轻人的一些过错,并提醒自己他们也曾年轻过。
καὶ καθάπερ ἰατροὶ τὰ πικρὰ τῶν φαρμάκων τοῖς γλυκέσι χυμοῖς καταμιγνύντες τὴν τέρψιν ἐπὶ τὸ συμφέρον πάροδον εὗρον, οὓτω δεῖ τοὺς πατέρας τὴν τῶν ἐπιτιμημάτων ἀποτομίαν τῇ πραότητι μιγνύναι, καὶ τοτὲ μὲν ταῖς ἐπιθυμίαις τῶν παίδων ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας, τοτὲ δʼ αὖ πάλιν ἀντιτεῖναι, καὶ μάλιστα μὲν εὐκόλως φέρειν τὰς ἁμαρτίας, εἰ δὲ μή γε, πρὸς καιρὸν ὀργισθέντας ταχέως ἀποφλεγμῆναι.
正如医生将苦药与甜汁混合,以此利用快乐作为通往有益之物的途径,父亲们也应当将责备的严厉与温和结合起来,有时顺从孩子们的欲望并放松缰绳,有时则相反地加以收紧,尤其是应当宽容地对待他们的过错,若做不到,也应在片刻发怒之后迅速平息火气。
μᾶλλον γὰρ ὀξύθυμον εἶναι δεῖ τὸν πατέρα ἢ βαρύθυμον, ὡς τό γε δυσμενὲς καὶ δυσκατάλλακτον μισοτεκνίας οὐ μικρὸν τεκμήριόν ἐστι.
因为父亲宁 growth(宁可)是易怒的,也不要是阴沉的,因为怀恨和难以和解乃是厌恶子女的不小证明。
καλὸν δὲ καὶ ἔνια τῶν ἁμαρτημάτων μηδʼ εἰδέναι δοκεῖν, ἀλλὰ τὸ τοῦ γήρως ἀμβλυῶττον καὶ δύσκωφον ἐπὶ τὰ γιγνόμενα μεταφέρειν, ὡς ἔνια τῶν πραττομένων ὁρῶντας μὴ ὁρᾶν καὶ μὴ ἀκούειν ἀκούοντας.
假装甚至不知道他们的某些过错也是件好事,而将老年的眼花和耳背套用到正在发生的事情上,从而对所做的某些事视而不见、听而不闻。
φίλων ἁμαρτήματα φέρομεν· τί θαυμαστὸν εἰ τέκνων;
我们能容忍朋友的过错;若容忍子女的,又有什么奇怪的呢?
δούλων πολλάκις κραιπαλώντων μέθην οὐκ ἐξηλέγξαμεν.
奴隶们经常因宿醉而醉酒,我们不也常常不予揭穿吗?
ἐφείσω ποτέ, ἀλλὰ καὶ χορήγησον ἠγανάκτησάς ποτε, ἀλλὰ καὶ σύγγνωθι.
你曾节省开支;好,另一次就提供资金。 你曾愤怒;好,另一次就予以原谅。
ἐβουκόλησέ ποτε διʼ οἰκέτου· τὴν ὀργὴν κάτασχε.
他曾通过仆人蒙骗你;按捺住你的怒火。
ἐξ ἀγροῦ ποτε ζεῦγος ἀφείλετο, ἦλθέ ποτε χθιζῆς μέθης ἀποπνέων, ἀγνόησον·
他曾从田里牵走一双牛,或者带着昨日宿醉的气味回来;假装不知。
μύρων ὄζων, σίγησον.
他身上散发着香水味;保持沉默。
οὕτω σκιρτῶσα νεότης πωλοδαμνεῖται
以此方式,欢跃的青春得到了驯化。
§19πειρατέον δὲ τοὺς τῶν ἡδονῶν ἥττους καὶ πρὸς τὰς ἐπιτιμήσεις δυσηκόους γάμῳ καταζεῦξαι, δεσμὸς γὰρ οὗτος τῆς νεότητος ἀσφαλέστατος.
我们应当设法让那些屈服于享乐、不听从规劝的人成婚,因为这是对青春最稳固的束缚。
ἐγγυᾶσθαι δὲ δεῖ τοῖς υἱέσι γυναῖκας μήτʼ εὐγενεστέρας πολλῷ μήτε πλουσιωτέρας· τὸ γὰρ
τὴν κατὰ σαυτὸν ἔλα
σοφόν.
应当为儿子们迎娶身份不至高出太多、财产也不至富裕太多的妻子;因为“娶与你相配的人”这句格言是明智的。
ὡς οἵ γε μακρῷ κρείττους ἑαυτῶν λαμβάνοντες οὐ τῶν γυναικῶν ἄνδρες, τῶν δὲ προικῶν δοῦλοι λανθάνουσι γιγνόμενοι.
因为娶了远胜过自己的妻子的人,不知不觉中并没有成为妻子的丈夫,反而成了她们嫁妆的奴隶。
§20βραχέα δὲ προσθεὶς ἔτι περιγράψω τὰς ὑποθήκας.
再加上几句简短的话,我便将这些劝诫做个总结。
πρὸ πάντων γὰρ δεῖ τοὺς πατέρας τῷ μηδὲν ἁμαρτάνειν ἀλλὰ πάνθʼ ἃ δεῖ πράττειν ἐναργὲς αὑτοὺς παράδειγμα τοῖς τέκνοις παρέχειν, ἵνα πρὸς τὸν τούτων βίον ὥσπερ κάτοπτρον ἀποβλέποντες ἀποτρέπωνται τῶν αἰσχρῶν ἔργων καὶ λόγων.
因为最重要的是,父亲们应当通过自己不犯任何过错、行尽本分,来为孩子们提供一个鲜明的榜样,以便孩子们注视着他们的生活,就如注视着镜子一般,从而远离可耻的行为和言论。
ὡς οἵτινες τοῖς ἁμαρτάνουσιν υἱοῖς ἐπιτιμῶντες τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτουσιν, ἐπὶ τῷ ἐκείνων ὀνόματι λανθάνουσιν ἑαυτῶν κατήγοροι γιγνόμενοι τὸ δʼ ὅλον φαύλως ζῶντες οὐδὲ τοῖς δούλοις παρρησίαν ἄγουσιν ἐπιτιμᾶν, μὴ τί γε τοῖς υἱοῖς.
因为那些人在指责犯错的儿子的同时,自己也陷入同样的过错中,这便是在那儿子的名字下,不知不觉地成为了自己的控告者;并且他们整体上生活卑劣,连指责奴隶的坦诚都没有,更不用说指责儿子了。
χωρὶς δὲ τούτων γένοιντʼ ἂν αὐτοῖς τῶν ἀδικημάτων σύμβουλοι καὶ διδάσκαλοι.
此外,他们还会成为孩子们作恶的顾问和教师。
ὅπου γὰρ γέροντές εἰσιν ἀναίσχυντοι, ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναιδεστάτους εἶναι.
因为在老人无耻的地方,年轻人也必然极其厚颜无耻。
πειρατέον οὖν εἰς τὸν τῶν τέκνων σωφρονισμὸν πάνθʼ ὅσα προσῆκεν ἐπιτηδεύειν, ζηλώσαντας Εὐρυδίκην, ἥτις Ἰλλυρὶς οὖσα καὶ τριβάρβαρος, ὅμως ἐπὶ τῇ μαθήσει τῶν τέκνων ὀψὲ τῆς ἡλικίας ἥψατο παιδείας.
因此,我们应当为了教化子女而尽力实践一切合适的事,效仿欧律狄刻,她虽是伊利里亚人,又是“三重野蛮人”,但为了孩子们的学习,仍然在晚年开始接触教育。
ἱκανῶς δʼ αὐτῆς τὴν φιλοτεκνίαν σημαίνει τοὐπίγραμμα, ὅπερ ἀνέθηκε Μούσαις
"
Εὐρυδίκη Ἱεραπολιῆτις τόνδʼ ἀνέθηκε
Μούσαις εὔιστον ψυχῇ ἑλοῦσα πόθον.
她献给缪斯女神的铭文,已充分表明了她的慈子之心:“希拉波利斯的欧律狄刻将此献给缪斯,因她在心中怀着对知识的渴望。
γράμματα γὰρ μνημεῖα λόγων μήτηρ γεγαυῖα
παίδων ἡβώντων ἐξεπόνησε μαθεῖν.
因已成为成长中孩子的母亲,她努力学习文字,那言辞的纪念碑。
"
τὸ μὲν οὖν πάσας τὰς προειρημένας συμπεριλαβεῖν εὐχῆς ἴσως ἢ παραινέσεως ἔργον ἐστί· τὸ δὲ τὰς πλείους ζηλῶσαι καὶ αὐτὸ μὲν εὐμοιρίας δεόμενόν ἐστι καὶ πολλῆς ἐπιμελείας, ἀνυστὸν δʼ οὖν ἀνθρωπίνῃ φύσει καθέστηκεν.
”那么,囊括上述所有的诫命,或许只是祈祷或劝告的任务;然而效仿其中的大部分,虽然这本身就需要好运和极大的用心,但终究已被确立为人类本性所能达成的目标。