Humanitext Reader

普鲁塔克 · 奥托传 §1.1-1.3

奥托的即位与对元老院的和解政策

第 1 段,共 18 段 · 希腊语

内容简介

奥托作为新皇帝赦免并重用了马里乌斯·凯尔苏斯,并在元老院推行和解政策。他还通过归还尼禄时期流亡元老院议员的财产来赢得了人们的信任。

§1.1ὁ δὲ νεώτερος αὐτοκράτωρ ἅμʼ ἡμέρᾳ προελθὼν εἰς τὸ Καπιτώλιον ἔθυσε· καὶ κελεύσας Μάριον Κέλσον ἀχθῆναι πρὸς αὑτὸν ἠσπάσατο καὶ διελέχθη φιλανθρώπως, καὶ παρεκάλεσε τῆς αἰτίας ἐπιλαθέσθαι μᾶλλον ἢ τῆς ἀφέσεως μνημονεύειν.
而年轻的皇帝在黎明时分前往卡皮托林山献祭;他下令将马里乌斯·凯尔苏斯带到自己面前,迎上前去与他亲切交谈,并劝他忘却被指控的原因,而不是记住被赦免的事。
τοῦ δὲ Κέλσου μήτε ἀγεννῶς ἀποκριναμένου μήτʼ ἀναισθήτως, ἀλλά φήσαντος αὐτὸ τοῦ τρόπου διδόναι τὸ ἔγκλημα πίστιν, ἐγκεκλῆσθαι γὰρ ὅτι Γάλβᾳ βέβαιον ἑαυτὸν παρέσχεν, ᾧ χάριν οὐδεμίαν ὤφειλεν, ἠγάσθησαν οἱ παρόντες ἀμφοτέρων καὶ τὸ στρατιωτικὸν ἐπῄνεσεν.
凯尔苏斯既没有表现得卑微,也没有显得麻木,反而说,这桩指控本身就证明了他的品格,因为他之所以被控告,是因为他对加尔巴展现了忠诚,而他本不欠加尔巴任何恩情。 在场的人对双方都赞叹不已,士兵们也表示赞许。
§1.2ἐν δὲ συγκλήτῳ πολλὰ δημοτικὰ καὶ φιλάνθρωπα διαλεχθείς, ὃν μὲν αὐτὸς ὑπατεύειν χρόνον ἤμελλε, τούτου μέρος ἔνειμεν Οὐεργινίῳ Ῥούφῳ, τοῖς δὲ ἀποδεδειγμένοις ὑπὸ Νέρωνος ἢ Γάλβα πᾶσιν ἐτήρησε τὰς ὑπατείας.
他在元老院里发表了许多争取民心和仁慈的讲话,将他自己原本要担任执政官的任期分了一部分给维尔吉尼乌斯·鲁富斯,并为所有由尼禄或加尔巴指定的人保留了执政官职位。
ἱερωσύναις δὲ τοὺς καθʼ ἡλικίαν προήκοντας ἢ δόξαν ἐκόσμησε.
他还用神职来提携那些在年龄或声望上出类拔萃的人。
§1.3τοῖς δὲ ἐπὶ Νέρωνος φυγοῦσι καὶ κατελθοῦσιν ἐπὶ Γάλβα συγκλητικοῖς πᾶσιν ἀπέδωκεν ὅσα μὴ πεπραμένα τῶν κτημάτων ἑκάστου ἐξεύρισκεν.
对于所有在尼禄时期流亡并在加尔巴时期回国的元老院议员,他归还了每个人财产中被发现尚未售出的所有部分。
ὅθεν οἱ πρῶτοι καὶ κράτιστοι πεφρικότες πρότερον ὡς οὐκ ἀνδρός, ἀλλά τινος ἢ Ποινῆς ἢ παλαμναίου δαίμονος ἄφνω τοῖς πράγμασιν ἐπιπεπτωκότος, ἡδίους ἐγένοντο ταῖς ἐλπίσι πρὸς τὴν ἠγεμονίαν ὥσπερ διαμειδιῶσαν.
因此,那些首要和最有力的人物,先前曾因害怕而战栗,仿佛突然降临的不是一个人,而是某种复仇女神或血债复仇的恶灵,如今在希望中变得更加欣喜,觉得帝制仿佛在对他们微笑。

词汇与语法注释

  1. §1.1αὐτὸ τοῦ τρόπου διδόναι τὸ ἔγκλημα πίστιν — 解释为“指控本身证明了他的品格”。在这里,`τὸ ἔγκλημα`(指控)是带对格的不定式结构中 `διδόναι` 的主语,`πίστιν`(证明、信任)是宾语,而 `τοῦ τρόπου`(品格)是修饰 `πίστιν` 的属格。
  2. §1.2ὃν μὲν αὐτὸς ὑπατεύειν χρόνον ἤμελλε — 关系代词 `ὃν` 的先行词 `χρόνον` 被并入关系从句中的结构(先行词并入)。在主句中,该先行词由指示代词 `τούτου`(属格,修饰表示部分的 `μέρος`)来接应。
  3. §1.3ὡς ... ἐπιπεπτωκότος — 连词 `ὡς` 与属格绝对结构中的 parefect 分词 `ἐπιπεπτωκότος` 相结合,表示主观原因或比喻性对比(“仿佛……突然降临于”)。分词的逻辑主语是 `τινος ἢ Ποινῆς ἢ παλαμναίου δαίμονος`。

引用这一段

普鲁塔克, 奥托传 §1.1-1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg066.humanitext-grc2:1.1-1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。