Humanitext Reader

普鲁塔克 · 论儿童教育 §13

休息的必要、父亲的监督与记忆力的训练

第 9 段,共 13 段 · 希腊语

内容简介

作者警告不要让孩子过度劳累,用植物和乐器作比喻阐明休息的必要性。他敦促父亲亲自监督孩子的学习,并强调培养孩子记忆力的至关重要性。

§13ἤδη δέ τινας ἐγὼ εἶδον πατέρας, οἷς τὸ λίαν φιλεῖν τοῦ μὴ φιλεῖν αἴτιον κατέστη.
我曾见过一些父亲,对他们而言,过分溺爱反而成了不爱的因由。
τί οὖν ἐστιν ὃ βούλομαι λέγειν, ἵνα τῷ παραδείγματι φωτεινότερον ποιήσω τὸν λόγον;
那么,我想说的是什么,以便用例子使我的话更加明白呢?
σπεύδοντες γὰρ τοὺς παῖδας ἐν πᾶσι τάχιον πρωτεῦσαι πόνους αὐτοῖς ὑπερμέτρους ἐπιβάλλουσιν, οἷς ἀπαυδῶντες ἐκπίπτουσι, καὶ ἄλλως βαρυνόμενοι ταῖς κακοπαθείαις οὐ δέχονται τὴν μάθησιν εὐηνίως.
因为他们急于让孩子们在一切事上更快地居于首位,便向他们施加了过度的劳苦。 孩子们对此感到力竭而放弃,并且由于在其他方面也因这些困苦而感到沉重,便不能顺从地接受学习。
ὥσπερ γὰρ τὰ φυτὰ τοῖς μὲν μετρίοις ὕδασι τρέφεται, τοῖς δὲ πολλοῖς πνίγεται, τὸν αὐτὸν τρόπον ψυχὴ τοῖς μὲν συμμέτροις αὔξεται πόνοις, τοῖς δʼ ὑπερβάλλουσι βαπτίζεται.
因为正如植物靠适量的水滋养,却会被过多的水淹死一样,同样地,灵魂靠适度的劳苦而成长,却会被过度的劳苦所淹没。
δοτέον οὖν τοῖς παισὶν ἀναπνοὴν τῶν συνεχῶν πόνων, ἐνθυμουμένους ὅτι πᾶς ὁ βίος ἡμῶν εἰς ἄνεσιν καὶ σπουδὴν διῄρηται.
因此,必须给孩子们从持续的劳苦中喘息的机会,记住我们的整个生活都被划分为松弛与严肃。
καὶ διὰ τοῦτʼ οὐ μόνον ἐγρήγορσις ἀλλὰ καὶ ὕπνος εὑρέθη, οὐδὲ πόλεμος ἀλλὰ καὶ εἰρήνη, οὐδὲ χειμὼν ἀλλὰ καὶ εὐδία, οὐδʼ ἐνεργοὶ πράξεις ἀλλὰ καὶ ἑορταί.
也正因为如此,不仅发明了清醒,也发明了睡眠;不仅有战争,也有和平;不仅有暴风雨,也有晴天;不仅有繁忙的事务,也有节日。
συνελόντι δʼ εἰπεῖν ἡ ἀνάπαυσις τῶν πόνων ἐστὶν ἄρτυμα.
简而言之,休息是劳苦的调味品。
καὶ οὐκ ἐπὶ τῶν ζῴων μόνων τοῦτʼ ἂν ἴδοι τις γιγνόμενον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀψύχων καὶ γὰρ τὰ τόξα καὶ τὰς λύρας ἀνίεμεν, ἵνʼ ἐπιτεῖναι δυνηθῶμεν.
人们不仅能看到这种情况发生在动物身上,也能看到发生在无生命的事物上;因为我们也会放松弓和琴弦,以便能够再次拉紧它们。
καθόλου δὲ σῴζεται σῶμα μὲν ἐνδείᾳ καὶ πληρώσει, ψυχὴ δʼ ἀνέσει καὶ πόνῳ.
总的来说,身体靠匮乏与充盈来维持,而灵魂靠松弛与劳苦来维持。
ἄξιον δʼ ἐπιτιμᾶν τῶν πατέρων ἐνίοις, οἵτινες παιδαγωγοῖς καὶ διδασκάλοις ἐπιτρέψαντες τοὺς υἱεῖς αὐτοὶ τῆς τούτων μαθήσεως οὔτʼ αὐτόπται γίγνονται τὸ παράπαν οὔτʼ αὐτήκοοι, πλεῖστον τοῦ δέοντος ἁμαρτάνοντες.
然而,应当谴责某些父亲,他们把儿子托付给启蒙导师和教师后,自己对孩子们的学习既不亲眼观察,也不亲耳旁听,这极大地违背了应尽的职责。
αὐτοὺς γὰρ παρʼ ὀλίγας ἡμέρας δεῖ δοκιμασίαν λαμβάνειν τῶν παίδων, ἀλλὰ μὴ τὰς ἐλπίδας ἔχειν ἐν μισθωτοῦ διαθέσει· καὶ γὰρ ἐκεῖνοι πλείονα ποιήσονται τὴν ἐπιμέλειαν τῶν παίδων, μέλλοντες ἑκάστοτε διδόναι τὰς εὐθύνας.
因为他们自己应当每隔几天就对孩子们进行一次考察,而不应把希望寄托在雇工的态度上;因为如果那些雇工每次都要交代情况,他们就会更加尽心地照看孩子们。
κἀνταῦθα δὴ τὸ ῥηθὲν ὑπὸ τοῦ ἱπποκόμου χάριεν, ὡς οὐδὲν οὕτω πιαίνει τὸν ἵππον ὡς βασιλέως ὀφθαλμός.
在这里,马夫所说的话确实很妙,即没有什么能像“国王的眼睛”那样把马喂得这么肥。
πάντων δὲ μάλιστα τὴν μνήμην τῶν παίδων ἀσκεῖν καὶ συνεθίζειν αὕτη γὰρ ὥσπερ τῆς παιδείας ἐστὶ ταμιεῖον, καὶ διὰ τοῦτο μητέρα τῶν Μουσῶν ἐμυθολόγησαν εἶναι τὴν Μνημοσύνην, αἰνιττόμενοι καὶ παραδηλοῦντες ὅτι οὕτως οὐδὲν γεννᾶν καὶ τρέφειν ὡς ἡ μνήμη πέφυκε.
而最重要的是,必须训练并使孩子们习惯于记忆;因为这就像是教育的仓库,正因如此,人们在神话中把穆涅莫辛说成是缪斯们的母亲,以此暗示并表明,没有什么像记忆那样天生具有生育和滋养的能力。
καὶ τοίνυν ταύτην κατʼ ἀμφότερʼ ἐστὶν ἀσκητέον, εἴτʼ ἐκ φύσεως μνήμονες εἶεν οἱ παῖδες, εἴτε καὶ τοὐναντίον ἐπιλήσμονες.
因此,在这两种情况下都必须对此进行训练,无论孩子们是天生记忆力好,还是相反地容易遗忘。
τὴν γὰρ πλεονεξίαν τῆς φύσεως ἐπιρρώσομεν, τὴν δʼ ἔλλειψιν ἀναπληρώσομεν· καὶ οἱ μὲν τῶν ἄλλων ἔσονται βελτίους, οἱ δʼ ἑαυτῶν.
因为我们将增强天生的优势,并弥补其不足;前者将比别人更优秀,而后者将比过去的自己更优秀。
τὸ γὰρ Ἡσιόδειον καλῶς εἴρηται " εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο. " μὴ λανθανέτω τοίνυν μηδὲ τοῦτο τοὺς πατέρας, ὅτι τὸ μνημονικὸν τῆς μαθήσεως μέρος οὐ μόνον πρὸς τὴν παιδείαν ἀλλὰ καὶ πρὸς τὰς τοῦ βίου πράξεις οὐκ ἐλαχίστην συμβάλλεται μοῖραν.
赫西俄德的话说得很好: "εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο. "因此,父亲们也不要忽视这一点,即学习中有关记忆的部分,不仅对教育,而且对生活中的各项实践,都贡献了不小的份额。
ἡ γὰρ τῶν γεγενημένων πράξεων μνήμη τῆς περὶ τῶν μελλόντων εὐβουλίας γίγνεται παράδειγμα.
因为对过去发生之事的记忆,会成为对未来进行明智决策的榜样。

词汇与语法注释

  1. 9bτοῦ μὴ φιλεῖν — 带有否定词 `μή` 的冠词性不定式属格,作为宾格性属格修饰名词 `αἴτιον`(不爱的因由)。
  2. 9bσπεύδοντες γὰρ τοὺς παῖδας ἐν πᾶσι τάχιον πρωτεῦσαι — 分词 `σπεύδοντες` 与主句主语(父亲们)一致,后接不定式 `πρωτεῦσαι` 表示原因(由于急于使……居首位)。`τοὺς παῖδας` 是该不定式的逻辑主语(对格)。
  3. 9cσυνελόντι δʼ εἰπεῖν — 使用关系与格 `συνελόντι`(对概括者而言)的独立不定式常用短语,意为“简而言之”或“概括地说”。
  4. 9dπαρʼ ὀλίγας ἡμέρας — 前置词 `παρά` 接对格表示时间间隔,意为“每隔几天”或“每数日”。
  5. 9dἐν μισθωτοῦ διαθέσει — 名词 `διάθεσις` 意为“处置”、“支配”或“心境”。该短语表示不应该将希望寄托在雇工的支配或态度上。
  6. 9eοἱ μὲν... οἱ δʼ — 照应前文条件从句(天生记忆力好或相反)的代词结构。前者 `οἱ μὲν` 指“天生记忆力好的孩子”,后者 `οἱ δʼ` 指“易忘的孩子”,后者将在锻炼后超越过去的自己(`ἑαυτῶν`)。

引用这一段

普鲁塔克, 论儿童教育 §13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg067.humanitext-grc2:13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。