§2.1ὁμοῦ δὲ Ῥωμαίους πάντας οὐδὲν εὔφρανεν οὕτως οὐδὲ ᾠκειώσατο πρὸς αὐτὸν ὡς τὰ περὶ Τιγελλῖνον.
然而,与此同时,没有任何事情能像关于提格里努斯的事那样让所有罗马人如此高兴,并使他们倒向他。
ἐλελήθει μὲν γὰρ ἤδη κολαζόμενος αὐτῷ τῷ φόβῳ τῆς κολάσεως ἣν ὡς χρέος ἀπῄτει δημόσιον ἡ πόλις, §2.2καὶ νοσήμασιν ἀνηκέστοις σώματος, αὐτάς τε τὰς ἀνοσίους καὶ ἀρρήτους ἐν γυναιξὶ πόρναις καὶ ἀκαθάρτοις ἐγκυλινδήσεις, αἷς ἔτι προσέσπαιρε δυσθανατοῦντος αὐτοῦ τὸ ἀκόλαστον ἐπιδραττόμενον, ἐσχάτην τιμωρίαν ἐποιοῦντο καὶ πολλῶν ἀντάξια θανάτων οἱ σωφρονοῦντες.
因为,由于害怕那项被城邦视为公共债务而索要的惩罚,他本身就已经在不知不觉中遭受折磨了,以及身体的不治之症;那些理智健全的人,将他在妓女和不洁之妇中那些不洁且不可言说的沉溺——即使在他垂死挣扎之际,他那放荡的天性依然紧抓不放——视为极刑,且配得上多次死亡。
ἠνία δὲ τοὺς πολλοὺς ὅμως τόν ἥλιον ὁρῶν μετὰ τοσούτους καὶ τοιούτους διʼ αὐτὸν οὐχ ὁρῶντας.
然而,在如此之多且如此杰出的人因他而再也见不到太阳之后,他居然仍能看着太阳,这依然让大众感到痛苦。
§2.3ἔπεμψεν οὖν ἐπʼ αὐτὸν ὁ Ὄθων εἰς τοὺς περὶ Σινόεσσαν ἀγρούς· ἐκεῖ γὰρ διῃτᾶτο, πλοίων παρορμούντων, ὡς φευξόμενος ἀπωτέρω.
于是,奥托派人去到西努埃萨附近的田庄捉拿他;因为他当时正住在那里,且有船只系泊在旁,准备逃往更远的地方。
καὶ τόν γε πεμφθέντα χρυσίῳ πολλῷ πείθειν ἐπεχείρησε παρεῖναι· μὴ πεισθέντι δὲ δῶρα μὲν ἔδωκεν οὐδὲν ἧττον, ἐδεήθη δὲ ὑπομεῖναι ἕως ἂν ἀποξύρηται τό γένειον· καὶ λαβὼν αὐτὸς ἑαυτὸν ἐλαιμοτόμησεν.
他试图用重金说服那名被派来的人放过他;但当那人拒绝被说服时,他仍旧把礼物送给了他,并请求他稍等片刻,直到自己刮完胡子;随后,他自己动手割断了喉咙。