← プルタルコス

子供の教育について

§17

ピュタゴラスの象徴的戒めと追従者への警戒

ピュタゴラスの様々な「謎めいた言葉(訓戒)」を提示して解釈し、子供を悪人から遠ざけることの重要性を説く。さらに、若者を最も堕落させる存在として「追従者(おべっか使い)」を挙げ、その有害性と、学友の邪悪さを排除すべきであることを強調する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§17

καθόλου δʼ ἀπείργειν προσήκει τοὺς παῖδας τῆς πρὸς τοὺς πονηροὺς ἀνθρώπους συνουσίας· ἀποφέρονται γάρ τι τῆς τούτων κακίας. τοῦτο δὲ παρήγγειλε καὶ Πυθαγόρας αἰνίγμασιν ἅπερ ἐγὼ παραθεὶς ἐξηγήσομαι· καὶ γὰρ ταῦτα πρὸς ἀρετῆς κτῆσιν συμβάλλεται ῥοπὴν οὐκ ἐλαχίστην. οἷον μὴ γεύεσθαι μελανούρων τουτέστι μὴ συνδιατρίβειν μέλασιν ἀνθρώποις διὰ κακοήθειαν. μὴ ζυγὸν ὑπερβαίνειν; τουτέστιν ὅτι δεῖ τῆς δικαιοσύνης πλεῖστον ποιεῖσθαι λόγον καὶ μὴ ταύτην ὑπερβαίνειν. μὴ ἐπὶ χοίνικος καθίσαι ἤτοι φεύγειν ἀργίαν καὶ προνοεῖν ὅπως τὴν ἀναγκαίαν παρασκευάσωμεν τροφήν. μὴ παντὶ ἐμβάλλειν δεξιάν ἀντὶ τοῦ προχείρως οὐ δεῖ συναλλάσσειν. μὴ φορεῖν στενὸν δακτύλιον; ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν ὡς μὴ δεῖν αὐτόν.1 πῦρ σιδήρῳ μὴ σκαλεύειν; ἀντὶ τοῦ θυμούμενον μὴ ἐρεθίζειν· οὐ γὰρ προσῆκεν, ἀλλʼ ὑπείκειν τοῖς ὀργιζομένοις. μὴ ἐσθίειν καρδίαν ἤτοι μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρύχοντα. κυάμων ἀπέχεσθαι ὅτι οὐ δεῖ πολιτεύεσθαι· κυαμευταὶ γὰρ ἦσαν2 ἔμπροσθεν αἱ ψηφοφορίαι διʼ ὧν πέρας ἐπετίθεσαν ταῖς ἀρχαῖς. σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν· ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκεν· ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δʼ ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὅρους ἐλθόντας, τουτέστι μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως καὶ μὴ ἀθυμεῖν. ἀνακάμψω δʼ ἐπὶ τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν· ἁπάντων γὰρ ὅπερ ἔφην τῶν πονηρῶν ἀνθρώπων ἀπάγειν δεῖ τοὺς παῖδας, μάλιστα δὲ τῶν κολάκων. ὅπερ γὰρ πολλάκις καὶ πρὸς πολλοὺς τῶν πατέρων διατελῶ λέγων, καὶ νῦν ἂν εἴποιμι. γένος οὐδέν ἐστιν ἐξωλέστερον οὐδὲ μᾶλλον καὶ θᾶττον ἐκτραχηλίζον νεότητα τῶν κολάκων, οἳ καὶ τοὺς πατέρας καὶ τοὺς παῖδας προρρίζους ἐκτρίβουσι, τῶν μὲν τὸ γῆρας ἐπίλυπον, τῶν δὲ τὴν νεότητα ποιοῦντες, τῶν δὲ συμβουλευμάτων δέλεαρ ἀφύλακτον προτείνοντες τὴν ἡδονήν. τοῖς παισὶ τῶν πλουσίων οἱ πατέρες νήφειν παραινοῦσιν οἱ δὲ μεθύειν, σωφρονεῖν οἱ δʼ ἀσελγαίνειν, φυλάττειν οἱ δὲ δαπανᾶν, φιλεργεῖν οἱ δὲ ῥᾳθυμεῖν, στιγμὴ χρόνου πᾶς ἐστιν ὁ βίος λέγοντες, ζῆν οὐ παραζῆν προσῆκε. τί δὲ φροντιστέον ἡμῖν τῶν τοῦ πατρὸς ἀπειλῶν; κρονόληρος καὶ σοροδαίμων ἐστί, καὶ μετέωρον αὐτὸν ἀράμενοι τὴν ταχίστην ἐξοίσομεν. καθῆκε δέ τις καὶ χαμαιτύπην καὶ προηγώγευσε γαμετήν; καὶ τὰ τῶν πατέρων ἐφόδια τοῦ γήρως ἐσύλησε καὶ περιέκοψε. μιαρὸν τὸ φῦλον, ὑποκριταὶ φιλίας, ἄγευστοι παρρησίας, πλουσίων μὲν κόλακες πενήτων δʼ ὑπερόπται, ὡς ἐκ λυρικῆς τέχνης ἐπὶ τοὺς νέους ἀγόμενοι, σεσηρότες ὅθʼ οἱ τρέφοντες γελῶσι, καὶ ψυχῆς ὑποβολιμαῖα καὶ νόθα μέρη βίου, πρὸς δὲ τὸ τῶν πλουσίων νεῦμα ζῶντες, τῇ τύχῃ μὲν ἐλεύθεροι, τῇ προαιρέσει δὲ δοῦλοι· ὅταν δὲ μὴ ὑβρίζωνται, τόθʼ ὑβρίζεσθαι δοκοῦντες, ὅτι μάτην παρατρέφονται. ὥστʼ εἴ τῳ μέλει τῶν πατέρων3 τῆς τῶν τέκνων εὐαγωγίας, ἐκδιωκτέον τὰ μιαρὰ ταῦτα θρέμματα, ἐκδιωκτέον δʼ οὐχ ἥκιστα καὶ τὰς τῶν συμφοιτητῶν μοχθηρίας· καὶ γάρ οὗτοι τὰς ἐπιεικεστάτας φύσεις ἱκανοὶ διαφθείρειν εἰσί.

総じて、子供たちを悪人たちとの交際から遠ざけるのがふさわしい。なぜなら、彼らはこれら悪人の悪徳をいくらか持ち帰ってしまうからである。このことはピュタゴラスも、私がこれから提示して説明する謎めいた言葉によって命じていた。というのも、これらもまた徳の獲得に向けて少なからぬ弾みを与えるからである。例えば、「めだいを食うなかれ」すなわち、その意地悪さのゆえに腹黒い人々(悪人たち)と交際してはならないということ。 「天秤の竿をまたぐなかれ」すなわち、正義を最も重んじ、これを踏み越えてはならないということ。 「枡(コイニクス)の上に座るなかれ」すなわち、怠惰を避け、いかにして必要な糧食を準備するかにあらかじめ意を用いること。 「いかなる人にも右手を差し出すなかれ」手軽に契約を結んではならないということの代わり。 「窮屈な指輪をはめるなかれ」人生を、自らを縛り付けないように営まねばならないということ。 「火を鉄でかき混ぜるなかれ」腹を立てている者を刺激してはならないということの代わり。なぜなら、怒っている者には対抗せず、譲歩するのがふさわしいからである。 「心臓を食べるなかれ」すなわち、気苦労によって自らをすり減らし、魂を傷つけてはならないということ。 「そら豆を避けるべし」すなわち、政治に関わってはならないということ。なぜなら、かつては投票がそら豆によって行われ、それによって官職の期限が定められていたからである。 「食べ物を尿瓶に入れるなかれ」なぜなら、これは邪悪な魂に優雅な教えを投げ込むのはふさわしくないということを示しているからである。なぜなら、言葉は理性の糧であり、これを人間の邪悪さが不潔なものにしてしまうからである。 「境界に達したなら、引き返すなかれ」すなわち、死に臨み、生の限界が近づいているのを見るとき、穏やかに受け入れ、落胆してはならないということ。しかし私は議論の最初の前提へと戻ることにしよう。というのは、私が言ったように、すべての悪人から子供たちを遠ざけねばならないが、とりわけ追従者(おべっか使い)たちからそうすべきだからである。私がしばしば多くの父親たちに繰り返し語っていることを、今も語ることにしたい。追従者たちほど、若者を破滅に導き、より早くかつより致命的に破滅に追いやる人種は存在しない。彼らは父親をも子供をも根こそぎ滅ぼし、前者の老後を嘆かわしいものにし、後者の若さを損ない、彼らの忠告の守りのない餌として快楽を差し出すのである。富める者の子供たちに対し、父親たちは慎み強くあるように勧めるが、彼ら(追従者たち)は深酒を勧め、父親は節制を勧めるが、彼らは放縦を勧め、父親は財産を守るように勧めるが、彼らは浪費を勧め、父親は勤勉を勧めるが、彼らは怠惰を勧める。 「人生はすべて一瞬の時間にすぎない」と彼らは言い、「生きるべきであり、ただやり過ごすべきではない」と言う。また、「父親の脅しなど、なぜ気にする必要があるのか。父親は時代遅れのぼけ老人で、棺桶に片足を突っ込んでいるのだから、一番早い方法で彼を(棺桶に)担ぎ上げて担ぎ出してしまおう。」 とも言う。また、ある者が売春婦を雇い、他人の妻を誘惑したとしよう。彼らは父親たちが老後のために用意した資金を奪い、削り取る。唾棄すべき人種、友情の偽善者、率直な意見を言うことのない者、富める者への追従者であり、貧しい者を見下す者、叙情詩の技術によるかのように若者たちを惹きつけ、養い手が笑うときにニヤニヤと笑い、魂の偽りにして私生児のような人生の部分であり、富める者の合図に従って生き、運命においては自由人であっても、主体的な選択においては奴隷である。そして、彼らは侮辱されていないときには、自分たちが無駄に養われているのだから、侮辱されていると見なすのである。それゆえ、もし父親たちのうちの誰かが子供たちの正しい導きを心にかけるならば、これら唾棄すべき飼い獣たちを追い払わねばならず、また、学友たちの邪悪さをも決して軽視せず追い払わねばならない。なぜなら、彼らもまた最も優れた性質を台無しにする力を持っているからである。

構文注3 件
  1. 12eὡς μὴ δεῖν αὐτόν

    δεῖν は非人称動詞 δεῖ(〜すべきである)の不定詞ではなく、「縛る、つなぐ」を意味する動詞 δέω の現在能動態不定詞である。また αὐτόν は直前の男性名詞 τὸν βίον(人生)を受ける代名詞であり、全体として「それを(すなわち人生を)縛り付けないように」という意味になる。

  2. 12eκυαμευταὶ γὰρ ἦσαν

    形容詞 κυαμευτός(そら豆で選ばれた)の女性複数主格形 κυαμευταί が、主語である αἱ ψηφοφορίαι(投票)の述語として用いられている。「投票がそら豆によって行われていた」という古代の慣行を叙述する。

  3. 13cεἴ τῳ μέλει τῶν πατέρων

    属格 τῶν πατέρων は、非人称動詞 μέλει(〜が心にかかる)の与格補語である不定代名詞 τῳ(τινί、「誰かに」)を修飾する部分属格である。「父親たちのうちの誰かに気にかかるならば(もし誰かが気にかけるなら)」と解釈される。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 原文 2 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0007.tlg067.humanitext-grc2:17